Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ «Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε»

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή και εσχατολογική προοπτική

Υπενθύμιση της τελικής κρίσεως και ο πρακτικός σκοπός της ομιλίας για την προετοιμασία των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 5

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟ ΕΦ᾽ ΟΣΟΝ ΕΝΙ ΤΟΥΤΩΝ ΕΠΟΙΗΣΑΤΕ ΕΜΟΙ ΕΠΟΙΗΣΑΤΕ Ἔτι πρὸς τῷ θεάματι τῆς φοβερᾶς τοῦ βασιλέως ἐπιφανείας εἰμί, ἣν ὑπογράφει τὸ εὐαγγέλιον· ἔτι κατέπτηχεν ἡ ψυχὴ πρὸς τὸν φόβον τῶν εἰρημένων ἐνατενίζουσα ὡς καθορῶσα τρόπον τινὰ αὐτόν τε τὸν οὐράνιον βασιλέα, καθώς φησιν ὁ λόγος, ἐπὶ τοῦ θρόνου τῆς δόξης φοβερῶς προκαθήμενον· καὶ τὸν μεγαλοπρεπῆ θρόνον ἐκεῖνον, ὅστις ποτὲ καὶ ὁ θρόνος ἐστὶν ὁ χωρῶν ἐν ἑαυτῷ τὸν ἀχώρητον· τάς τε ἀπείρους τῶν ἀγγέλων μυριάδας ἐκείνας ἐν κύκλῳ τὸν βασιλέα περιεστώσας· αὐτόν τε τὸν μέγαν καὶ φοβερὸν βασιλέα ἐκ τῆς ἀφράστου δόξης ἐπὶ τὴν ἀνθρωπίνην κατακύπτοντα φύσιν καὶ πᾶν γένος ἀνθρώπων τῶν ἀφ᾽ οὗ γεγόνασιν ἄνθρωποι καὶ μέχρι τῆς φοβερᾶς ἐμφανείας ἐκείνης εὑρισκομένων ἀθροίζοντά τε πρὸς ἑαυτὸν καὶ κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων ἑκάστῳ τὴν κρίσιν ἐπάγοντα, τοῖς μὲν δεξιᾷ τῇ προαιρέσει συζήσασι τὰ δεξιά, καθὼς εἴρηται, χαριζόμενον, τοῖς δὲ σκαιοῖς τε καὶ ἀποβλήτοις τὴν κατάλληλον τοῖς βεβιωμένοις ἀποκληροῦντα ψῆφον, ἐπιλέγοντα ἑκατέροις, τοῖς μὲν τὴν γλυκεῖαν καὶ ἀγαθὴν ἐκείνην φωνὴν ὅτι Δεῦτε οἱ εὐλογημένοι, τοῖς δὲ τὴν φρικώδη καὶ φοβερὰν ἀπειλὴν ὅτι Πορεύεσθε οἱ κατηραμένοι.

Οὕτω δέ μοι τῆς ψυχῆς πρὸς τὸν τῶν ἀνεγνωσμένων φόβον διατεθείσης, ὡς πρὸς αὐτοῖς δοκεῖν εἶναι τοῖς πράγμασι καὶ τῶν παρόντων ἐπαισθάνεσθαι μηδενός, οὐδεμίαν ὁ νοῦς ἄγει σχολὴν πρὸς ἄλλο τι βλέπειν τῶν προκειμένων εἰς ἐξέτασίν τε καὶ θεωρίαν τῷ λόγῳ· καίτοι γε οὐ μικρὰ ταῦτά ἐστιν οὐδὲ ὀλίγης ζητήσεως ἄξια, τὸ γνῶναι πῶς ἔρχεται ὁ ἀεὶ παρών. Ἰδοὺ γάρ, φησί, μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας· καὶ εἰ μεθ᾽ ἡμῶν νῦν εἶναι πεπίστευται, πῶς ἥξειν ὡς οὐ παρὼν ἐπαγγέλλεται; εἰ γὰρ Ἐν αὐτῷ ζῶμέν τε καὶ κινούμεθα καὶ ἐσμέν, καθώς φησιν ὁ ἀπόστολος, οὐδεμία μηχανὴ τοῦ περιδεδραγμένου τῶν πάντων τοὺς ἐν αὐτῷ κατεχομένους τοπικῶς ἀποστήσει, ὥστε ἢ νῦν μὴ παρεῖναι τοῖς ἐμπεριεχομένοις ἢ χρόνοις ὕστερον παρέσεσθαί ποτε προσδοκῆσαι. τίς δὲ καὶ ἡ τοῦ ἀσωμάτου καθέδρα καὶ ἡ τοῦ ἀχωρήτου ἐν τῷ θρόνῳ περιγραφὴ καὶ πάντα τὰ τοιαῦτα, ὡς μείζονα ἢ κατὰ τὸν παρόντα καιρόν, ὑπερθήσομαι. ὅπως δ᾽ ἂν μὴ εἰς τὴν τῶν ἀποβλήτων ἀπωσθείημεν τάξιν, πρὸς τοῦτο, καθὼς ἂν οἷός τε ὦ, πρὸς τὸ κοινὸν κέρδος τρέψω τὸν λόγον.

Σφόδρα γάρ, ἀδελφοί, σφόδρα πρὸς τὴν ἀπειλὴν κατεπτόημαι καὶ οὐκ ἀρνοῦμαι τῆς ψυχῆς μου τὸ πάθος. ἐβουλόμην δ᾽ ἂν καὶ ὑμᾶς μὴ καταφρονητικῶς ἔχειν τῶν φόβων· Μακάριος γὰρ ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν. ὁ δὲ καταφρονῶν πράγματος καταφρονηθήσεται ὑπ᾽ αὐτοῦ, φησί που τῆς σοφίας ὁ λόγος. οὐκοῦν πρὸ τῆς ὥρας τῶν κακῶν τὸ μὴ ἐν πείρᾳ τῶν σκυθρωπῶν γενέσθαι φροντίσωμεν.