Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα λόγος β

Γρηγόριος ὁ Νύσσης

Η ουράνια δόξα του Στεφάνου και ο φωτισμός των αγίων

Η μετάβαση από τη δόξα του πρωτομάρτυρα στη σύνδεσή του με τους αποστόλους, και η παρουσίαση του Χριστού ως νοητού Ήλιου της Δικαιοσύνης που καταυγάζει τους προφήτες και τους μαθητές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Ἀλλ᾽ ὁ μὲν Στέφανος οὕτω τὸν καλὸν ἀγωνισάμενος ἀγῶνα, τὸν ἐν οὐρανοῖς κλῆρον ἐδέξατο. Τῷ Στεφάνῳ δὲ τούτῳ πάντες ἐξαίφνης οἱ τίμιοι λίθοι συνεπλάκησαν, οἱ θειότατοι τῶν Εὐαγγελίων κήρυκες, μεθ᾽ οὓς οἱ μάρτυρες, καὶ μετ᾽ αὐτοὺς πάλιν οἱ σωτηρίῳ ἀρετῇ διαλάμψαντες· προηγουμένως δὲ οἱ ἐπὶ τοῦ παρόντος μνημονευόμενοι, πολὺ καὶ λαμπρὸν ἀπαστράπτοντες τὸ κάλλος τῆς εὐσεβείας, λέγω δὴ Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ καὶ τῆς ἀποστολικῆς ἁρμονίας ἔξαρχοι, καὶ τῆς ἐκκλησιαστικῆς εὐδοξίας στέφανοι. Οὐκ ἀφίσταμαι γὰρ τῆς τοῦ Στεφάνου προσηγορίας· ἀλλὰ πολλάκις καὶ μυριάκις λέγων, ἔτι διψῶν ἐπαναλαμβάνω· Στεφάνου γὰρ κόρος οὐκ ἔστι τοῖς τὸ μακάριον τέλος τῶν στεφάνων ἐκδεχομένοις. Οὐκοῦν, εἰ δεῖ φιλαλήθως εἰπεῖν, ἀπὸ Στεφάνου πάλιν στεφάνοις εὐωχοῦμεν, καὶ κοινωνοῦμεν αὐτῶν ταῖς μνήμαις, ἐπειδήπερ ἐλπίζομεν κοινωνεῖν, καὶ μένειν, καὶ συνδοξάσομεν· βεβαιούσης γὰρ τῆς ἐπαγγελίας, ἡ κοινωνία τῆς πίστεως πολυπλασιάζεται.

Πάλιν δὲ ἡμῖν, ἀδελφοὶ, τῶν ἀγαθῶν ἡ ἀπόλαυσις, τῷ τὴν Κυριακὴν τῆς ἀναστάσεως ἡμέραν συλλάμψαι τῇ μνήμῃ τῶν μαρτύρων. Ἐν ταύτῃ γὰρ προηγουμένως ἡμῶν τὰς διανοίας κατηύγασεν ὁ φωτισμὸς τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, ἐν ᾗ τὰς σωτηρίους ἀκτῖνας τῆς δικαιοσύνης ἀνθήσας, τὸ μὲν σκότος τῆς ἀσεβείας ἠφάνισε, τὰς δὲ ψυχὰς τῇ ἐπιγνώσει τῆς ἀληθείας ἐλάμπρυνε. Καὶ ὅρα μοι τὸ θαυμαστὸν τῆς εὐεργεσίας καὶ μέγιστον. Ὁ μὲν γὰρ αἰσθητὸς οὗτος ἥλιος ἀνίσχων ἕωθεν, καὶ ταῖς προδρόμοις τῶν ἀκτίνων αὐγαῖς τὴν ἡμέραν προοιμιαζόμενος, καλύπτει μὲν καὶ περιβάλλει ταῖς μαρμαρυγαῖς τὴν ὑπ᾽ οὐρανόν· ἀποκρύπτει δὲ καὶ ἀμαυροῖ πάντας ὁμοῦ τοὺς τῶν ἀστέρων χοροὺς, ὡς μόνον αὐτὸν ὁρᾶσθαι περιπολοῦντα ταῖς οὐρανίαις ἁψίσιν. Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀνατείλας ἡμῖν ἐξ ὕψους, κατὰ τὴν λέγουσαν περὶ αὐτοῦ προφητείαν, Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς Ἀνατολὴ ἐξ ὕψους, οὐ μόνον οὐκ ἀπέκρυψε τοὺς πρὸ τῆς ἐπιδημίας αὐτοῦ δίκην ἀστέρων ἀναλάμψαντας ἁγίους, καὶ προδρόμους αὐτοῦ γενομένους, ἀλλὰ κἀκείνους λαμπροτέρους ἐποίησε, καὶ ἑτέρους ἑαυτῷ φωστῆρας συνανέλαμψε.

Προφῆται μὲν γὰρ διέλαμψαν μετὰ τὴν ἐκείνου παρουσίαν· μᾶλλον δὲ ἢ πρὸ ἐκείνης. Ἀμυδρᾶς γὰρ οὔσης ἔτι τῆς προφητείας ταῖς εὐαγγελικαῖς τῶν Γραμματέων ἐκβάσεσιν, ὁ Σωτὴρ ἐλθὼν εἰς τὸν κόσμον, πάντας ἐλάμπρυνε, καὶ διεσάφησε, πλήρωμα νόμου καὶ προφητῶν γενόμενος. Οὐ γὰρ ἦλθε καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι.

Ἐπὶ δὲ τῆς νέας χάριτος περὶ ἑαυτοῦ λέγων ὁ Σωτὴρ, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου τούτου, οὐκ ἀπηξίωσεν ἡ πηγὴ τῆς ἀγαθότητος ἐξ ἀγαθοῦ Πατρὸς προελθὼν, τοῖς αὐτῷ δουλεύουσι μεταδοῦναι τῆς ἑαυτοῦ προσηγορίας· ἀλλά φησι πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· καὶ, Λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὃ δὲ μεῖζον παραγαγεῖν ἔχομεν εἰς ὑπόμνησιν τῶν εἰρημένων, τοῦτο, χάριτι Θεοῦ, πάλιν ἐκθησόμεθα· Ἰωάννης Βαπτιστὴς, λύχνος ὀνομασθεὶς, καὶ ἐν τοῖς Ψαλμοῖς προαναπεφωνημένος, καὶ ὑπὸ Κυρίου μεμαρτυρημένος.