Ἐκεῖνο δὲ πάλιν οὐδένα τῶν εὐσεβῶν ἀγνοεῖν οἴομαι, ὡς οὐ μόνον Πέτρου, καὶ Ἰακώβου, καὶ Ἰωάννου, ἀλλὰ καὶ πάσης ὁμοῦ τῆς ἀποστολικῆς ἁρμονίας τὰς μνείας ἐπιτελοῦμεν. Εἰ γὰρ κατὰ τὴν τῶν δογμάτων ἀλήθειαν, μελῶν τάξιν ἐπέχοντες, ἑνὸς σώματος ἀποπληροῦσι σχῆμα, δηλονότι δοξαζομένου μου μέρους ἑνὸς, ὥς φησιν ὁ Ἀπόστολος, Συνδοξάζεται πάντα τὰ μέλη, καὶ μάλιστα ἐπ᾽ ἐκείνων τῶν μακαρίων καὶ τελειοτάτων ἀνδρῶν, οἷς πάντα συμφωνεῖ πρὸς ἀλήθειαν, καὶ ὁ τρόπος ὁμόγνωμος, καὶ ἡ πίστις ὁμόδοξος, καὶ ὡς κοινὰ τὰ τῆς εὐσεβείας πλεονεκτήματα τούτων, κοινὰ καὶ τὰ παρὰ τῆς ἀληθείας σεμνολογήματα. Τίς δὲ οὐκ ἂν εὐλόγως ἡσθείη, καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος πληρωθείη, ἀποστολικῷ χορῷ κοινωνεῖν ἠξιωμένος, τῷ πᾶσαν τὴν οἰκουμένην πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ὁδηγήσαντι, τῷ κατὰ πάσης τῆς οἰκουμένης ἁπλώσαντι τὰ τῆς εὐσεβείας δίκτυα, καὶ πανταχοῦ πήξαντι τὰ τῆς ἀληθείας θήρατρα, ἵνα συλλαβόμενοι πᾶσαν ὁμοῦ τὴν ἀνθρωπότητα, τὴν ὑπὸ τῆς κακίας ἠγριωμένην προσαγάγωσι τῷ ἐξημεροῦντι καὶ σώζοντι; Εἰς πᾶσαν γοῦν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Οἱ θεμέλιοι τῆς Ἐκκλησίας, οἱ στύλοι καὶ τὰ ἑδραιώματα τῆς ἀληθείας, οὗτοί εἰσιν αἱ ἀένναοι πηγαὶ τοῦ σωτηρίου, αἳ πολὺ, καὶ πλούσιον, καὶ θεοειδὲς νᾶμα τὸ τῆς διδασκαλίας προχέουσιν.