Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἀδελφὸν Βασίλειον

Γρηγόριος ὁ Νύσσης

Παραλληλισμός του Βασιλείου με τους προφήτες Ηλία, Σαμουήλ και Μωυσή

Αναλυτική σύγκριση των αρετών, της ιερατικής δράσης και της πνευματικής ανάβασης του Βασιλείου με τον βίο, τα θαύματα και την προσφορά των μεγάλων μορφών της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Ἆρα τολμήσαιμεν καὶ ἐπὶ τὸν ὑψηλὸν Ἠλίαν ἀναβῆναι τῷ λόγῳ, καὶ δεῖξαι τὸν καθ᾽ ἡμᾶς διδάσκαλον πρὸς τὴν ἐκείνου χάριν τῷ βίῳ τῷ καθ᾽ ἑαυτὸν ὁμοιούμενον; ἀλλὰ τὴν μὲν ἐπὶ τοῦ φλογίνου ἅρματος διφρείαν καὶ τὴν τῶν πυρίνων ἡνιόχησιν ἵππων καὶ τὴν πρὸς τὸ ὑπερκείμενον τῆς ἄνω λήξεως μεταχώρησιν μηδεὶς ἀπαιτείτω τὴν ἀνθρωπίνην φύσιν. οὐδὲ γὰρ ἐκεῖνος ἐν τοῖς ὅροις μένων τῆς φύσεως ἀπαθὴς ἐν τῷ πυρὶ διεσώζετο, πρὸς τὸ ἀνωφερές τε καὶ κοῦφον θείᾳ δυνάμει μετασκευάζων τὸ ἐμβριθές τε καὶ γήϊνον, μήθ᾽ ὅτι τὸν ἑαυτοῦ λόγον οἷόν τινα κλεῖν ἐποιεῖτο τῆς ἐξ οὐρανοῦ χορηγίας, ἀνιείς τε ὅτε βούλοιτο καὶ ἀποκλείων πάλιν κατ᾽ ἐξουσίαν ὅτε τοῦτο πράττειν ἄμεινον ᾤετο. ἀλλὰ καὶ τὸ εἰς πολὺν αὐτὸν διαρκέσαι χρόνον ἀπόσιτον, μιᾷ τροφῇ τοῦ ἐγκρυφίου ἐκείνου ὀλυρίτου ἐν ὁμοίῳ τὴν δύναμιν αὐτοῦ διασώζοντα μέχρις ἡμερῶν τεσσαράκοντα, παρείσθω καὶ τοῦτο ὡς μεῖζον ἢ κατὰ ἄνθρωπον. ἄπορος γὰρ τῇ ἀνθρωπίνῃ φύσει τῶν ὑπὲρ φύσιν ἡ μίμησις. σιγάσθω δὲ μετὰ τούτων ὅ τε βραχὺς ἐκεῖνος τοῦ ἀλεύρου κέραμος καὶ ὁ τοῦ ἐλαίου καμψάκης· διαρκῶν ἑκάτερος πρὸς τὴν χρείαν ἐν τῇ τῆς τροφῆς χορηγίᾳ, καὶ παντὶ τοῦ λιμοῦ τῷ χρόνῳ συμπαρατείνων τὴν χάριν εἰς ἔτη τρία καὶ μῆνας ἕξ. τὰ γὰρ τῆς ἄνωθεν ἐνεργείας θαύματα ἰδιάζουσαν ἐπὶ τῶν ἔργων ἔχει τὴν δύναμιν.

καὶ οὐκ ἄν τις εὐλόγως ἀνθρωπίνῃ φύσει τὰς τοιαύτας θαυματοποιίας λογίσαιτο.

Τίνα οὖν ἐστιν ὅσα τοῦ διδασκάλου ἡμῶν πρὸς τὰ ἐν τῷ προφήτῃ θεωρούμενα τὴν κοινωνίαν ἔχει; ζῆλος πίστεως, δυσμένεια κατὰ τῶν ἀθετούντων, ἀγάπη πρὸς τὸν Θεόν, ἐπιθυμία τοῦ ὄντως ὄντος πρὸς οὐδὲν τῶν ὑλικῶν ἀπορρέουσα, ζωὴ διὰ πάντων ἐξητασμένη, βίος κατεσκληκώς, βλέμμα τῷ τόνῳ τῆς ψυχῆς συντεινόμενον, σεμνότης ἀνεπιτήδευτος· ἡσυχία λόγου ἐνεργεστέρα, φροντὶς περὶ τῶν ἐλπιζομένων, καταφρόνησις τῶν ὁρωμένων, ὁμοτιμία πρὸς πᾶν τὸ φαινόμενον, εἴτε τις τῶν ὑπερόγκων ἐν ἀξιώματι τύχοι, εἴτε τῶν ταπεινῶν τε καὶ ἀπερριμμένων προφαίνοιτο. ταῦτά ἐστι καὶ τὰ τοιαῦτα ἐν οἷς μιμεῖται ὁ τοῦ διδασκάλου βίος τὰ τοῦ Ἠλίου θαύματα. εἰ δέ τις προφέρει τῶν τεσσαράκοντα ἡμερῶν τὴν ἀσιτίαν, καὶ ἡμεῖς τοῦ διδασκάλου τὴν διὰ παντὸς τοῦ βίου ὀλιγοσιτίαν ἀντιπροσοίσομεν. γειτνιάζει γάρ πως τῷ ἀσίτῳ τὸ ὀλιγόσιτον καὶ μάλιστα ὅταν τὸ μὲν ἐν ὀλίγῳ γένηται χρόνῳ, τὸ δὲ πρὸς πάντα διαρκέσῃ τὸν βίον. ἄλλως τε κἀκεῖ μὲν ὁ ὀλυρίτης ἐκεῖνος ἐγκρυφίας διεκράτει τοῦ προφήτου τὸν τόνον ἔχων τι πάντως ἐν ἑαυτῷ τοιοῦτον, ᾧ συνετηρεῖτο τοῦ προσενεγκαμένου τὴν τροφὴν ταύτην ἡ δύναμις. τεκμήριον δὲ ὅτι οὐχὶ τῶν ὁμοφύλων τις αὐτῷ σιτοποιήσας τὴν τροφὴν παρεθήκατο, ἀλλ᾽ ἀγγελικῆς παρασκευῆς ἐνεφορήθη. ὅθεν αὐτῷ πλήρης τε καὶ ἀδιάπνευστος ἦν ἡ διὰ τῆς τροφῆς ἐκείνης ἐγγινομένη τῷ σώματι δύναμις.

ἐνταῦθα δὲ οὐδὲν καινοτομηθείσης τῆς συνηθείας, μέτρον τῆς τροφῆς ὁ λογισμὸς ἦν τοσοῦτον παρέχων τῷ σώματι οὐχ ὅσον ἡ φύσις ἐβούλετο, ἀλλ᾽ ὅσον ὁ τῆς ἐγκρατείας ἐνεκελεύετο νόμος.

Ἡ δὲ ἱερωσύνη τοῦ διδασκάλου μιμεῖται τὰ τῆς ἱερωσύνης τοῦ προφήτου αἰνίγματα, διὰ τοῦ τρισσεύειν ἐν τῷ λόγῳ τῆς πίστεως τὸ οὐράνιον πῦρ πρὸς τὰς ἱερουργίας ἐφελκομένη. πῦρ δὲ τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν καλεῖσθαι πολλαχῆ παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν. αὐχμὸν δὲ γῆς ὁ διδάσκαλος οὔτε ἔλυσεν, οὔτε ἐπήγαγεν. ἐκεῖ δὲ ὁ μέγας προφήτης πλήξας τῇ μάστιγι τῆς ἀνομβρίας τὴν γῆν, ὁ αὐτὸς καὶ ἰατρὸς τοῦ τραύματος γίνεται ἐφάμιλλον τῇ ἀλγηδόνι τῆς μάστιγος τὴν ἐκ τῆς θεραπείας ἄνεσιν αὐτοῖς χαριζόμενος. εἰ δὲ χρή τι καὶ πρὸς τοῦτο τοῦ καθ᾽ ἡμᾶς Ἠλίου θαῦμα εἰπεῖν· θείᾳ βουλήσει τῆς τοιαύτης ποτὲ συμφορᾶς ἀπειληθείσης καὶ ξηροῦ παντὸς τοῦ χειμερίου καιροῦ παραδραμόντος καὶ μηδεμιᾶς καρπῶν ὑποφαινομένης ἐλπίδος, τότε προσπεσὼν τῷ Θεῷ ὁ διδάσκαλος μέχρι τῆς ἀπειλῆς τὸν φόβον ἔστησεν λιταῖς τὸ Θεῖον ἱλεωσάμενος καὶ λύσας διὰ προσευχῶν τὴν τῆς ἀνομβρίας κατήφειαν. ἀλλὰ καὶ τῆς τοῦ λιμοῦ παραμυθίας ἣν ἐπὶ μιᾶς ἐνεδείξατο χήρας ὁ μέγας Ἠλίας ἔχει τι καὶ ὁ καθ᾽ ἡμᾶς βίος ἐπὶ τοῦ διδασκάλου ὁμοίωμα.

λιμοῦ γάρ ποτε χαλεποῦ καταπονοῦντος αὐτήν τε τὴν πόλιν ἐν ᾗ διαιτώμενος ἐτύγχανεν καὶ πᾶσαν τὴν ὑποτελοῦσαν τῇ πόλει χώραν τὰς ἑαυτοῦ κτήσεις ἀποδόμενος καὶ εἰς τροφὰς διαμείψας τὰ χρήματα, ὅτε σπάνιον ἦν καὶ τοὺς σφόδρα παρεσκευασμένους τράπεζαν ἑαυτοῖς παραστήσασθαι, διήρκεσεν ἐκεῖνος ἐν παντὶ τῷ χρόνῳ τοῦ λιμοῦ τρέφων τούς τε πανταχόθεν συρρέοντας καὶ τὴν νεολέαν παντὸς τοῦ δήμου τῆς πόλεως, ὡς καὶ τοῖς τῶν Ἰουδαίων παισὶν ἐκ τοῦ ἴσου προτιθέναι τῆς φιλανθρωπίας ταύτης τὴν μετουσίαν.

Διαφέρει δὲ πάντως οὐδὲν ἢ διὰ καμψάκου τὴν θείαν ἐντολήν, ἢ διά τινος ἄλλης ἀφορμῆς ἐκπληρῶσαι. ἡ γὰρ παραμυθία τῶν δεομένων οὐ ζητεῖ τὸ πόθεν, ἀλλὰ πρὸς τὸ γινόμενον βλέπει. εἰ δὲ ἀνωφερὴς ὁ Ἠλίας διὰ πυρὸς ἐγένετο θαυμαστὸν μὲν καὶ τοῦτο καὶ ὑπὲρ λόγον τὸ θαῦμα. πλὴν οὐκ ἀπόβλητον καὶ τὸ ἕτερον εἶδος τῆς ἐπὶ τὸ ἄνω φορᾶς, ὅταν τις διὰ τῆς ὑψηλῆς πολιτείας ἀπὸ γῆς εἰς οὐρανὸν ἀνοικίζηται διὰ τοῦ Πνεύματος ἅρμα τὰς ἀρετὰς ποιησάμενος. ὅπερ δὴ κατορθῶσθαι τῷ διδασκάλῳ πᾶς ὁ εὐγνωμόνως τὰ κατ᾽ αὐτὸν ἐξετάζων συνθήσεται.

Ἆρα χρὴ καὶ τοῦ Σαμουὴλ κατατολμῆσαι τῷ λόγῳ; ἀλλ᾽ ἐν τοῖς ἄλλοις πᾶσι τῶν πρωτείων τῷ προφήτῃ παραχωρήσαντες, πρὸς δύο τινὰ τῶν περὶ αὐτοῦ λεγομένων καὶ τὰ περὶ τὸν διδάσκαλον ἡμῶν οἰκείως ἔχοντα δείξομεν· θεόσδοτος ἀμφοτέρων ἡ γέννησις ἦν. ὡς γὰρ ἐκεῖνον ἡ μήτηρ, οὕτω καὶ τοῦτον ἐξ αἰτήσεως θείας ὁ πατὴρ ἐτεκνώσατο. καὶ ἀρρωστίᾳ ποτὲ συσχεθέντος ἐπιθανατίῳ ἔτι ἐν τῷ νέῳ τῆς ἡλικίας, εἶδεν ὁ πατὴρ ἐπιφανέντα αὐτῷ κατὰ τὴν ἐνύπνιον ὄψιν τὸν Κύριον τὸν ἐν τῷ Εὐαγγελίῳ τὸν παῖδα τῷ βασιλικῷ χαρισάμενον, κἀκεῖνα εἰπόντα πρὸς τοῦτον ἃ πρὸς ἐκεῖνον εἶπεν ὁ Κύριος· ὅτι Πορεύου, ὁ υἱός σου ζῇ. οὗ τὴν πίστιν καὶ αὐτὸς μιμησάμενος τὸν αὐτὸν ἐπὶ τῇ πίστει καρπὸν ἐκομίσατο τὴν τοῦ υἱοῦ σωτηρίαν ἐκ τῆς φιλανθρωπίας τοῦ Κυρίου δεξάμενος. ἓν μὲν δὴ τοῦτο τοῖς θαύμασι τοῦ Σαμουὴλ ἀνατίθεμεν· ἕτερον δὲ ὅτι τὸ εἶδος τῆς ἱερουργίας τὸ αὐτὸ τοῖς δύο διεσπουδάσθη. εἰρηνικὰς γὰρ προσήγαγον ἀμφότεροι τῷ Θεῷ τὰς θυσίας ὑπὲρ τῆς τῶν πολεμίων ἀναιρέσεως ἱερουργοῦντες, ὁ μὲν ἐπὶ τῇ καταλύσει τῶν αἱρέσεων, ὁ δὲ κατὰ τῶν ἀλλοφύλων τοῦτο ποιῶν.

Μωϋσῆς δὲ ὁ μέγας κοινὸν πρόκειται πᾶσι τοῖς πρὸς ἀρετὴν ὁρῶσιν ὑπόδειγμα· καὶ οὐκ ἄν τις πλημμελοίη τοῦ ἰδίου βίου σκοπὸν τὴν ἀρετὴν τοῦ νομοθέτου ποιούμενος. οὐκοῦν ἀνεπίφθονον πάντως ἂν εἴη δεῖξαι τὸν διδάσκαλον ἡμῶν, ἐν οἷς οἷός τε ἦν, τὸν νομοθέτην ἐπὶ τοῦ βίου μιμούμενον. ἐν τίσι τοίνυν ἡ μίμησις ἦν; ἄρχουσά τις τῶν Αἰγυπτίων εἰσποιησαμένη τὸν Μωϋσέα παιδεύει τὴν ἐγχώριον παίδευσιν, οὐκ ἀποστάντα τοῦ μητρῴου μαζοῦ ἕως ἔδει τὴν πρώτην ἡλικίαν τῇ τοιαύτῃ τροφῇ τιθηνήσασθαι. τοῦτο καὶ τῷ διδασκάλῳ μαρτυρεῖ ἡ ἀλήθεια. ἀνατρεφόμενος γὰρ ὑπὸ τῆς ἔξω σοφίας ἀεὶ τοῦ μαζοῦ τῆς Ἐκκλησίας εἴχετο, τοῖς ἐντεῦθεν διδάγμασι τὴν ψυχὴν αὔξων καὶ ἁδρυνόμενος. ἠρνήσατο μετὰ ταῦτα ὁ Μωϋσῆς τῆς ψευδωνύμου μητρὸς τὴν σεσοφισμένην συγγένειαν. οὐδὲ οὗτος παρέμεινεν ἐπιπολὺ νομίζεσθαι τοῦτο ᾧ ἐπῃσχύνετο. πᾶσαν γὰρ τὴν ἐκ τῶν ἔξωθεν λόγων δόξαν ἀποσεισάμενος ὥσπερ τὴν βασιλείαν ἐκεῖνος, πρὸς τὸν ταπεινὸν ἀπηυτομόλησε βίον, καθάπερ καὶ τοὺς Ἑβραίους ὁ Μωϋσῆς προτιμοτέρους τῶν Αἰγυπτίων θησαυρῶν ἐποιήσατο. τῆς δὲ φύσεως ἐφ᾽ ἑκάστου τὸ ἑαυτῆς ἐνεργούσης, ἑκάστου γὰρ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, οὐδὲ οὗτος ἐκτὸς ἦν τῆς τοῦ Αἰγυπτίου λογισμοῦ μάχης, ἣν ἐπῆγε τῷ καθαρεύοντι· ἀλλὰ συμμαχῶν τῷ βελτίονι, νεκρὸν ἐποίει τὸν κακῶς τῷ Ἑβραίῳ ἐπεγειρόμενον.

Ἑβραῖος ἦν δὲ λογισμὸς ὁ ἐκκεκαθαρμένος καὶ ἀμόλυντος. ὁ γὰρ διὰ τοῦ νεκρῶσαι τὰ ἐπὶ τῆς γῆς μέλη τῇ ψυχῇ συμμαχῶν μιμεῖται τοῦ Μωϋσέως τὴν ἀριστείαν ἣν κατὰ τοῦ Αἰγυπτίου ἐνήργησεν. παραδραμεῖν δὲ προσήκει τὰ πολλὰ τῆς ἱστορίας ὡς ἂν μὴ πολὺν ὄχλον ἐπάγοι τῇ ἀκοῇ, τὸ πάντα δι᾽ ἀκριβείας θέλειν ἐκτίθεσθαι ὅσα τε ἐπὶ Μωϋσέως ὁ λόγος κατέχει καὶ ἐν οἷς ἐγένετο τοῦ διδασκάλου ἡ πρὸς τὸν νομοθέτην ὁμοίωσις.

Κατέλιπε τὴν Αἴγυπτον μετὰ τὸν θάνατον τοῦ Αἰγυπτίου ὁ Μωϋσῆς καὶ πολὺν ἐν τῷ μέσῳ διῆγεν χρόνον ἐφ᾽ ἑαυτοῦ ἰδιάζων. κατέλιπε καὶ οὗτος τοὺς ἐν ἄστει θορύβους καὶ τὰς ὑλικὰς ταύτας περιηχήσεις, καὶ ἦν ἐπὶ τῆς ἐσχατιᾶς προσφιλοσοφῶν τῷ Θεῷ. κατελάμφθη τῷ φωτὶ διὰ τῆς βάτου ἐκεῖνος. ἔχομέν τι συγγενὲς τῆς ὀπτασίας ταύτης καὶ ἐπὶ τούτου εἰπεῖν· ὅτι νυκτὸς οὔσης γίνεται αὐτῷ φωτὸς ἔλλαμψις κατὰ τὸν οἶκον προσευχομένῳ· ἄϋλον δέ τι τὸ φῶς ἦν ἐκεῖνο θείᾳ δυνάμει καταφωτίζον τὸ οἴκημα, ὑπ᾽ οὐδενὸς πράγματος ὑλικοῦ ἐξαπτόμενον. σώζει τὸν λαὸν ὁ Μωϋσῆς ἐκ τοῦ τυράννου ῥυσάμενος. μαρτυρεῖ τὰ ἴσα τοῦ καθ᾽ ἡμᾶς νομοθέτου ὁ λαὸς οὗτος, οὗ διὰ τῆς ἱερωσύνης πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καθηγήσατο.

καὶ τί χρὴ τὰ καθ᾽ ἕκαστον λέγειν, ὅσους διήγαγε καὶ οὗτος διὰ τοῦ ὕδατος, ὅσοις διὰ τοῦ λόγου τὸν στύλον τοῦ πυρὸς ἐδᾳδούχησεν, ὅσους τῇ τοῦ Πνεύματος νεφέλῃ διέσωσεν, ὅσους ἔθρεψε τῇ οὐρανίᾳ τροφῇ, ὅπως ἐμιμεῖτο τὴν πέτραν ᾗ ποτε τῷ ξύλῳ ἀνεστομώθη τὸ ὕδωρ, τουτέστιν, ᾗ ποτε ὁ τοῦ σταυροῦ τύπος τοῦ στόματος ἔθιγεν, ὅπως ἐπότιζε τοὺς διψῶντας τοῦ ὕδατος ἐκείνου τῷ πλήθει τῆς ἐπιρροῆς τὰς ἀβύσσους μιμούμενος, οἵαν μαρτυρίου σκηνὴν καὶ σωματικῶς μὲν ἐν τῷ προαστείῳ κατεσκευάσατο, τοὺς πτωχοὺς τῷ σώματι πτωχοὺς τῷ πνεύματι διὰ τῆς ἀγαθῆς διδασκαλίας εἶναι ποιήσας, ὥστε αὐτοῖς γενέσθαι μακαριστὴν τὴν πτωχείαν τῆς ἀληθινῆς βασιλείας προξενοῦσαν τὴν χάριν; σκηνὴν δὲ ἀληθῆ πρὸς τὴν τοῦ Θεοῦ κατοίκησιν τὴν ἑκάστου ψυχὴν ἐδημιούργει τῷ λόγῳ, καὶ στύλους τινὰς ἐν αὐτῇ κατασκευάζων· λογισμοὺς λέγω τοὺς στύλους τοὺς τὸ ἐπίπονον τῆς ἀρετῆς ὑπερείδοντας· καὶ λουτῆρας ὡσαύτως πρὸς τὸ ἐκπλύνειν τῆς ψυχῆς τὰ μιάσματα, τῷ ἐκ τῶν ὀφθαλμῶν ὕδατι τὸν μολυσμὸν ἀποκλύζοντας. ὅσας λυχνίας ἐνετίθει τῇ ἑκάστου ψυχῇ, καταφωτίζων τῷ λόγῳ τὰ κρύφια. οἷα τὰ τῶν προσευχῶν θυμιατήριά τε καὶ θυσιαστήρια κατεσκεύασεν ἐκ καθαροῦ καὶ ἀδόλου χρυσίου, τουτέστιν, ἐξ ἀληθινῆς τε καὶ καθαρᾶς διαθέσεως, οὗ μηδὲν ὁ βαρὺς τῆς κενοδοξίας μόλυβδος τὴν λαμπηδόνα τῶν γινομένων ἠμαύρωσεν.

τί δεῖ λέγειν τὴν μυστικὴν κιβωτόν, οἵαν ἑκάστῳ ἐτεκτήνατο, τὰς πλάκας τῆς διαθήκης τὰς τῷ θείῳ δακτύλῳ ἐγγεγραμμένας ἐντιθεὶς τῇ ψυχῇ; λέγω δὲ ταῦτα πρὸς ἐκεῖνο βλέπων, ὅτι τὴν ἑκάστου καρδίαν ἐποίει κιβωτὸν περιεκτικὴν τῶν πνευματικῶν μυστηρίων, γραπτὸν ἔχουσαν τὸν νόμον διὰ τῶν ἔργων καταγραφόμενον τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, οὕτω γὰρ ὁ δάκτυλος τοῦ Θεοῦ ἑρμηνεύεται· ἐν ᾗ καὶ τῆς ἱερωσύνης ἡ ῥάβδος ἀεὶ τὸν ἴδιον καρπὸν ἐξήνθει διὰ τῆς μετουσίας τῶν ἁγιασμάτων ἀναβλαστάνουσα· καὶ ἡ στάμνος οὐκ ἐκενοῦτο τοῦ μάννα. τότε γὰρ κενὸν γίνεται τῆς ψυχῆς τὸ ἀγγεῖον τῆς οὐρανίας τροφῆς, ὅταν ἁμαρτία παρεμπεσοῦσα τὴν ἐπιρροὴν τοῦ μάννα κωλύσῃ. μάννα δέ ἐστιν ἄρτος οὐράνιος.

Τί χρὴ λέγειν ὅπως δι᾽ ἀκριβείας τὴν ἱερατικὴν στολὴν αὐτός τε περιετίθετο καὶ κατεκόσμει τοὺς ἄλλους τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι, ἀεὶ φέρων τὸν ἐπὶ τοῦ στήθους κόσμον, ᾧ ὄνομα λογεῖον τε καὶ δήλωσις καὶ ἀλήθεια; ἃ πάντα παρίημι τοῖς φιλοπονωτέροις κατὰ τὴν τροπικὴν σημασίαν ἐφαρμόζειν τῷ διδασκάλῳ· δι᾽ ὧν αὐτός τε τοιοῦτος ἦν καὶ τοῖς ἄλλοις ἐκοινώνει τοῦ κόσμου. πολλάκις ἔγνωμεν αὐτὸν καὶ ἐντὸς τοῦ γνόφου γενόμενον, οὗ ἦν ὁ Θεός. τὸ γὰρ τοῖς ἄλλοις ἀθεώρητον, ἐκείνῳ ληπτὸν ἐποίει ἡ μυσταγωγία τοῦ Πνεύματος, ὡς δοκεῖν ἐντὸς τῆς περιοχῆς εἶναι τοῦ γνόφου ᾧ ὁ περὶ τοῦ Θεοῦ λόγος ἐναποκρύπτεται. πολλάκις ἀντέστησεν ἑαυτὸν τοῖς Ἀμαληκίταις ὅπλῳ χρησάμενος τῇ προσευχῇ. οὗ τὰς χεῖρας ἐπαίροντος ὁ ἀληθινὸς Ἰησοῦς κατηγωνίζετο τὸν πολέμιον. πολλῶν κατὰ τὸν Βαλαὰμ ἐκεῖνον γοήτων τὰς μαγγανείας διέλυσεν· οἳ οὐχὶ τοῦ ἀληθινοῦ λόγου ἀκούοντες, ἀλλὰ τῇ ὀνώδει διδασκαλίᾳ τῶν δαιμόνων πειθόμενοι ἀνενέργητον εἶχον εἰς κακίαν τὸ στόμα τῆς τοῦ διδασκάλου εὐχῆς εἰς εὐλογίαν τὴν κατάραν μετατιθείσης.

ταῦτα δὲ παρ᾽ ἡμῶν λέγεται δι᾽ ἐπιδρομῆς τε καὶ συντομίας· ἐφαρμόσει δὲ τῇ ἀληθείᾳ τῶν γεγονότων τὰ καθ᾽ ἕκαστον ὁ μὴ ἀγνοῶν τοῦ Ἁγίου τὸν βίον, ὅσοι διὰ φαρμακείας τε καὶ γοητείας ἐπιβουλὰς κατά τινων συσκευάσαντες ἄπρακτον ἔσχον τὴν πονηρίαν, μὴ συγχωρηθέντες ὑπὸ τῆς τοῦ διδασκάλου πίστεως προαγαγεῖν τὸ κακὸν εἰς τελείωσιν. ἀλλὰ πάντα τὰ διὰ μέσου καταλιπὼν τοῦ τέλους ἀμφοτέρων ἐπιμνησθήσομαι· Ἀφῆκε μὲν τὸν βίον ἑκάτερος· μνημόσυνον δὲ τῆς ἰδίας περὶ τὴν σάρκα σχέσεως οὐθέτερος αὐτῶν τῷ βίῳ κατέλιπεν. οὔτε γὰρ Μωϋσέως τάφος εὑρίσκεται, οὔτε οὗτος περιουσίᾳ τινὶ ὑλικῇ ὑπεχώσθη· ἀλλ᾽ ὁμοῦ τε παρῆλθε τὸν βίον καὶ συμπαρῆλθεν αὐτῷ πάντα δι᾽ ὧν ὁ βίος τῶν ἀνθρώπων ἔχει τὴν σύστασιν, ὡς μηδὲν εὑρεθῆναι τοῦ ἀνδρὸς ὑλικὸν μνημεῖον ἐκ τῆς τῶν ὑπολειφθέντων περιουσίας καταχωννύον αὐτοῦ τὴν πρὸς τὸ κρεῖττον ὑπόληψιν· ὥσπερ ἐπὶ τοῦ Μωϋσέως ἡ ἱστορία λέγουσα τοῦτο, ὅτι οὐχ εὑρέθη αὐτοῦ τάφος ἕως τῆς σήμερον ἡμέρας. εἰ οὖν τοιοῦτος ἀπὸ τοῦ λόγου ἡμῖν ἀναδέδεικται ὁ Μέγας Βασίλειος, ὥστε μὴ πόρρω τῶν ἁγίων εἶναι αὐτὸν διὰ τοῦ βίου πρὸς ἕκαστον τῶν μεγάλων παρατιθέμενον, καλῶς ἡμῖν ἡ ἀκολουθία τῶν ἑορτῶν ἐπὶ τοῦτον ἄγει νῦν τὴν ἐνεστῶσαν πανήγυριν.