Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα λόγος β

Γρηγόριος ὁ Νύσσης

Οι κορυφαίοι απόστολοι και η μαρτυρία των θείων μυστηρίων

Εκτενής αναφορά στους κορυφαίους αποστόλους Πέτρο, Ιάκωβο και Ιωάννη, με έμφαση στα είδη του μαρτυρίου τους, την παρουσία τους σε γεγονότα της θείας οικονομίας και την αποστολική τους αρμονία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Ὁ μὲν γὰρ Προφήτης, ἐκ προσώπου τοῦ Πατρὸς, φησὶ περὶ αὐτοῦ διὰ τῆς ὑμνῳδίας· Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου, τουτέστιν, Ὑπηρέτην καὶ πρόδρομον ἡτοίμασα τοῦ φωτός· ὁ δὲ Κύριος τὴν Πατρικὴν βεβαιῶν φωνὴν, Ἐκεῖνος ἦν, φησὶν, ὁ λύχνος ὁ καιόμενος. Ἀλλ᾽ ὅμως ὁ λύχνος ὢν, τοσοῦτον ἀπέσχε τοῦ ἀμαυρωθῆναι τῇ τοῦ Κυρίου παρουσίᾳ, ὃς ἦν ἥλιος δικαιοσύνης, ὥστε καὶ μᾶλλον διέλαμψε, κήρυξ ὁμοῦ καὶ θεολόγος αὐτοῦ τοῦ Σωτῆρος ὁ Βαπτιστὴς γενόμενος. Ἰωάννης μὲν οὖν διὰ τὸ ἕνα μόνον φωτίζειν οἶκον τὸν τοῦ Ἰσραὴλ, λύχνος ὠνομάσθη. Οἱ δὲ τοῦ Σωτῆρος ἀπόστολοι, οὐ λύχνοι, οὐδὲ ἀστέρες, ἀλλὰ φωστῆρες ἀνηγορεύθησαν, οὐκ ἐν ἑνὶ κλίματι, οὐδὲ μιᾷ γωνίᾳ λάμποντες, ἀλλ᾽ ἅπασαν τὴν ὑπὸ οὐρανὸν καταυγάζοντες. Ἔξαρχοι δὲ τούτων καὶ κορυφαῖοι ὁ Πέτρος, καὶ ὁ Ἰάκωβος, καὶ ὁ Ἰωάννης, οἱ σήμερον ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις σεμνυνόμενοι, συμφώνως μὲν πρὸς τὸ τέλος τοῦ βίου δραμόντες, διαφόροις δὲ τοῦ μαρτυρίου τρόποις ἐναθλήσαντες.

Ὁ μὲν γὰρ πρωτοστάτης καὶ κορυφαῖος τῆς ἀποστολικῆς χορείας ἀναδειχθεὶς, οἰκείαν τῷ ἀξιώματι τὴν δόξαν ἀπηνέγκατο, τῇ τοῦ Σωτῆρος ὁμοιοπαθείᾳ τετιμημένος· ὁ σταυρῷ γὰρ προσηλωθεὶς, τὴν Δεσποτικὴν εἰκόνα τοῦ βασιλέως ἐξετύπωσεν (εἰκόνα δὲ λέγω βασιλικὴν τὸν σταυρόν)· οὐκ αἰσχυνόμενος ἐπὶ τῷ πάθει, ἀλλὰ σεμνυνόμενος ἐπὶ τῷ μεγάλῳ τροπαίῳ. Μήτε γὰρ αὐτοῖς, μήτε ἡμῖν, μήτε τοῖς μεθ᾽ ἡμᾶς, μήτε τινὶ ἑτέρῳ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς καὶ ὁ Παῦλός φησιν ... οὕτω γὰρ καὶ Πέτρος φαίνεται διὰ τιμῆς ἔχων τὴν σεβάσμιον ... Ἠξίου γὰρ κατὰ κεφαλῆς κρεμασθῆναι ὑπὸ τῶν σταυρούντων διὰ πολλὴν εὐλάβειαν, ἵνα μὴ ἶσος εἶναι τῷ Σωτῆρι δόξῃ, τῷ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος σταυρωθέντι, καὶ πλατείαις, ὥσπερ ταῖς διὰ τοῦ σταυροῦ, χερσὶ τὴν οἰκουμένην περιβαλόντι.

Ἰάκωβος δὲ τὴν κεφαλὴν ἀπετέμνετο, τὴν ὄντως αὑτοῦ κεφαλὴν, τὸν Χριστὸν, ἀπολαβεῖν ἐπειγόμενος. Κεφαλὴ γὰρ ἀνδρὸς ὁ Χριστὸς, κατὰ τὸν Ἀπόστολον, καὶ πάσης ὁμοῦ κεφαλὴ τῆς Ἐκκλησίας. Ὁ δὲ μακάριος Ἰωάννης ἐν πολλαῖς καὶ διαφόροις κατὰ τὸν βίον ἀθλήσας ἀγῶσι, καὶ ἐν πᾶσι διαπρέψας τοῖς κατορθώμασι τῆς εὐσεβείας, κενὸν μὲν εἰς ὕδωρ τοῦτο πέρας ... κεκριμένος, τῷ χορῷ τῶν μαρτύρων συνηρίθμηται· (παρὰ γὰρ δικάζουσιν, οὐκ ἀπὸ τῆς ἐκβάσεως τοῦ πάθους, ἀλλὰ παρ᾽ αἱρέσεως τοῦ πόθου κρίνεται τὸ μαρτύριον)· Ἀλλ᾽ ὁ μὲν τοῦ θανάτου τρόπος τοιοῦτος ἦν, τοῖς διὰ θανάτου τὴν ἀθάνατον μνήμην καὶ ταῖς Ἐκκλησίαις χαρισαμένοις. Ἔπρεπε δὲ ὡς ἀληθῶς ἐπὶ τὸ αὐτὸ τῶν προειρημένων ἀνδρῶν τὰς μνήμας ἐπιτελεῖσθαι, οὐ μόνον διὰ τὸ σύμφωνον τῆς εὐσεβείας, ἀλλὰ καὶ διὰ τὸ ὁμότιμον τῆς ἀξίας.

Οὗτοι γὰρ μόνοι τῷ Κυρίῳ πάντοτε συσχολάζοντες, καὶ ἐξαίρετον ὥσπερ παρὰ τοὺς λοιποὺς τῶν ἀποστόλων χώραν ἔχοντες, καὶ παῤῥησίαν, οὐ κατὰ τὴν τῆς ἀνθρωπίνης φιλίας πρόσληψιν, ἀλλὰ κατὰ θεϊκὴν ἀληθείας ἐπίκρισιν.

Ἔστι γοῦν εὑρεῖν ἐν τοῖς μεγίστοις τῶν θαυμάτων μόνους αὐτοὺς παρὰ τοῦ Κυρίου παραληφθέντας, ὡς πιστοτάτους καὶ ἀληθεστάτους τῶν γιγνομένων μάρτυρας· τοῦτο μὲν ἐπὶ τῆς ἐν τῷ ὄρει θεωρίας (μόνος γὰρ ἦν ἐκεῖ Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, ὅτε τὸ σῶμα τὸ ἑαυτοῦ μεταμορφώσας ὁ Κύριος, εἰς ἔνδοξον καὶ λαμπροτέραν θεότητα μετέβαλε, Μωϋσέα καὶ Ἠλίαν ἐν ἑαυτῷ παραστησάμενος, καὶ τῇ νεφέλῃ τοῦ φωτὸς ἐπισκιάσας, τὴν μεγάλην ἐκείνην εἰκόνα τῆς βασιλείας ὑπέδειξε)· τοῦτο δὲ ἐπὶ τῆς Ἰαείρου θυγατρὸς, ἣν θανοῦσαν διήγειρε· καὶ γὰρ ἐκεῖ τούτους εἶχεν ἐπόπτας τῆς γενομένης θαυματουργίας.

Ἔτι γε μὴν, ἵνα μὴ τὰ καθ᾽ ἕκαστον λέγων διατρίβω, καὶ κατ᾽ αὐτὸν τὸν καιρὸν τοῦ σωτηρίου πάθους τοὺς αὐτοὺς ἄνδρας παραλαβὼν, ἐθάῤῥησεν εἰπεῖν, ὡς πιστοῖς ἀνδράσι καὶ βεβαιοτάτοις· Νῦν ἡ ψυχή μου τετάρακται. Ταῦτα δὲ ἡμῖν εἴρηται, οὐκ εἰς καθαίρεσιν τῶν λοιπῶν ἀποστόλων, ἀλλ᾽ εἰς μαρτύριον τῆς τῶν μνημονευομένων ἀρετῆς· εἰ δὲ δεῖ φιλαλήθως εἰπεῖν, καὶ εἰς κοινὸν τῶν ἀποστόλων ἐγκώμιον· τὸ γὰρ ὑπεροχὰς καὶ ἐπιβάσεις ἐν τοῖς ἁγίοις ὁρίζεσθαι, οὐκ ἀνθρωπίνης ἂν ᾖ δοκιμασίας, ἀλλ᾽ ἐπικρίσεως καὶ ἀληθείας Θεοῦ. Ἡμᾶς δὲ μνήμαις τοιούτων καὶ τηλικούτων ἀνδρῶν κοινωνεῖν ἀξιωθέντας, εὐχαριστεῖν ἀναγκαῖον, οὐχ ὅσον ὀφείλομεν, τοῦτο γὰρ ἀδύνατον, ἀλλ᾽ ὅσον ἰσχύομεν, τοῦτο γὰρ εὐαπόδεκτον. Ἀπαιτοῦσι δὲ ταύτας οἱ ἅγιοι παρ᾽ ἡμῶν τὰς τιμὰς, οὐχ ἵνα τι κερδάνωσιν εὐφημούμενοι, ἀλλ᾽ ἵνα ἡμεῖς κοινωνήσωμεν εὐεργετούμενοι.

Ἐκεῖνο δὲ πάλιν οὐδένα τῶν εὐσεβῶν ἀγνοεῖν οἴομαι, ὡς οὐ μόνον Πέτρου, καὶ Ἰακώβου, καὶ Ἰωάννου, ἀλλὰ καὶ πάσης ὁμοῦ τῆς ἀποστολικῆς ἁρμονίας τὰς μνείας ἐπιτελοῦμεν. Εἰ γὰρ κατὰ τὴν τῶν δογμάτων ἀλήθειαν, μελῶν τάξιν ἐπέχοντες, ἑνὸς σώματος ἀποπληροῦσι σχῆμα, δηλονότι δοξαζομένου μου μέρους ἑνὸς, ὥς φησιν ὁ Ἀπόστολος, Συνδοξάζεται πάντα τὰ μέλη, καὶ μάλιστα ἐπ᾽ ἐκείνων τῶν μακαρίων καὶ τελειοτάτων ἀνδρῶν, οἷς πάντα συμφωνεῖ πρὸς ἀλήθειαν, καὶ ὁ τρόπος ὁμόγνωμος, καὶ ἡ πίστις ὁμόδοξος, καὶ ὡς κοινὰ τὰ τῆς εὐσεβείας πλεονεκτήματα τούτων, κοινὰ καὶ τὰ παρὰ τῆς ἀληθείας σεμνολογήματα. Τίς δὲ οὐκ ἂν εὐλόγως ἡσθείη, καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος πληρωθείη, ἀποστολικῷ χορῷ κοινωνεῖν ἠξιωμένος, τῷ πᾶσαν τὴν οἰκουμένην πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ὁδηγήσαντι, τῷ κατὰ πάσης τῆς οἰκουμένης ἁπλώσαντι τὰ τῆς εὐσεβείας δίκτυα, καὶ πανταχοῦ πήξαντι τὰ τῆς ἀληθείας θήρατρα, ἵνα συλλαβόμενοι πᾶσαν ὁμοῦ τὴν ἀνθρωπότητα, τὴν ὑπὸ τῆς κακίας ἠγριωμένην προσαγάγωσι τῷ ἐξημεροῦντι καὶ σώζοντι; Εἰς πᾶσαν γοῦν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Οἱ θεμέλιοι τῆς Ἐκκλησίας, οἱ στύλοι καὶ τὰ ἑδραιώματα τῆς ἀληθείας, οὗτοί εἰσιν αἱ ἀένναοι πηγαὶ τοῦ σωτηρίου, αἳ πολὺ, καὶ πλούσιον, καὶ θεοειδὲς νᾶμα τὸ τῆς διδασκαλίας προχέουσιν.

Ἐπὶ τούτους ἡμᾶς καὶ ἡ προφητικὴ παραπέμπει φωνὴ, λέγουσα· Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. Μνημονεύεται Πέτρος ἡ κεφαλὴ τῶν ἀποστόλων, καὶ συνδοξάζεται μὲν αὐτῷ τὰ λοιπὰ μέλη τῆς Ἐκκλησίας· ἐπιστηρίζεται δὲ ἡ Ἐκκλησία τοῦ Θεοῦ.

Οὗτος γάρ ἐστι κατὰ τὴν δοθεῖσαν αὐτῷ παρὰ τοῦ Κυρίου δωρεὰν ἡ ἀῤῥαγὴς καὶ ὀχυρωτάτη πέτρα, ἐφ᾽ ἣν τὴν Ἐκκλησίαν ὁ Σωτὴρ ᾠκοδόμησε. Μνημονεύεται πάλιν Ἰάκωβος καὶ Ἰωάννης, καὶ ὡς υἱοὶ βροντῆς ὑπὸ τοῦ Σωτῆρος προσαγορευόμενοι, πάσας ἑαυτοῖς τὰς ὀμβροτόκους νεφέλας συνεπιφέρονται· ῥηγνυμένης γὰρ τῆς βροντῆς, ἀνάγκη καὶ τὰς νεφέλας συναθροίζεσθαι. Νεφέλας μὲν οὖν τοὺς ἀποστολικοὺς καὶ προφητικοὺς λόγους ὑποληπτέον, ὧν εἰ καὶ διάφοροι τοῦ κηρύγματος οἱ χρόνοι, ἀλλὰ σύμφωνοι τῆς εὐσεβείας οἱ νόμοι· ἐξ ἑνὸς γὰρ αὐτοῖς καὶ τοῦ αὐτοῦ πνεύματος ὥρμηται τὰ χαρίσματα.