Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή: Η εορτή του Στεφάνου και ο πνευματικός του αγώνας

Η σύνδεση της εορτής της Γεννήσεως με τη μνήμη του πρωτομάρτυρος και η περιγραφή του μαρτυρίου του ως πνευματικού αγώνα και ουράνιου θεάματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 5

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ ΣΤΕΦΑΝΟΝ Ὡς καλὴ τῶν ἀγαθῶν ἡ ἀκολουθία, ὡς γλυκεῖα ἡ τῆς εὐφροσύνης διαδοχή. ἰδοὺ γὰρ ἑορτὴν ἐξ ἑορτὴν ἐξ ἑορτῆς καὶ χάριν ἀντιλαμβάνομεν χάριτος. χθὲς ἡμᾶς ὁ τοῦ παντὸς δεσπότης εἱστίασε, σήμερον ὁ μιμητὴς τοῦ δεσπότου. πῶς οὗτος ἢ πῶς ἐκεῖνος; ἐκεῖνος τὸν ἄνθρωπον ὑπὲρ ἡμῶν ἐνδυόμενος, οὗτος τὸν ἄνθρωπον ὑπὲρ ἐκείνου ἀποδυόμενος. ἐκεῖνος τὸ τοῦ βίου σπήλαιον δι᾽ ἡμᾶς ὑπερχόμενος, οὗτος τοῦ σπηλαίου δι᾽ ἐκεῖνον ὑπεξερχόμενος. ἐκεῖνος ὑπὲρ ἡμῶν σπαργανούμενος, οὗτος ὑπὲρ ἐκείνου καταλιθούμενος. ἐκεῖνος ἀναιρῶν τὸν θάνατον, οὗτος ἐπεμβαίνων τῷ θανάτῳ κειμένῳ.

Ἀλλὰ συνδράμωμεν, ἀδελφοί, τῷ λόγῳ καὶ ἡμεῖς πρὸς τὸ θέατρον, ὡς ὁ ἀθλητὴς ὁ μέγας ἐναγωνίζεται πρὸς τὸν πονηρὸν ἀντίπαλον τῆς ἀνθρωπίνης ζωῆς ἐν τῷ σταδίῳ τῆς ὁμολογίας ἀποδυόμενος. ἀληθῶς γὰρ κατὰ τὴν Παύλου φωνὴν θέατρον ἐγενήθη τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις ὁ Στέφανος, πρῶτος τὸν στέφανον τῆς μαρτυρίας ἀναδησάμενος, πρῶτος τῷ χορῷ τῶν μαρτύρων ὁδοποιήσας τὴν εἴσοδον, πρῶτος ἀντικαταστὰς πρὸς τὴν ἁμαρτίαν μέχρι τοῦ αἵματος. καί μοι δοκεῖ πᾶσα τῶν ὑπερκοσμίων ἡ στρατιὰ καὶ πᾶσαι τῶν ἀγγέλων αἱ μυριάδες τῶν τε λειτουργούντων καὶ τῶν παρεστηκότων καί, εἴ τι κατὰ τὴν ἄνω λῆξιν τῶν τιμίων ἀκούομεν ἐν ἀρχαῖς τε καὶ δυνάμεσι καὶ θρόνοις καὶ ἐξουσίαις καὶ κυριότησι, καὶ πᾶσα ἡ οὐρανία πανήγυρις θέαμα ποιεῖσθαι τότε τὸν ἀθλητὴν τῷ ἀνταγωνιστῇ συμπλεκόμενον.

Ὑφήπλωτο μὲν γὰρ οἷόν τι στάδιον τοῖς ἀγωνιζομένοις ὁ ἀνθρώπινος βίος, ἀντεφώρμων δὲ ἀλλήλοις ἀμφότεροι· ὅ τε πονηρὸς ἀντίπαλος τῆς ἀνθρωπίνης ζωῆς, ἀπὸ τοῦ πτώματος τῶν πρωτοπλάστων μέχρι τῶν κατὰ Στέφανον χρόνων τῇ κατὰ τῶν ἀνθρώπων ἐγγυμνασάμενος νίκῃ, καὶ ὁ μέγας τῆς πίστεως ἀγωνιστής, ἀντ᾽ οὐδενὸς κρίνων τοῦ ἀντιπάλου τὴν ἔφοδον. ὅπλα δὲ κατ᾽ ἀλλήλων ἀμφοτέροις ἦν, τῷ μὲν εὑρετῇ τοῦ θανάτου ἡ πρὸς τὸν θάνατον ἀπειλή, τῷ δὲ μαθητῇ τῆς ζωῆς ἡ ὁμολογία τῆς πίστεως. τίς γὰρ οὐκ ἂν ἠγάσθη τὸ καινὸν τοῦτο τῆς ἀγωνίας εἶδος, ὅτε ζωῇ καὶ θανάτῳ ἡ ἀλήθεια διεκρίνετο καὶ ἀπόδειξις ἐγίνετο τῆς ἀληθείας ὁ θάνατος; ὁ γὰρ κῆρυξ τῆς κεκρυμμένης τέως καὶ ἀγνοουμένης ζωῆς ἔργῳ διήγγελλε τοῖς ἀνθρώποις τὸ κήρυγμα· τὸ γὰρ ἑτοίμως τοῦτον καταλιπεῖν τὸν βίον ἀπόδειξις τοῖς ὀρθῶς κρίνουσιν ἦν τοῦ τὴν προτιμοτέραν ζωὴν ἀντὶ τῆς καταλειπομένης ἀλλάξασθαι.