Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα

Γρηγόριος ὁ Νύσσης

Η απολογία, το μαρτύριο και η μακροθυμία του αγίου

Η ανασκευή των ψευδών κατηγοριών, η απολογία στο συνέδριο, το όραμα της θείας δόξης, ο λιθοβολισμός και η ανώτερη συγχωρητικότητα του Στεφάνου προς τους διώκτες του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Ἀλλ᾽ ἐπανέλθωμεν πάλιν ἐπὶ τὸ στάδιον. τίσι λόγοις ἀνακινοῦσι τὸν δῆμον οἱ συκοφάνται; οὐ παύεται, φησί, λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου [τούτου] καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυσῆς. ἡ μὲν οὖν κατηγορία τῶν τοῦ διαβόλου ῥητόρων τοιαύτη. ἡ δὲ τῶν ἀκουόντων ἄνοια τίς; ἐπὶ τίνι χαλεπαίνουσι τῷ κατηγορηθέντι; τίνα κακίαν ἐν τοῖς εἰρημένοις ἐφώρασαν; τὰ μὲν γὰρ προφερόμενα κατ᾽ αὐτοῦ τῶν εἰς ὕστερον ἐκβησομένων ἦν. ἔφησαν γὰρ αὐτὸν εἰρηκέναι τὸν τόπον καταλυθήσεσθαι καὶ τὰ νόμιμα τοῦ Μωυσέως μετατεθήσεσθαι. τί οὖν ἐν τούτοις ἐστὶ τὸ ἀδίκημα, κἂν ἀληθεύῃ, κἂν ψεύδηται; εἰ μὲν γὰρ ψεύδεται, τὸ λυποῦν οὐκ ἐκβήσεται, εἰ δὲ ἀληθεύει, τί ἀδικεῖ ὁ λόγος προμηνύων τὴν ἔκβασιν; τὰ γὰρ γινόμενα πάντως ἐκβήσεται καὶ σιωπώντων καὶ μή. ὁ δὲ φόνος τοῦ προμηνύσαντος τίνα φέρει τῶν λυπούντων διόρθωσιν; εἶτα· κατηγορεῖται μὲν Ἰησοῦς ὁ Ναζωραῖος, ἡ δὲ τῆς τιμωρίας ψῆφος ἐπὶ τὸν Στέφανον φέρεται. καίτοι εἰ ὁ ἀδικῶν κινεῖ τὴν ὀργήν, ἀδίκημα δέ ἐστιν ἡ τοῦ τόπου καὶ τῶν ἐθῶν μεταποίησις, ταῦτα δὲ οὐ παρὰ Στεφάνου, ἀλλὰ παρὰ Ἰησοῦ γίνεσθαί φησιν ὁ κατήγορος, ἐπὶ τὸν κατηγορηθέντα πάντως ἔδει συγκινεῖσθαι τὸ δικαστήριον. ὢ τῆς ἀδίκου τῶν ἀκουόντων ψήφου.

ἐπειδὴ Ἰησοῦς, φησίν, μεταποιήσει τοὺς νόμους, καταλευσθήτω ὁ Στέφανος. πῶς δὲ καταλύσει τὸν νόμον ὁ Ἰησοῦς ὁ οὕτως περὶ τὸν νόμον ἔχων, ὁ τοσαῦτα πρὸς βεβαίωσιν τῶν ἀρχαίων νομοθετήσας, ὁ εἰπών· οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, ὁ τὸν περὶ τοῦ μὴ φονεῦσαι νόμον διὰ τοῦ μηδὲ τὴν ἀρχὴν ὀργισθῆναι τοῖς μαθηταῖς βεβαιώσας, ὁ τῇ ἐπιθυμίᾳ συνεκβαλὼν τὴν μοιχείαν, ὁ διὰ τοῦ μὴ ἀμύνασθαι τὸν προληλυπηκότα κελεῦσαι τὸ μηδὲ ἄρχειν ἀδίκων χειρῶν κατασκευάσας, ὁ διὰ τῆς μεταδόσεως τῶν προσόντων τὸ κατὰ πλεονεξίαν πάθος ὑπερορίσας; πῶς οὔτε ἐμνημονεύθη ταῦτα οὔτε συνεξητάσθη τῇ κρίσει; ἐβουλόμην νῦν παρεῖναί μοι τῶν μιαιφόνων ἐκείνων δικαστῶν τὸ συνέδριον καὶ μαθεῖν περὶ τῶν τόπων ὑπὲρ ὧν χαλεπαίνουσι, ποῦ ὁ διώνυμος ἐκεῖνος ναός, ποῦ τὰ ἀπιστούμενα τῶν λίθων μεγέθη, ποῦ τὸ χρυσίον ἐκεῖνο τὸ τῇ λοιπῇ ὕλῃ τῇ περὶ τὸν ναὸν μικροῦ δεῖν ἰσοστάσιον, ποῦ αἱ νόμιμοι ἱερουργίαι, ὁ κριός, ὁ μόσχος, ὁ ἀμνός, ἡ δάμαλις, ἡ περιστερά, ἡ τρυγών, ὁ ἀποπομπαῖος χίμαρος; εἰ διὰ τοῦτο τοῦ Στεφάνου θάνατον καταψηφίζονται, ἵνα μηδὲν τῶν σκυθρωπῶν ἐκείνων εἰς πέρας ἔλθῃ, δειξάτωσαν ὅσα διὰ τῆς μιαιφονίας ἑαυτοῖς διεσώσαντο. εἰ δὲ οὐδὲν τούτων ἐστίν, ὑπὲρ οὗ τὴν ψῆφον ἐκείνην ἐξήνεγκαν, ἀντὶ τίνος ὁ φόνος, εἰπάτωσαν.

Ἀλλ᾽ ἴδωμεν ἐν τοῖς ἐφεξῆς τῶν ἀγώνων, ὅπως ἀμύνεται τοὺς μιαιφόνους ὁ ταῖς νιφάσι τῶν λίθων καταχωννύμενος, ποίας ἀντιπέμπει βολὰς κατὰ τῶν ἀφιέντων τὰς τῶν λίθων βολάς. μαθέτωσαν Ἰουδαίων παῖδες τὰ τῶν Χριστιανῶν ὅπλα, οἷς πρὸς ἄμυναν τῶν λυπούντων χρησάμενος ὁ μέγας Στέφανος νόμον τῷ βίῳ τὸ ἔργον πεποίηται. οἱ μὲν γὰρ θηριώδει τινὶ καὶ ἀπηνεῖ τῇ λύσσῃ κύκλῳ περιστάντες τὸν ἅγιον πρὸς ἕνα σκοπὸν οἱ πάντες ἔβαλλον, πᾶν τὸ ὑπὸ χεῖρα γενόμενον ὅπλον κατὰ τοῦ Στεφάνου ποιούμενοι. ὁ δὲ καθάπερ τις ἱερεὺς κατὰ τὸν πνευματικὸν νόμον εὐαγῆ θυσίαν ἱερουργῶν οὐκ ἀλλότριον, ἀλλὰ τὸ ἴδιον προσάγων σῶμα, καὶ ἀντὶ σπονδῆς ἀπορραίνων τοῦ αἵματος, δι᾽ ἑαυτοῦ τὸν θεόν, ὃν ἐν τοῖς οὐρανίοις ἀδύτοις ἔβλεπεν, ὑπὲρ τῶν πλημμελούντων ἐξιλεοῦτο, εὐεργεσίᾳ τὴν μιαιφονίαν αὐτῶν ἀμειβόμενος, βοῶν ἐν ταῖς τῶν φονευτῶν ἀκοαῖς [καὶ λέγων]· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ ὁ μὲν ἐξήλειφεν αὐτῶν δι᾽ εὐχῆς τὴν ἁμαρτίαν, ἣν ταῖς παρανόμοις αὐτῶν χερσὶν οἱ μιαιφόνοι ἐχειρογράφουν, οἱ δὲ καὶ πρὸς τὴν εὐχὴν παρωξύνοντο καὶ οὐ πρότερον ἀνίεσαν βάλλοντες, ἕως ὁ μέγας Στέφανος καθάπερ ἄνθεσιν ἁπαλοῖς ἢ δρόσῳ τινὶ κούφῃ περιρρεόμενος εἰς τὸν γλυκύν τε καὶ μακαριστὸν ὕπνον ἐκλίθη.

Ἀλλ᾽ ἔφθασεν ἡ νίκη τοὺς ἄθλους, καὶ πρὸ τῶν ἀγώνων ὁρῶμεν τὸν στεφανίτην. πρὶν γὰρ θεωρῆσαι τὴν ἀγωνίαν, πρὸς τὸ πέρας τῶν ἄθλων ὑπὸ τοῦ λόγου παρήχθημεν. ἔδει γὰρ οἶμαι μὴ παραδραμεῖν ἐκεῖνα τῷ λόγῳ, δι᾽ ὧν μάλιστα ἡ τοῦ μάρτυρος ἀρετὴ διεδείκνυτο. οἷον ἦν τὸ τῶν φονώντων συνέδριον, καὶ πῶς κατὰ τὸ ἴσον πᾶσι πρὸς τὸν φόνον ὁ θυμὸς διεγήγερτο· ὅση πρὸς τὸ κακὸν ἦν τοῖς συνειλεγμένοις ἡ σύμπνοια· οἷον ἑκάστου τὸ βλέμμα, οἷον τὸ σχῆμα, οἷον τὸ περὶ τοὺς ὀδόντας πάθος, καθὼς παρασημαίνεται ἡ θεία γραφή, ὅτι διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. καὶ ὃς ἐν μέσῳ τοιούτων καὶ τοσούτων ἑστὼς καὶ πάσῃ τῇ ἀντικειμένῃ δυνάμει τῇ ἐν τοῖς μιαιφόνοις ἐνεργουμένῃ ἑαυτὸν ἀντεγείρων διὰ πάντων ὑπερέσχε τῷ μεγαλοφυεῖ τοῦ φρονήματος, ἀντιτιθεὶς τῷ μὲν θυμῷ τὴν μακροθυμίαν, ταῖς δὲ ἀπειλαῖς τὴν ὑπεροψίαν, τῷ δὲ τοῦ θανάτου φόβῳ τὴν τῆς ζωῆς καταφρόνησιν, τῷ μίσει τὴν ἀγάπην, τῇ δυσμενείᾳ τὴν εὐποιίαν, τῇ συκοφαντίᾳ τὴν τῆς ἀληθείας φανέρωσιν. οὐ γὰρ δι᾽ ἑνὸς τρόπου νικητὴς ὁ τῆς ἀληθείας ἀγωνιστὴς ἀπεδείκνυτο, ἀλλὰ πρὸς πᾶν εἶδος κακίας τῆς τότε τοῖς Ἰουδαίοις ἐνεργουμένης ἑαυτὸν διὰ τῆς ποικίλης ἀρετῆς καταμερίσας, καὶ πᾶσι συνεπλάκη καὶ ὑπερέσχε τῶν πάντων.

οὕτως ἀκούω καὶ ἐν τοῖς γυμνικοῖς ἀγῶσι τοὺς πλεονεκτοῦντας κατὰ τὴν δύναμιν πρὸς ὅλον πολλάκις ἀποδυομένους τὸ γύμνικον στάδιον κατὰ πάντων φέρεσθαι τῶν ἀντιπάλων τὰ νικητήρια. τοιοῦτος ὁ τοῦ σταδίου τῶν μαρτύρων καθηγησάμενος πρὸς πᾶσαν τοῦ ἀντικειμένου τὴν δύναμιν ἑαυτὸν ἀντιτάξας λαμπρὸς τῇ κατὰ πάντων ἀναδείκνυται νίκῃ· τὴν ψευδώνυμον σοφίαν τὴν διὰ Λιβερτίνων καὶ Κυρηναίων καὶ τῶν ἀπὸ τῆς Ἀλεξάνδρου πόλεως σοφῶν αὐτῷ προσπαλαίουσαν διὰ τῆς ἀληθοῦς σοφίας κατηγωνίσατο, τὸν φόβον διὰ τῆς παρρησίας, τὴν ἀπειλὴν διὰ τῆς ὑπεροψίας, τὴν πικρίαν διὰ τῆς εὐποιίας, τὸ ψεῦδος διὰ τῆς ἀληθείας. οἱ μὲν πρὸς τὸν φόνον ἔβλεπον καὶ ἤδη τὰς χεῖρας τοῖς λίθοις ἐξώπλιζον καὶ τῷ βλέμματι καὶ τῷ ἄσθματι καὶ τῇ τῶν ὀδόντων συμπτώσει τὴν πικρίαν ἐπισημαίνοντες, ὁ δὲ ὡς ἀδελφοὺς ἑώρα καὶ ὡς πατέρας ἠσπάζετο. ἄνδρες γάρ, φησίν, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε.

Οἱ μὲν τὴν συκοφαντίαν πιθανῶς συνέπλασσον, τῷ δὲ τὸ τῶν φονώντων συνέδριον τῆς ἀληθείας φροντιστήριον ἦν. οὐκ ἐπέκοπτε φόβῳ τὸν λόγον οὐδὲ πάρετος πρὸς τὴν ἐλπίδα τῶν κινδύνων ἐγίνετο οὐδὲ πρὸς τὸν θάνατον ἔβλεπεν, ἀλλ᾽ ἐπὶ τοῦ ὕψους τὴν ψυχὴν ἔχων καὶ τὰ ἐν ποσὶ πάντα περιορῶν ὡς παιδία μάτην ἀφραίνοντα ἐπαιδαγώγει τῷ λόγῳ, τοῖς παρ᾽ αὐτῶν ἐκείνων πιστευομένοις εἰς ἀπόδειξιν τοῦ πεπλανῆσθαι αὐτοὺς περὶ τῶν δογμάτων συγχρώμενος. Ἀβραὰμ τῷ λόγῳ παράγεται καὶ ἡ κατ᾽ αὐτὸν ἱστορία πᾶσα δι᾽ ὀλίγων ὑπ᾽ ὄψιν ἄγεται, εἶτα ἡ τῶν ἐφεξῆς ἁγίων διαδοχή. Μωυσῆς ἐπὶ τούτοις τικτόμενος, ἀνατρεφόμενος, παιδευόμενος, ἐπὶ τοῦ ὄρους μυσταγωγούμενος, μαστίζων τὴν Αἴγυπτον, τὸ Ἰσραηλιτικὸν διασώζων, τὸ κατὰ τὸν κύριον προμηνύων μυστήριον. ὃ καὶ μάλιστα συγκινεῖ τὸ συνέδριον καὶ ἀναθερμαίνει τὴν νόσον, ὅτι καὶ Μωυσῆς, οὗ δὴ προσεποιοῦντο ὑπερσπουδάζειν, συνήγορος ἐπεδείχθη τοῦ δόγματος. ἐφ᾽ ᾧ καὶ διαναστάντες τὸ πέρας ἐπάγουσιν ἄξιον καὶ τῆς ἰδίας πικρίας καὶ τῆς τοῦ Στεφάνου ἐπιθυμίας.

ὁ μὲν γὰρ ἐκβὰς τὴν φύσιν καὶ πρὶν ἐκβῆναι τοῦ σώματος βλέπει τοῖς καθαροῖς ὀφθαλμοῖς οὐρανίας αὐτῷ πύλας διισταμένας καὶ τὸ ἐντὸς τῶν ἀδύτων διαφαινόμενον, αὐτήν τε τὴν θείαν δόξαν καὶ τὸ τῆς δόξης ἀπαύγασμα· καὶ τῆς μὲν πατρικῆς δόξης οὐδεὶς ὑπογράφεται χαρακτὴρ διὰ τοῦ λόγου, τὸ δὲ ἀπαύγασμα ἐν τῷ ὀφθέντι τοῖς ἀνθρώποις εἴδει τῷ ἀθλητῇ καθορᾶται, ὡς ἦν χωρητὸν τῇ ἀνθρωπίνῃ φύσει, οὕτω φαινόμενον. ὁ μὲν οὖν ἔξω γεγονὼς τῆς ἀνθρωπίνης φύσεως καὶ πρὸς τὴν ἀγγελικὴν μεταποιηθεὶς χάριν, ὡς καὶ αὐτοῖς εἶναι τοῖς μιαιφόνοις ἐν θαύματι, πρὸς τὴν τῶν ἀγγέλων ἀξίαν τοῦ περὶ τὸ πρόσωπον εἴδους ἀλλοιωθέντος, καὶ εἶδε τὰ ἀθέατα καὶ τὴν ὀφθεῖσαν αὐτῷ χάριν ἐβόησεν. οἱ δὲ συνεῖχον τὰ ὦτα καὶ τὸ διήγημα τῆς ὀπτασίας οὐ παρεδέχοντο, καλῶς τοῦτο γοῦν ἐν πᾶσι ποιήσαντες· οὐδὲ γὰρ ἦν ἀξία βεβήλων ἀκοὴ θείας ἐμφανείας διηγήματα δέξασθαι. ἐκεῖνος μὲν οὖν ἐκοινώνει τοῖς παροῦσι τῆς χάριτος, εἰς τὸ κοινὸν ἐκεῖνα προτιθεὶς τῷ διηγήματι, ὧν κατὰ μόνας ἠξίωτο, θεωρῶ, λέγων, τοὺς οὐρανοὺς ἀνεῳγότας καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ. οἱ δὲ κράξαντες φωνῇ μεγάλῃ καὶ συσχόντες τὰ ὦτα αὐτῶν ὥρμησαν ἐπ᾽ αὐτὸν ὁμοθυμαδόν. καλῶς προσέθηκεν ἡ περὶ αὐτὸν ἱστορία τὴν κραυγὴν τοῖς ἔργοις, ἵνα δείξῃ τὴν τῆς προαιρέσεως αὐτῶν πρὸς τοὺς Σοδομίτας συγγένειαν.

καὶ γὰρ καὶ τὸ ἐκείνων ἀνόμημα κραυγὴ παρὰ τοῦ κρίνοντος ὠνομάσθη. κραυγὴ γάρ, φησί, Σοδόμων καὶ Γομόρρας ἀνῆλθε πρός με. ἔκραξαν τοίνυν καὶ οὗτοι, ἵνα ἀκουσθῇ αὐτῶν ἡ ἐπὶ Στεφάνῳ κραυγή.

Οὐ μὴν ἠγνόει ὁ ἀθλητὴς διὰ τῆς πικρίας τῶν μιαιφονούντων εὐεργετούμενος. τῷ γὰρ περὶ αὐτὸν τῶν καταλευόντων κύκλῳ στεφανωθεὶς οὕτως ἐδέξατο τὸ γινόμενον ὡς στέφανον νικητήριον ἐν ταῖς χερσὶ τῶν ἐναντίων πλεκόμενον. διὸ καὶ εὐλογίᾳ τοὺς μιαιφόνους ἀμύνεται, οὐκ ἀξιῶν πρὸς τὰς ἐναντίας ἐκβάσεις τὴν ἐπ᾽ αὐτῷ πρᾶξιν καταμερίζεσθαι, ὡς ἐκείνῳ μὲν τὴν ζωήν, τοῖς δὲ ἀντικειμένοις φέρειν τὸν ὄλεθρον, ἀλλ᾽ ὧν αὐτὸς ἠξίωτο καὶ τοὺς πολεμίους ὡς ἀγαθῶν αὐτῷ συναιτίους μὴ ἐκπεσεῖν. οὕτως οἶδεν ὁ Χριστὸν βλέπων τοῖς πολεμοῦσι προσφέρεσθαι. ἐπειδὴ γὰρ εἶδε τὸν νομοθέτην τῆς μακροθυμίας, ὑπεμνήσθη τῶν νόμων τῶν ἀγαπᾶν τοὺς ἐχθροὺς κελευόντων καὶ καλῶς ποιεῖν τοῖς μισοῦσι καὶ ὑπὲρ τῶν πολεμούντων προσεύχεσθαι. ἀλλ᾽ ὁ μὲν ἀθλητὴς οὐκ ἐξ ἀνθρωπίνων ἐπαίνων δοξάζεται. οὐδὲ γὰρ ὁ σκοπὸς αὐτῷ τῆς ἀθλήσεως πρὸς τὴν ἐξ ἀνθρώπων ἔβλεπε δόξαν, ἀλλ᾽ ὑπερβὰς πάντα τὸν κόσμον τῇ μεγαλοφυίᾳ τοῦ κατορθώματος καὶ τὰ μέτρα τῆς ἀνθρωπίνης δυνάμεως συμπαρέδραμε, πᾶσαν ἐγκωμιαστικὴν δύναμιν κατόπιν ἑαυτοῦ ῥίψας.