Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ «Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε»

Γρηγόριος ὁ Νύσσης

Αναίρεση των προφάσεων και η άσκηση της αρετής

Ανασκευή των φόβων περί μετάδοσης της νόσου και η ανάγκη πνευματικού αγώνα για την υπέρβαση της φυσικής αποστροφής προς τους ασθενείς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ἀλλ᾽ ἴσως ἐρεῖ τις ἀγαθὴν μὲν εἰς ὕστερον εἶναι τὴν ἐντολήν· νυνὶ δὲ μετάδοσίν τινα καὶ κοινωνίαν τοῦ πάθους διευλαβεῖται καὶ διὰ τὸ μὴ παθεῖν τι τῶν ἀβουλήτων φεύγειν οἴεται χρῆναι τὸν προσεγγισμὸν τῶν τοιούτων. λόγοι ταῦτα καὶ προφάσεις καὶ πλάσματα καὶ τῆς περὶ τὰς ἐντολὰς τοῦ θεοῦ ῥᾳθυμίας εὐπρόσωπά τινα προκαλύμματα. τὸ δ᾽ ἀληθὲς οὐχ οὕτως ἔχει· οὐδεὶς γὰρ ὕπεστι φόβος τῇ τῆς ἐντολῆς ἐργασίᾳ. μηδεὶς κακῷ τὸ κακὸν θεραπευέτω. πόσους γὰρ ἔστιν ἰδεῖν ἐκ νεότητος καὶ μέχρι γήρως ταῖς θεραπείαις τούτων ἀποσχολάζοντας καὶ οὐδέν τι τῆς κατὰ φύσιν εὐεξίας τοῦ σώματος διὰ τῆς τοιαύτης σπουδῆς ἀμαυρώσαντας; οὐδὲ γὰρ εἰκός ἐστι γενέσθαι ταῦτα. ἀλλ᾽ ἐπειδή τινα τῶν νοσημάτων, οἷον αἱ λοιμώδεις ἐπιφοραὶ καὶ ὅσα τοιαῦτα τῆς ἔξωθεν αἰτίας ἠρτημένα, ὅταν ἐκ διαφθορᾶς ἀέρος ἢ ὕδατος γίνηται, ὕποπτα τοῖς πολλοῖς ἐστιν, ὡς ἐκ τῶν προεαλωκότων καὶ πρὸς τοὺς προσεγγίζοντας διαβαίνοντα, (οὐδὲ ἐκεῖ τοῦ πάθους, ὡς οἶμαι, τῷ ὑγιαίνοντι τὴν ἀρρωστίαν ἐκ διαδόσεως ἐμποιοῦντος, ἀλλὰ τῆς κοινῆς ἐπιφορᾶς τὴν ὁμοιότητα τοῦ ἀρρωστήματος ἐπαγούσης) ἔσχεν αἰτίαν ἡ νόσος ὡς ἐκ τῶν προεαλωκότων καὶ εἰς τοὺς λοιποὺς διαβαίνουσα.

ἐνταῦθα δὲ ἔνδοθεν συνισταμένης τῆς τοῦ τοιούτου πάθους κατασκευῆς καί τινα τοῦ αἵματος ἐκ τῆς παρεγχύσεως τῶν φθοροποιῶν χυμῶν διαφθορὰν ὑπομένοντος ἐν τῷ κάμνοντι τὸ πάθος περιορίζεται· καὶ ὅτι ταῦτα οὕτως ἔχει, πάρεστι καὶ ἀπὸ τούτου μαθεῖν· μή τις ἀπὸ τῶν εὐεκτούντων τοῖς ἀρρωστοῦσι κοινωνία τῆς κρείττονος ἕξεως γίνεται, κἂν σφόδρα λιπαρῶς τῇ θεραπείᾳ προσμένωσιν; οὐκ ἔστι ταῦτα. οὕτως οὖν εἰκὸς καὶ τὸ ἔμπαλιν μηδὲ ἀπὸ τῶν ἀσθενούντων πρὸς τοὺς εὐεκτοῦντας μεταβαίνειν τὸ πάθος. εἰ τοίνυν τὸ μὲν κέρδος τῆς ἐντολῆς τοσοῦτον, ὥστε βασιλείαν οὐρανῶν δι᾽ αὐτῆς ἑτοιμάζεσθαι, ζημία δὲ πρόσεστιν οὐδεμία τῷ σώματι τοῦ θεραπεύοντος, τί τὸ κωλύον ἐστὶ λοιπὸν ἐνεργὸν εἶναι τὴν ἐντολὴν τῆς ἀγάπης;

Ἀλλ᾽ ἐπίπονον εἶναι λέγεις τὸ βιάσασθαι φυσικῶς τὰ τοιαῦτα μυσαττομένην τῶν πολλῶν τὴν ἕξιν; καλῶς· συντίθεμαι τῷ λόγῳ, ὅτι ἐπίπονον. τί δὲ ἄλλο τῶν κατ᾽ ἀρετὴν τελουμένων ἄπονον δείξεις; πολλοὺς ἱδρῶτας καὶ πόνους τῶν οὐρανίων ἐλπίδων ὁ θεῖος προσέταξε νόμος καὶ δυσπόρευτον τὴν ἐπὶ τὴν ζωὴν ὁδὸν τοῖς ἀνθρώποις ὑπέδειξε τοῖς ἐπιπονωτέροις καὶ τραχυτέροις τῶν ἐπιτηδευμάτων ἁπανταχόθεν ἀποστενώσας. Στενὴ γὰρ καὶ τεθλιμμένη, φησίν, ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. τί οὖν; διὰ τοῦτο τῆς ἐλπίδος ἐκείνης τῶν ἀγαθῶν ἀμελήσομεν, ὅτι μὴ μετὰ ῥᾳστώνης ἔξεστι κτήσασθαι; ἐρωτήσωμεν τὴν νεότητα, εἰ μὴ ἐπίπονος ἡ σωφροσύνη δοκεῖ ἢ τὸ ἀνέδην ταῖς ἐπιθυμίαις κεχρῆσθαι τῆς ἐγκρατοῦς διαγωγῆς μὴ πολὺ ποθεινότερον. ἆρ᾽ οὖν διὰ τοῦτο τοῦ μὲν ὅτι ἡδύ τε καὶ εὐπετὲς ἀνθεξόμεθα, πρὸς δὲ τὸ τραχὺ τῆς ἀρετῆς ἀποκνήσομεν; οὐ ταῦτα δοκεῖ τῷ τῆς ζωῆς νομοθέτῃ τῷ τὴν πλατεῖαν καὶ κατωφερῆ καὶ εὐρύχωρον ὁδὸν κατὰ τὸν βίον κωλύσαντι. Εἰσέλθετε γάρ, φησί, διὰ τῆς στενῆς καὶ τεθλιμμένης πύλης. οὐκοῦν καὶ ἐνταῦθα ἓν τῶν διὰ πόνου κατορθουμένων καὶ τοῦτο νομίσωμεν, τὸ ἀγαγεῖν εἰς συνήθειαν ἀπεξενωμένην τοῦ βίου τὴν ἐντολήν, καὶ τὴν φυσικὴν τῶν ὑγιαινόντων ἀποστροφὴν τῇ ἐπιμονῇ τοῦ πράγματος θεραπεύσωμεν. δεινὴ γάρ ἐστιν ἡ συνήθεια καὶ τοῖς δυσκολωτέροις εἶναι δοκοῦσιν ἡδονήν τινα διὰ τῆς ἐπιμονῆς ἐνεργάσασθαι.

μὴ τοίνυν λεγέτω τις, ὡς ἐπίπονον, ἀλλ᾽ ὅτι ἐπωφελὲς τοῖς μετιοῦσι τὸ κατορθούμενον. καὶ ἐπειδὴ μέγα τὸ κέρδος, ὑπεροπτέον τοῦ πόνου διὰ τὸ κέρδος. ἡδὺ δὲ τῷ χρόνῳ τὸ τέως ἐπίπονον διὰ τῆς συνηθείας γενήσεται.