Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα λόγος β

Γρηγόριος ὁ Νύσσης

Ο πρωτομάρτυρας Στέφανος και το μαρτύριό του

Η ανάδειξη του Στεφάνου ως απαρχής της Εκκλησίας, η αδιάσπαστη θεολογική σχέση του με τους αποστόλους και η περιγραφή της απολογίας και του μαρτυρίου του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΕΤΕΡΟΝ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΣΤΕΦΑΝΟΝ ΤΟΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ. Ἐπεδήμησε Χριστὸς τῷ κόσμῳ εἰς σωτηρίαν, καὶ μετ᾽ αὐτὸν ἐβλάστησαν οἱ καρποὶ τῆς Ἐκκλησίας. Ἔλαμψεν ὁ μάρτυς τῆς ἀληθείας, καὶ συνέλαμψαν οἱ μάρτυρες τῆς μεγάλης οἰκονομίας. Ἠκολούθησαν οἱ μαθηταὶ τῷ Διδασκάλῳ, τοῖς Κυριακοῖς ἴχνεσιν ὁδεύοντες· μετὰ Χριστὸν οἱ Χριστοφόροι· μετὰ τὸν ἥλιον τῆς δικαιοσύνης οἱ φωστῆρες τῆς οἰκουμένης· καὶ πρῶτος μὲν ἡμῖν ὁ Στέφανος ἤνθησεν, οὐκ ἐκ τῶν Ἰουδαϊκῶν ἀκανθῶν πλακεὶς, ἀλλ᾽ ἐκ τῆς ἐκκλησιαστικῆς εὐθηνίας πρῶτος καρπὸς τῷ Κυρίῳ προσενεχθείς.

Ἰουδαῖοι μὲν γὰρ στέφανον ἐξ ἀκανθῶν πλέξαντες, τῇ κεφαλῇ τοῦ Σωτῆρος ἐπέθηκαν, ἀξίους τῆς κακῆς γεωργίας αὐτῶν τοὺς καρποὺς ἐπιδειξάμενοι τῷ Δεσπότῃ τοῦ ἀμπελῶνος, ὡς διὰ τῆς προφητείας προανεφώνει, λέγων· Ἀμπελὼν Κυρίου Σαβαὼθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ὁ ἄνθρωπος Ἰούδα, νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Οἱ δὲ τῆς εὐαγγελικῆς ἀληθείας ἐργάται πρῶτον προοίμιον εὐσεβείας, καὶ πρώτην ἀπαρχὴν τῆς γεωργίας, Στέφανον τὸν ἅγιον ἄνδρα προσφέρουσι τῷ Δεσπότῃ, οἷα δή τινα στέφανον ἀληθῶς ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶν συνηρμοσμένον. Πρῶτον μὲν γὰρ ὁ θαυμάσιος οὗτος ἀνὴρ τὴν τῶν χηρῶν ἐπιμέλειαν ἐπιστεύετο, μαρτυρηθεὶς κρίσει καὶ ἐκλογῇ τῶν ἀποστόλων ἀνὴρ εἶναι πιστὸς, καὶ πλήρης Πνεύματος ἁγίου, ἔπειτα δυνάμει πνευματικῆς σοφίας. Καὶ γὰρ τῷ θείῳ λόγῳ τοσαύτην ὑπὲρ τοῦ κηρύγματος συνηγορίαν ἐπεδείκνυτο, ὡς καὶ μεγάλα τὰ θαύματα τῆς θείας ἐνεργείας συντρέχειν αὐτοῦ ταῖς διδασκαλίαις. Στέφανος γὰρ, φησὶ, πλήρης πίστεως καὶ δυνάμεως, ἐποίει σημεῖα μεγάλα. Οὐ γὰρ ἐδικαίωσεν ἐμπόδιον αὐτῷ τι γενέσθαι τῇ περὶ τὰς χήρας σπουδῇ, ἀλλὰ καὶ ταύτης εἴχετο προθύμως, κἀκείνης οὐκ ἀπελιμπάνετο· καὶ ἦν ἐπ᾽ αὐτῷ μέγα τὸ θαῦμα, καὶ φιλοπόνου διανοίας πλεονέκτημα.

Χήρας ἐπιστεύετο, καὶ ψυχὰς ἐνεπορεύετο, τὰς μὲν ἄρτῳ τρέφων, τὰς δὲ λόγῳ παιδεύων, καὶ ταῖς μὲν σωματικὴν τράπεζαν προτιθεὶς, ταῖς δὲ πνευματικὴν ἑστίαν προβαλλόμενος. Ἦν γὰρ ἀνὴρ ἀγαθὸς, καὶ πλήρης Πνεύματος ἁγίου· ἀγαθότητι μὲν τῆς γνώμης, τῶν πενήτων τὴν λειτουργίαν ὑφιστάμενος· παῤῥησίᾳ δὲ καὶ δυνάμει τοῦ Πνεύματος, τοὺς ἐχθροὺς τῆς ἀληθείας ἐπιστομίζων. Πᾶσι γοῦν ἀντέκρουε, καὶ πάντας τῷ λόγῳ τῆς ἀληθείας κατηγωνίζετο, λογισμοὺς καθαιρῶν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τοσαύτη δὲ αὐτῷ ἰσχὺς τοῦ λόγου παρῆν, ὡς κατὰ τὴν μαρτυρίαν τῆς ἁγίας Γραφῆς, μηδένα δύνασθαι ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει. Ἀλλ᾽ ἐπὶ τὸ συνέδριον ἤγετο τῆς ἀπιστίας, ὁ κήρυξ τῆς ἀληθείας· δεῖ γὰρ ἡμᾶς οὕτω παραδραμόντας τῷ Πρωτομάρτυρι τὴν ὀφειλομένην ἀποδοῦναι, ἣν χθὲς ἀποπληρῶσαι τὸ ἀσθενὲς τοῦ σώματος οὐκ ἐπέτρεψε, καὶ σήμερον τοῖς ἁγίοις ἀποστόλοις τὴν οἰκείαν μνήμην ἀποπληρῶσαι. Πρῶτον μὲν γὰρ οὐχ ἡμέραις, οὐδὲ χρόνοις, τὰ τῶν ἁγίων ἐγκώμια περιορίζεται· Εἰς μνημόσυνον γὰρ, φησὶν, αἰώνιον ἔσται δίκαιος· ἔπειτα δὲ, οἷς οὐ διαιρεῖται τὰ τῆς γνώμης. Οὔτε τοίνυν μάρτυρες ἄνευ ἀποστόλων, οὔτε πάλιν ἀπόστολοι χωρὶς ἐκείνων. Διδάσκαλοι μὲν γὰρ μαρτύρων, ἀπόστολοι· εἰκόνες δὲ τῶν ἀποστόλων, οἱ μάρτυρες.

Εἰκόνα γοῦν τὴν ἐκείνων καὶ τὸν χαρακτῆρα φέρων ὁ μακάριος Στέφανος, σταυρὸν, καὶ διὰ τοῦ θανάτου πρῶτος τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο.

Ἀλλ᾽ ὅμως διὰ τῆς ὑπομονῆς τοῦ μαρτυρίου τοὺς διδασκάλους ἀπεσέμνυνε, καὶ γέγονεν ἀληθῶς στέφανος· στέφανος γὰρ τῶν καλῶν διδασκάλων οὐκ ἦν τιμὴ τῆς εὐφημίας, ἀλλ᾽ ἦν προκοπὴ τῆς Ἐκκλησίας, ὥσπερ γοῦν Κορινθίοις γράφων ὁ θεῖος Ἀπόστολός φησιν· Ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

Εἰσῆλθεν εἰς τὸ συνέδριον τῶν Χριστοφόνων ὁ Χριστοφόρος· εἰσεπήδησεν εἰς τὴν συναγωγὴν τῶν λύκων τὸ πρόβατον· ἀλλ᾽ ἦν οὐχ ὡς ἁπλῶς πρόβατον θηριάλωτον, ἀλλὰ πρόβατον ὑπὸ Χριστοῦ ποιμαινόμενον, καὶ πρὸς τοὺς λύκους ἀγωνιζόμενον. Οἱ μὲν γὰρ ἐλύσσων καὶ διεπρίοντο, ταῖς κατηγορίαις καὶ ταῖς ἀπειλαῖς τὸ ποίμνιον καταδάκνοντες· ὁ δὲ μᾶλλον αὐτοὺς τοῖς ἐλέγχοις διεσπάραττεν, ἢ ταῖς ἀπειλαῖς καὶ ταῖς κατηγορίαις, ὡς ἐκεῖνοι. Μὴ ψιλῶς, μηδ᾽ ἐπιπολαίως παραδράμωμεν τὰ λεγόμενα. Οὗτος γὰρ πρὸς τοσαύτην συναγωγὴν πονηρευομένων, καὶ πρὸς τοσαύτην λύκων ἔφοδον κατὰ τῆς ἀδικίας ἐθάρσησε παῤῥησιάσασθαι, καὶ εἰπεῖν μετὰ τὴν πολλὴν ἐκείνην διδασκαλίαν· Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, καθὼς οἱ πατέρες ὑμῶν, καὶ τὰ ἑξῆς.

Οὕτως ὁ ἐπὶ μὲν γῆς φαινόμενος, τὰ δὲ ἐν οὐρανῷ κατοπτριζόμενος· καὶ ἀνθρώπου μὲν φύσιν ἐνδεδυμένος, ἀγγέλου δὲ ὄψιν καὶ σχῆμα μεταμορφωσάμενος (καὶ τούτων οὐδὲν ἀπεικός· ἔπρεπε γὰρ ἀληθῶς ἐν τῷ Πρωτομάρτυρι δειχθῆναι τῶν μαρτύρων τὸ ἀξίωμα, καὶ γνῶναι λοιπὸν ἅπαντας τῆς καινῆς χάριτος τὰ ἔργα)· ὁ τοῦ μαρτυρίου πόθος οὐ μόνον ἀγγελικὴν ἀξίαν χαρίζεται, ἀλλὰ καὶ οὐρανῶν ἀνοίγει πύλας· οὐκέτι θανάτῳ τὰς ψυχὰς παραπέμπων, ἀλλ᾽ εἰς χεῖρας Χριστοῦ τὸ πνεῦμα παρατιθέμενος. Ὁ μὲν γὰρ Κυριακὸς ἄνθρωπος τοῦ Σωτῆρος τῷ ἑαυτῷ Πατρὶ ἐν τῷ σταυρῷ προσεφώνει, λέγων· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου· ὁ δὲ τοῦ Χριστοῦ δοῦλος Στέφανος, ἀνατείνας εἰς τὸν Δεσπότην, Κύριε, φησὶν, Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· ταύτῃ τῇ φωνῇ τὴν ψυχὴν ἀποθέμενος. Ἄγγελοι τὸν ἑαυτῶν χορευτὴν ἀπελάμβανον, μᾶλλον αὐτὸν ἄνωθεν βάλλοντες ταῖς εὐφημίαις, ἢ ἐν τοῖς λίθοις κάτωθεν Ἰουδαῖοι.