Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἀδελφὸν Βασίλειον

Γρηγόριος ὁ Νύσσης

Η διαχρονική πρόνοια του Θεού και η αντιμετώπιση των αιρέσεων

Η ανάδειξη των αγίων σε περιόδους κρίσεως, η ισοτιμία του Βασιλείου με τους παλαιούς αγίους και η ομολογιακή του στάση απέναντι στην αρειανική και ευνομιανή αίρεση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Τούτου χάριν ἐπικρατούσης ποτὲ τῆς Χαλδαϊκῆς φιλοσοφίας οἳ τὴν τῶν ὄντων αἰτίαν ἐν τῇ ποιᾷ κινήσει τῶν ἄστρων ὡρίζοντο, ὑπερκεῖσθαι δέ τινα τῶν φαινομένων δύναμιν ποιητικὴν τῶν ὄντων οὐκ ᾤοντο· τότε τὸν Ἀβραὰμ ἀναδείκνυσιν, ὃς ἐπιβάθρᾳ τῇ τοιαύτῃ παιδεύσει χρησάμενος, ἀνεζήτησε τὸν διὰ τῶν ὁρωμένων νοούμενον. καὶ ὁδὸς τοῖς ἐφεξῆς ἐγένετο πίστεως τῆς εἰς τὸν ὄντως ὄντα Θεόν, αὐτὸς πρὸς ταύτην καθηγησάμενος διὰ τοῦ καταλιπεῖν τὴν πατρῷαν ἀπάτην καὶ τὴν τῶν αἰσθητηρίων πρὸς τὴν φαινομένην κτίσιν συγγένειαν. εἶτα τῶν Αἰγυπτίων δαιμονίαν τινὰ καὶ γοητικὴν σοφίαν ἐξευρηκότων ἐξ ὑποθήκης, οἶμαι, τοῦ ποικίλως τὰς ψυχὰς δι᾽ ἀπάτης καταβυθίζοντος, ἀνέδειξε τὸν Μωϋσέα τῷ ὑπερβάλλοντι τῆς σοφίας τὴν Αἰγυπτίαν ἀπάτην ἐξαφανίσοντα. ἐπιγινώσκει δὲ πάντως τὸν λόγον ὁ τὴν Γραφὴν ἐπιστάμενος, πῶς, ἀντεπιδεικνυμένων τοῖς θείοις σημείοις τῶν γοήτων τὰς ἰδίας ἀπάτας, ὑπερέσχε κατὰ κράτος ὁ Μωϋσῆς διὰ τῆς ἄνωθεν συμμαχίας τὴν Αἰγυπτίαν ἰσχὺν πᾶσαν ἐξαφανίσας. νοεῖς δὲ τοῦτο διά τε τῶν ἄλλων καὶ τῷ τῶν ῥάβδων αἰνίγματι.

Προϊόντος δὲ τοῦ χρόνου καὶ τῶν Ἰσραηλιτῶν δι᾽ ἀναρχίας ἐν δημοκρατικῇ συγχύσει πλημμελῶς διακειμένων, ὁ Σαμουὴλ ἀναφαίνεται κρατῶν δι᾽ ἑαυτοῦ τὸ ὑπήκοον καὶ τῆς πρὸς τοὺς ἀλλοφύλους ἐπιμιξίας ἀπείργων· εἶτα πρὸς βασιλείας κατάστασιν τὴν ἀναρχίαν μετασκευάσας συνήθροισεν αὐτὸ περὶ ἑαυτῷ ὁμόφυλον τῆς βασιλικῆς δυναστείας νομοθέτης γενόμενος. μετὰ ταῦτα δὲ πολλαῖς ὕστερον γενεαῖς ὅτε Ἀχαὰβ ἐκεῖνος, τὸ γυναικεῖον ἀνδράποδον, αὐτός τε τῶν πατρῴων ἀπέστη θεσμῶν γυναικὶ χλιδώσῃ δεδουλωμένος καὶ τὴν τῶν εἰδώλων πλάνην δι᾽ ἐκείνης ἐπισπασάμενος, συναπέστησεν ἑαυτῷ τὸν Ἰσραηλίτην λαόν, τότε ἀναδείκνυσιν ὁ Θεὸς τὸν Ἠλίαν ἀντίρροπον ἔχοντα τῷ μεγέθει τῆς νόσου τῶν ἀνθρώπων τὴν θεραπεύουσαν δύναμιν, ἄνδρα, ἐν ὑπεροψίᾳ τῆς θεραπείας τοῦ σώματος, αὐχμῶντα τὸ πρόσωπον καὶ τῷ πλήθει τῶν ἰδίων τριχῶν σκιαζόμενον, ἰδιαστὴν τῷ βίῳ, σεμνὸν προσιδεῖν ἐν ἀμειδεῖ τῷ προσώπῳ, καὶ συννενευμένον τῷ βλέμματι δέρματι αἰγείῳ τοσοῦτον τοῦ σώματος σκέποντα ὅσον εὐπρεπέστερόν ἐστι καλυπτόμενον, τῷ δὲ λοιπῷ διακαρτεροῦντα πρὸς τὸν ἀέρα καὶ οὐδὲν πρὸς τὴν ἐκ τοῦ θάλπους τε καὶ κρύους ἀνωμαλίαν ἐπιστρεφόμενον.

ὃς ἀναφανεὶς τῷ λαῷ, τῇ τε διὰ τοῦ λιμοῦ μάστιγι σωφρονίζει τὸν Ἰσραήλ, καθάπερ τινὶ σκυτάλῃ τῇ τοιαύτῃ πληγῇ τῆς ἀταξίας τοῦ λαοῦ καθαπτόμενος· μετὰ ταῦτα δὲ καὶ τῷ θείῳ πυρὶ τῷ περὶ τὴν ἱερουργίαν γεγενημένῳ θεραπεύει τὴν περὶ τὰ εἴδωλα νόσον.

Εἶτα μετ᾽ ἐκεῖνον ἄλλος ἐκεῖνος χρόνοις ὕστερον πλείοσιν ἀναφαίνεται, ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου διὰ Ζαχαρίου καὶ Ἐλισάβετ ἐπιδημήσας τῷ βίῳ, καὶ ἅπαν τὸ ἔθνος ἐξεκκλησιάζων ἐν τῇ ἐρήμῳ διὰ κηρύγματος, καὶ τὸν ἐπὶ τῷ αἵματι τῶν προφητῶν λύθρον, καὶ τὰ παντοδαπὰ μιάσματα, καὶ τὰ ποικίλα τῆς ἁμαρτίας δεσμὰ οἷς ὑποδημάτων δίκην κατὰ τὸν χρόνον ἐκεῖνον ἅπας ὁ λαὸς ἐνεδέδετο· πάντα τὰ τοιαῦτα τῷ τε κηρύγματι τῆς μετανοίας ἐκλύων, καὶ τῷ περιρραντηρίῳ ὕδατι κατὰ τὸν Ἰορδάνην ἐκπλύνων, ἐν οὐδενὶ τὸ ἔλαττον τῶν ἐν ἀρετῇ προωδευκότων ἐν τοῖς κατὰ Θεὸν ἐπεδείξατο.

Τί δὲ μετὰ τοῦτον ὁ Παῦλος πρὸς τὸ ἀκρότατον τῆς κατὰ Θεὸν προκοπῆς ἀναδραμεῖν ἐκωλύθη δευτερεύων τῷ χρόνῳ; οὐκ εὐθὺς ἐραστὴς τοῦ θείου κάλλους ἐγένετο τοῦ τοῖς ὀφθαλμοῖς ἐναστράψαντος, ὁμοῦ τῷ τὰς λεπίδας ἀποβαλεῖν τῶν ὀμμάτων αἳ σύμβολον ἦσαν τοῦ περικαρδίου καλύμματος, ὃ περικείμενον τῷ διορατικῷ τῶν Ἰουδαίων ψυχῶν τυφλώττειν αὐτοὺς παρασκευάζει πρὸς τὴν ἀλήθειαν; οὐκ ἐπειδὴ τῷ μυστικῷ λουτρῷ τὸν τῆς ἀγνοίας τε καὶ ἀπάτης ῥύπον ἐναπέθετο, εὐθὺς πρὸς τὸ θειότερον μετεσκευάσθη τὴν φύσιν, καὶ οἷον ἐκδὺς τὴν παχεῖαν ταύτην καὶ σαρκώδη περιβολὴν αὐτοῖς τοῖς οὐρανίοις ἀδύτοις ἐπεχωρίαζεν, οὐδὲν βαρούμενος τῷ ἐφολκίῳ τοῦ σώματος, καὶ ἐντὸς ἐγένετο τῆς θείας τοῦ παραδείσου φυτείας, ἐκεῖ τὴν ἄρρητον μυσταγωγίαν παρὰ τῆς ἀληθείας τελειούμενος, κἀκεῖθεν λαμβάνων τοῦ λόγου τὴν δύναμιν εἰς ὑπακοὴν τῆς πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν; ὅθεν μικροῦ δεῖν τῆς οἰκουμένης πάσης πατὴρ γίνεται, διὰ τῶν πνευματικῶν ὠδίνων εἰς φῶς ἐνάγων τοὺς δι᾽ αὐτοῦ μορφουμένους κατὰ Χριστὸν εἰς εὐσέβειαν.

Εἰ τοίνυν ἐπὶ τῶν ἄλλων ἁγίων ἡ κατὰ τὸν χρόνον τάξις οὐδὲν τῆς κατὰ Θεὸν προκοπῆς ἠλάττωσεν, ὁμοτίμως ἑκάστῳ τῆς χάριτος πρὸς τὴν τελειότητα συνεργούσης, εἰκότως τολμῶμεν καὶ τὸν ἐν τῇ καθ᾽ ἡμᾶς γενεᾷ τοῦ Θεοῦ ἄνθρωπον, τὸ μέγα σκεῦος τῆς ἀληθείας, βασίλειον, τοῖς ὀνομαστοῖς ἐκείνοις ἁγίοις ἐναρίθμιον εἶναι λέγειν, οὐδὲν τῆς χρονικῆς ἀκολουθίας, οὔτε τὴν ὑψηλὴν ἐκείνου πρὸς τὸν Θεὸν ἐπιθυμίαν, οὔτε τὴν θείαν χάριν πρὸς τὴν τῆς ψυχῆς τελείωσιν ἐμποδιζούσης· ὡς ἂν μὴ τῆς θείας οἰκονομίας ὁ σκοπός τι παραβλαβείη, ἤ τι παρὰ τὴν τοῦ χρόνου αἰτίαν ἐλαττωθείη τῆς παρ᾽ αὐτοῦ συνεισφερομένης συμμαχίας πρὸς τὸ μυστήριον. πάντως δὲ οὐδεὶς ἀγνοεῖ τὸν σκοπὸν τῆς κατὰ τὸν χρόνον τοῦτον τοῦ διδασκάλου ἡμῶν ἀναδείξεως.

Ἐπειδὴ γὰρ ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία τῷ κηρύγματι τοῦ Χριστοῦ κατεσβέσθη καὶ πάντα ἦν ἐν ἐρειπίοις ἤδη καὶ ἀφανισμῷ τὰ τῶν ματαίων σεβάσματα, διὰ πάσης σχεδὸν τῆς οἰκουμένης τοῦ κηρύγματος τῆς εὐσεβείας φοιτήσαντος, ὥστε τὸν ἐπικρατοῦντα τῆς ἀνθρωπίνης ἀπάτης πανταχόθεν ἐξείργεσθαι τῷ τοῦ Χριστοῦ ὀνόματι τῆς οἰκουμένης ἐξελαυνόμενον· σοφὸς δὲ εἰς κακίαν ὢν ὁ τῆς κακίας εὑρετὴς οὐκ ἠπόρησεν πονηρᾶς ἐπινοίας, ὥστε πάλιν ὑποχείριον ποιῆσαι δι᾽ ἀπάτης ἑαυτῷ τὸ ἀνθρώπινον· ἀλλ᾽ ἐν προσχήματι Χριστιανισμοῦ τὴν εἰδωλολατρείαν κατὰ τὸ λεληθὸς ἐπανήγαγεν, πείσας τοῖς ἰδίοις σοφίσμασι τοὺς πρὸς αὐτὸν ὁρῶντας μὴ ἀποστῆναι τῆς κτίσεως, ἀλλὰ ταύτην προσκυνεῖν καὶ ταύτην σέβεσθαι, καὶ Θεὸν τὸ ποίημα οἴεσθαι τῇ τοῦ Υἱοῦ κλήσει ὀνομαζόμενον. εἰ δὲ ἐκ μὴ ὄντων ἐστὶν ἡ κτίσις καὶ τῆς θείας οὐσίας κατὰ τὴν ἰδίαν ἠλλοτρίωται φύσιν, μηδένα ποιεῖσθαι τούτου λόγον, ἀλλὰ τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιθέντας τῇ κτίσει ταύτην προσκυνεῖν, ταύτῃ λατρεύειν, ἐν ταύτῃ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, παρὰ ταύτης ἀναμένειν τὴν κρίσιν.

Καὶ ὅλος ἐμπεσὼν ὁ ἀποστάτης ἀνθρώποις πᾶσαν αὐτοῦ τὴν κακίαν ἱκανοῖς χωρῆσαι, Ἀρείῳ τε λέγω καὶ Ἀετίῳ, Εὐνομίῳ Εὐδοξίῳ, καὶ πρὸς τούτοις καὶ πολλοῖς ἄλλοις, δι᾽ ὧν ἐκλείπουσαν ἤδη τὴν εἰδωλολατρείαν πάλιν, καθὼς εἴρηται, τῷ ὀνόματι τοῦ Χριστιανισμοῦ ἐπανήγαγεν, καὶ κατεκράτει τῶν ἀνθρώπων ἡ νόσος τῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα· ὡς καὶ τῇ συμμαχίᾳ τῶν τότε βασιλέων τὴν ἀπάτην κρατύνεσθαι καὶ πάσας τὰς ὑπερεχούσας ἀρχὰς τῆς τοιαύτης ὑπερμάχεσθαι νόσου. καὶ πάντων μικροῦ δεῖν ἀνθρώπων πρὸς τὸ ἐπικρατοῦν μετατεθέντων τότε παρὰ τοῦ Θεοῦ ἀναδείκνυται ὁ μέγας Βασίλειος, καθάπερ ἐπὶ τοῦ Ἀχαὰβ ὁ Ἠλίας· καὶ τῆς ἱερωσύνης ἤδη τρόπον τινὰ πεπτωκυίας ἀντιλαμβανόμενος, ὥσπερ τινὰ λύχνον ἐκλελοιπότα τὸν τῆς πίστεως λόγον διὰ τῆς ἐνοικούσης αὐτῷ χάριτος ἀναλάμψαι πάλιν ἐποίησεν. καὶ οἷόν τις πυρσὸς τοῖς νύκτωρ διαπλανωμένοις κατὰ τὸ πέλαγος ὑπερφανεὶς τῆς Ἐκκλησίας, πάντας πρὸς τὴν εὐθεῖαν ὁδὸν ἐπέστρεψεν, ὑπάρχοις συμπλεκόμενος, στρατηλάταις συμμίσγων, βασιλεῦσι παρρησιαζόμενος, ἐπ᾽ ἐκκλησίαις βοῶν, τοὺς πόρρωθεν ἀφεστηκότας καθ᾽ ὁμοιότητα Παύλου δι᾽ ἐπιστολῶν προσαγόμενος, ἐκφεύγων τὰς τῶν συμπλεκομένων λαβάς, οὐκ ἔχων ὅπου κρατηθῇ παρὰ τῶν ἀντιπάλων, κρείττων μὲν γὰρ ἦν τῶν δημευόντων αὐτὸς ἑαυτὸν διὰ τὴν ἐλπίδα τῆς βασιλείας δημεύσας.

τοῦ κατὰ τὴν ἐξορίαν φόβου ἀπήλλακτο, μίαν πατρίδα ἀνθρώπων τὸν παράδεισον εἶναι λέγων, πᾶσαν δὲ τὴν γῆν ὡς κοινὴν τῆς φύσεως ἐξορίαν βλέπων. ὁ δὲ καθ᾽ ἡμέραν ἀποθνήσκων καὶ πάντοτε διὰ νεκρώσεως ἑκὼν δαπανώμενος, πότε ἂν ἐφοβήθη τὸν θάνατον τὸν παρὰ τῶν ἐχθρῶν ἀπειλούμενον; ᾧ γε συμφορὰ ἦν τὸ μὴ πολλάκις δύνασθαι τοὺς τῶν μαρτύρων ἀγῶνας ὑπὲρ τῆς ἀληθείας μιμήσασθαι, ἑνὶ θανάτῳ ὑπεζευγμένης τῆς φύσεως. ὅς ποτε τῶν ὑπάρχων τινὶ τὸ ἧπαρ ἐξοίσειν αὐτοῦ τῶν σπλάγχνων καταπληκτικῶς ἀπειλήσαντι μειδιάματι τὴν ἀπαίδευτον ἀπειλὴν καταχλευάζων φησί· χάριν εἴσομαί σοι τῆς προαιρέσεως. καὶ γὰρ οὐ μετρίως ἀνιᾷ τὸ ἧπαρ τοῖς σπλάγχνοις ἐγκείμενον. ἐκβαλὼν οὖν αὐτό, καθὼς ἠπείλησας, τοῦ λυποῦντος ἐλευθερώσεις τὸ σῶμα.