Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ «Τότε καὶ αὐτὸς ὁ υἱός»

Γρηγόριος ὁ Νύσσης

Το πλαίσιο της αποστολικής επιστολής και η εσχατολογική κατάργηση του κακού

Εξέταση των συλλογισμών του Αποστόλου Παύλου προς τους Κορινθίους περί της γενικής ανάστασης και της εσχατολογικής προοπτικής για την πλήρη εξάλειψη του θανάτου και της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

εἴτε οὖν καλὸν ἡ ὑποταγή, καὶ νῦν εἶναι προσήκει πιστεύειν τῷ θεῷ τὸ καλόν· εἴτε ἀνάξιον ἐπὶ τοῦ θεοῦ τὸ τοιοῦτον, οὔτε νῦν οὔτε ἄλλοτε· ἀλλὰ μήν φησιν ὁ ἀπόστολος τότε ὑποταγήσεσθαι τῷ θεῷ καὶ πατρὶ τὸν υἱόν, οὐχὶ νῦν ὑποτετάχθαι· ἄρα πρὸς ἄλλον τινὰ σκοπὸν βλέπει ὁ λόγος καὶ πόρρω τῆς τῶν αἱρετικῶν κακονοίας ἐστὶ τὸ τοῦ ὀνόματος σημαινόμενον.

Τίς οὖν ὁ λόγος; τάχα διὰ τῆς συμφράσεως τῶν 〈ἐν〉 τῷ μέρει τούτῳ συγγεγραμμένων μᾶλλον ἄν τις κατίδοι τὸ νόημα. ἐπειδὴ γὰρ ἀγωνιστικὸν πρὸς τοὺς Κορινθίους ἐνεστήσατο λόγον, οἳ τὴν μὲν εἰς τὸν κύριον παρεδέξαντο πίστιν τὸ δὲ περὶ τῆς ἀναστάσεως τῶν ἀνθρώπων δόγμα μῦθον ᾠήθησαν λέγοντες· Πῶς ἐγείρονται οἱ νεκροὶ καὶ ποίῳ σώματι ἔρχονται, οἷς πολυτρόπως καὶ πολυειδῶς μετὰ τὸν θάνατον εἰς ἀφανισμὸν περιῆλθε τὰ σώματα, ἢ διὰ σήψεως ἢ διὰ τῶν σαρκοβόρων ἑρπετῶν νηκτῶν πετεινῶν τετραπόδων ἀναλωθέντα; διὰ τοῦτο πολλοὺς αὐτοῖς παρέθετο λογισμούς, πείθων μὴ τῇ ἑαυτῶν δυνάμει τὴν τοῦ θεοῦ παρεικάζειν μήθ᾽ ὅσον ἀνθρώπῳ ἀμήχανον καὶ ἐπὶ θεοῦ τὸ ἴσον οἴεσθαι, ἀλλ᾽ ἐκ τῶν γνωρίμων ἡμῖν ὑποδειγμάτων τὸ μεγαλεῖον τῆς θείας ἐξουσίας ἀναλογίζεσθαι· καὶ οὕτω προτίθησιν αὐτοῖς τὴν περὶ τὰ σώματα τῶν σπερμάτων θαυματουργίαν τῶν ἀεὶ καινοτομουμένων ὑπὸ τῆς θείας δυνάμεως καὶ 〈δείκνυσιν〉 ὡς οὐκ ἠτόνησεν ἡ τοῦ θεοῦ σοφία μυρία σωμάτων εἴδη κατὰ τὸ πᾶν ἐξευρεῖν, λογικῶν ἀλόγων ἐναερίων χερσαίων καὶ τῶν κατ᾽ οὐρανὸν ἡμῖν προφαινομένων, τοῦ τε ἡλίου καὶ τῶν λοιπῶν ἀστέρων, ὧν ἕκαστον 〈τῇ〉 θείᾳ δυνάμει γενόμενον τοῦ καὶ κατὰ τὴν ἀνάστασιν μὴ ἂν ἀπορῆσαι τὸν θεὸν τῶν ἡμετέρων σωμάτων ** ἡμᾶς ἀπόδειξις γίνεται.

εἰ γὰρ τὰ ὄντα πάντα οὐκ ἔκ τινος ὑποκειμένης ὕλης πρὸς τὸ φαινόμενον μετεσκευάσθη ἀλλὰ τὸ θεῖον θέλημα ὕλη καὶ οὐσία τῶν δημιουργημάτων ἐγένετο, πολὺ μᾶλλον δυνατὸν εἶναι κατασκευάζει τὸ ἤδη ὂν εἰς τὸ ἴδιον σχῆμα πάλιν ἐπαναχθῆναι ἢ τὸ ἐξ ἀρχῆς μὴ ὂν εἰς ὑπόστασίν τε καὶ οὐσίαν ἐλθεῖν.

Δείξας τοίνυν ἐν τοῖς πρὸς αὐτοὺς λόγοις ὅτι, τοῦ πρώτου ἀνθρώπου εἰς γῆν διὰ τῆς ἁμαρτίας ἀναλυθέντος καὶ διὰ τοῦτο χοϊκοῦ κληθέντος, ἀκόλουθον ἦν κατ᾽ ἐκεῖνον καὶ τοὺς ἐξ ἐκείνου γενέσθαι πάντας χοϊκοὺς καὶ θνητοὺς τοὺς ἐκ τοῦ τοιούτου φύντας, ἀναγκαίως ἐπήγαγεν καὶ τὴν δευτέραν ἀκολουθίαν δι᾽ ἧς ἀναστοιχειοῦται πάλιν ἐκ τοῦ θνητοῦ πρὸς ἀθανασίαν ὁ ἄνθρωπος, ὁμοιοτρόπως λέγων τὸ ἀγαθὸν ἐγγεγενῆσθαι τῇ φύσει ἐξ ἑνὸς εἰς πάντας χεόμενον, ὥσπερ καὶ τὸ κακὸν δι᾽ ἑνὸς εἰς πλῆθος ἐχέθη τῇ διαδοχῇ τῶν ἐπιγινομένων συμπλατυνόμενον. τούτοις δὲ κέχρηται τοῖς ῥήμασι τὸ περὶ τούτου δόγμα κατασκευάζων Ὁ πρῶτος, φησίν, ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἐξ οὐρανοῦ· οἶος ὁ χοϊκὸς τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

Τούτοις τοίνυν καὶ τοῖς τοιούτοις λογισμοῖς κρατύνας τὸν περὶ τῆς ἀναστάσεως λόγον καὶ διὰ πολλῶν ἑτέρων τοὺς αἱρετικοὺς τοῖς συλλογισμοῖς συμποδίσας ἐν οἷς ἀπεδείκνυεν τὸν ἀπιστοῦντα τῇ τῶν ἀνθρώπων ἀναστάσει μηδὲ τοῦ Χριστοῦ προσδέχεσθαι τὴν ἀνάστασιν, διὰ τῆς τῶν συνημμένων ἀλλήλοις πλοκῆς κατεσκεύασε τὸ ἐν τοῖς συμπεράσμασιν ἄφυκτον λέγων ὅτι Εἰ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία καὶ ἡ εἰς αὐτὸν πίστις ἐστίν. τῆς γὰρ προτάσεως ἀληθοῦς οὔσης ὅτι Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, καὶ τὸ συνημμένον τούτῳ πάντως ἀληθὲς εἶναι χρή· τὸ νεκρῶν εἶναι ἀνάστασιν· τῇ γὰρ μερικῇ ἀποδείξει καὶ τὸ καθόλου συναποδείκνυται. καὶ τὸ ἔμπαλιν, εἴ τις τὸ καθόλου ψεῦδος εἶναι λέγοι· τὸ νεκρῶν εἶναι ἀνάστασιν, οὐδὲ τὸ ἐπὶ μέρους πάντως ἀληθὲς εὑρεθήσεται· τὸ τὸν Χριστὸν ἐκ νεκρῶν ἐγηγέρθαι· εἰ γὰρ καθόλου ἀδύνατον, οὐδὲ 〈ἔν〉 τινι δυνατόν ἐστι πάντως. ἀλλὰ μὴν τοῦτο τοῖς παραδεξαμένοις τὸν Λόγον πιστόν ἐστι καὶ ἀναντίρρητον ὅτι Χριστὸς ἐγήγερται ἐκ νεκρῶν· ἀναγκαίως ἐν τῇ μερικῇ τῆς ἀναστάσεως τοῦ Χριστοῦ πίστει καὶ ἡ καθόλου τὸ πιστὸν ἕξει.

Οὕτω τοίνυν αὐτοὺς συλλογιστικῶς πρὸς τὴν παραδοχὴν τοῦ δόγματος συναναγκάσας ἐκ τοῦ εἰπεῖν ὅτι Εἰ μή ἐστιν (τὸ γὰρ καθόλου μὴ ὂν οὐδὲ ἔν τινι δυνατὸν εἶναι· εἰ δὲ τοῦτον ἐγηγέρθαι πιστεύομεν, τῆς καθόλου τῶν ἀνθρώπων ἀναστάσεως ἡ περὶ τούτου πίστις ἀπόδειξις γίνεται) καὶ προσθεὶς ἐκεῖνο τῷ λόγῳ ᾧ πᾶσα ἡ περὶ τοῦ δόγματος τούτου κατασκευὴ συμπεραίνεται τὸ Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, σαφῶς ἐκκαλύπτει τὸ περὶ τούτου μυστήριον πρὸς ὅ τι βλέπει, ἐν τοῖς ἐφεξῆς διά τινος ἀναγκαίας ἀκολουθίας πρὸς τὸ πέρας τῶν ἐλπιζομένων διευθύνων τὸν λόγον.

Ὁ δὲ σκοπὸς τῶν λεγομένων οὗτός ἐστιν. ἐκθήσομαι δὲ πρότερον τῇ ἐμαυτοῦ λέξει τὴν διάνοιαν τῶν γεγραμμένων, εἶθ᾽ οὕτω παραθήσω τοῦ ἀποστόλου τὸν λόγον τὸν τῇ παρ᾽ ἡμῶν προεκτεθείσῃ διανοίᾳ ἐφαρμοζόμενον.

Τίς οὖν ὁ τοῦ λόγου ἐστὶ σκοπὸς ὃν δογματίζει ἐν ἐκείνῳ τῷ μέρει ὁ θεῖος ἀπόστολος; ὅτι ποτὲ πρὸς τὸ μὴ ὂν ἡ τοῦ κακοῦ φύσις μεταχωρήσει, παντελῶς ἐξαφανισθεῖσα τοῦ ὄντος, καὶ πᾶσαν λογικὴν φύσιν ἡ θεία τε καὶ ἀκήρατος ἀγαθότης ἐν ἑαυτῇ περιέξει, μηδενὸς τῶν παρὰ τοῦ θεοῦ γεγονότων τῆς βασιλείας τοῦ θεοῦ ἀποπίπτοντος, ὅταν πάσης τῆς ἐμμιχθείσης τοῖς οὖσι κακίας οἶόν τινος ὕλης κιβδήλου διὰ τῆς τοῦ καθαρσίου πυρὸς χωνείας ἀναλωθείσης, τοιοῦτον γένηται πᾶν ὃ παρὰ τοῦ θεοῦ ἔσχε τὴν γένεσιν, οἶον ἐξ ἀρχῆς ἦν ὅτε οὔπω τὴν κακίαν ἐδέξατο. τοῦτο δὲ γίνεσθαι λέγει οὕτως· ἐγένετο, φησίν, ἐν τῇ θνητῇ τε καὶ ἐπικήρῳ τῶν ἀνθρώπων φύσει ἡ καθαρὰ καὶ ἀκήρατος τοῦ μονογενοῦς θεότης. ἐκ πάσης δὲ τῆς ἀνθρωπίνης φύσεως ᾗ κατεμίχθη τὸ θεῖον, οἶον ἀπαρχή τις τοῦ κοινοῦ φυράματος, ὁ κατὰ Χριστὸν ἄνθρωπος ὑπέστη δι᾽ οὖ προσεφύη τῇ θεότητι πᾶν τὸ ἀνθρώπινον. ἐπειδὴ τοίνυν ἐν ἐκείνῳ πᾶσα κακίας φύσις ἐξηφανίσθη Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, καθώς φησιν ὁ προφήτης, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, συνηφανίσθη δὲ μετὰ τῆς ἁμαρτίας ἐν τῷ αὐτῷ καὶ ὁ ἐπακολουθῶν αὐτῇ θάνατος (οὐ γάρ ἐστιν ἄλλη θανάτου γένεσις πλὴν ἁμαρτία), ἀρχὴν ἔλαβεν ἀπ᾽ ἐκείνου ὅ τε τῆς κακίας ἀφανισμὸς καὶ ἡ τοῦ θανάτου κατάλυσις. εἶτα ὥσπερ τις τάξις ἐπετέθη διά τινος ἀκολουθίας τῷ γινομένῳ.

τὸ γὰρ ἀεὶ κατὰ τὴν τοῦ ἀγαθοῦ ὑπόβασιν μᾶλλον ἀφεστὼς τοῦ πρώτου ἢ προσεχέστερον εὑρισκόμενον, ὅπως ἂν ἀξίας τε καὶ δυνάμεως ἕκαστον ἔχῃ, οὕτως ἐπακολουθεῖ τῷ προάγοντι· ὥστε μετὰ τὸν ἐν τῷ Χριστῷ ἄνθρωπον ὃς ἐγένετο ἀπαρχὴ τῆς φύσεως ἡμῶν δεξάμενος ἐν ἑαυτῷ τὴν θεότητα, ὃς καὶ Ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο καὶ Πρωτότοκος ἐκ τῶν νεκρῶν Λύσας τὰς ὠδῖνας τοῦ θανάτου· μετὰ τοῦτον τοίνυν τὸν ἄνθρωπον, τὸν καθόλου τῆς ἁμαρτίας κεχωρισμένον καὶ καταργήσαντα ἐν ἑαυτῷ τοῦ θανάτου τὸ κράτος καὶ πᾶσαν αὐτοῦ ἀρχήν τε καὶ ἐξουσίαν καὶ δύναμιν καταλύσαντα, εἴ τις κατὰ τὸν Παῦλον εὑρεθείη, τὸν ὡς ἦν δυνατὸν μιμητὴν τοῦ Χριστοῦ γενόμενον ἐν τῇ τοῦ κακοῦ ἀλλοτριώσει, ὁ τοιοῦτος τῇ ἀπαρχῇ κατόπιν ἀκολουθήσει ἐν τῷ τῆς παρουσίας καιρῷ· καὶ πάλιν τούτῳ, λέγω δὲ καθ᾽ ὑπόθεσιν, ὁ Τιμόθεος, ἂν οὕτω τύχῃ, ὁ καθὼς οἷός τε ἦν μιμησάμενος ἐν ἑαυτῷ τὸν διδάσκαλον, ἤ τις τοιοῦτος ἕτερος· καὶ οὕτω καθεξῆς ὅσοι διὰ τῆς κατ᾽ ὀλίγον τοῦ ἀγαθοῦ ὑφέσεως τῶν ἀεὶ προλαμβανόντων κατόπιν εὑρίσκονται, ἕως ἂν εἰς ἐκείνους ἡ ἀκολουθία τῶν ἑπομένων φθάσῃ ἐν οἷς τοῦ κακοῦ πλεονάζοντος ἐλάττων ἡ τοῦ κρείττονος εὑρίσκεται μοῖρα· κατὰ τὴν αὐτὴν ἀναλογίαν παρὰ τῶν ἐν κακίᾳ τὸ ἔλαττον ἐχόντων τῆς ἀκολουθίας ἐπὶ τοὺς προέχοντας ἐν τῷ κακῷ τὴν τάξιν τῶν πρὸς τὸ κρεῖττον ἀναλυόντων ποιούσης, ἕως ἂν ἐπὶ τὸ ἀκρότατον τοῦ κακοῦ πέρας ἡ τοῦ ἀγαθοῦ πρόοδος φθάσῃ τὴν κακίαν ἐξαφανίζουσα.

ὅπερ δὴ τέλος τῆς ἐλπίδος ἐστίν, ὡς μηδὲν ὑπεναντίον τῷ ἀγαθῷ περιλειφθῆναι, ἀλλὰ διὰ πάντων τὴν θείαν ζωὴν διεξελθοῦσαν ἐξαφανίσαι καθόλου ἐκ τῶν ὄντων τὸν θάνατον, προαναιρεθείσης αὐτοῦ τῆς ἁμαρτίας ἀφ᾽ ἧς, καθὼς εἴρηται, τὴν βασιλείαν κατὰ τῶν ἀνθρώπων ὁ θάνατος ἔσχεν.