Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα

Γρηγόριος ὁ Νύσσης

Θεολογική και δογματική αναίρεση των αιρέσεων

Ερμηνεία της οπτασίας του Στεφάνου και θεολογική ανασκευή των επιχειρημάτων των Πνευματομάχων και των Χριστομάχων περί της φύσεως και της στάσεως του Υιού και του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Οὐκοῦν ὁ μὲν ἐχέτω κατὰ παντὸς ἀνθρωπίνου λόγου τὰ νικητήρια, ἡμῖν δὲ συναγωνιζέσθω τῇ καθ᾽ ἑαυτὸν ἱστορίᾳ πρὸς τὴν τῶν ψυχῶν σωτηρίαν. καθάπερ γὰρ ἐν τοῖς σωματικοῖς ἀθληταῖς οἱ τῶν ἀγώνων παυσάμενοι παιδοτριβοῦσι τοὺς νέους ταῖς ἀθλητικαῖς γυμνασίαις, διά τινος τεχνικῆς εὐστροφίας ἐκδύνειν τὰς λαβὰς τῶν ἀντιπαλαιόντων διδάσκοντες, οὕτως οἶμαι δεῖν καὶ ἡμᾶς διὰ τοῦ μεγάλου Στεφάνου παιδοτριβηθῆναι πρὸς τὴν εὐσέβειαν, ὡς ἂν δι᾽ αὐτοῦ φύγοιμεν τὰς τῶν Πνευματομαχούντων λαβάς. φασὶ γὰρ οἱ λυσσῶντες κατὰ τῆς δόξης τοῦ πνεύματος, συνήγορον εἶναι τῆς ἐκείνων ἀτοπίας τὸν Στέφανον, ὃς ἐνατενίσας τῷ οὐρανῷ εἶδε δόξαν θεοῦ καὶ τὸν Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ. λέγουσι τοίνυν ἐπὶ ἀνατροπῇ τῶν τῆς εὐσεβείας δογμάτων, ὅτι, εἰ μετὰ πατρὸς καὶ υἱοῦ δεῖ πάντως ἀριθμεῖσθαι τὸ πνεῦμα, πῶς οὐκ εἶδε Στέφανος ἐν τῇ ὀπτασίᾳ μετὰ τοῦ υἱοῦ καὶ τὸ πνεῦμα; πῶς οὖν ὀρέξει χεῖρα τοῖς διὰ τῶν τοιούτων λόγων ὑποσκελιζομένοις ὁ Στέφανος; πῶς ἀνορθώσει τῇ ἀγωνιστικῇ τέχνῃ τοὺς ὑποκλάζοντας; ἦ αὐτόθεν ἐστὶν ἡ βοήθεια ἡ ἀνατρέπουσα τὴν ἀπιστίαν τοῦ προσπαλαίοντος. ζητεῖς, ὦ Πνευματομάχε, ὅτε ἡ δόξα τοῦ πατρὸς ὤφθη καὶ ὁ υἱὸς τὴν ἐκ δεξιῶν στάσιν ἔχων, ποῦ τὸ πνεῦμα;

εἰ ἦν ἐν σοὶ τὸ πνεῦμα, οὐκ ἂν προκείμενον τὸν περὶ αὐτοῦ λόγον παρέδραμες, ὥσπερ οἱ πηροὶ τὰς ὄψεις τὸ πρὸ τῶν ποδῶν κείμενον χρυσίον ἀγνοοῦντες παρέρχονται. ἀλλὰ νῦν γοῦν ἄκουσον, εἴ γε μὴ συνέχεις κατὰ τοὺς Ἰουδαίους τὴν ἀκοήν.

Πῶς εἶδε τὴν ὑπερουράνιον δόξαν ὁ Στέφανος; τίς αὐτῷ τὰς πύλας τῶν οὐρανῶν διεπέτασεν; ἆρα ἀνθρωπίνης δυνάμεως ἦν τὸ κατόρθωμα; ἆρά τινος τῶν ἀγγέλων πρὸς τὸ ὕψος ἐκεῖνο τὴν κάτω κειμένην φύσιν ἀναβιβάσαντος; οὐκ ἔστι ταῦτα· οὐ γὰρ οὕτως ἡ κατ᾽ αὐτὸν ἱστορία φησίν, ὅτι Στέφανος πολὺς κατὰ τὴν δύναμιν ὢν ἢ τῆς ἀγγελικῆς βοηθείας πλήρης γενόμενος εἶδεν ἃ εἶδεν. ἀλλὰ τί λέγει; Στέφανος δὲ πλήρης ὢν πνεύματος ἁγίου εἶδε τὴν δόξαν τοῦ θεοῦ καὶ τὸν μονογενῆ τοῦ θεοῦ [υἱόν]. οὐ γὰρ ἔστι, καθώς φησιν ὁ προφήτης, τὸ φῶς ὀφθῆναι μὴ ἐν φωτὶ καθορώμενον. ἐν γὰρ τῷ φωτί σου, φησίν, ὀψόμεθα φῶς. (οὐκ ἐνδέχεται μὴ ἐν φωτὶ γενέσθαι τὴν τοῦ φωτὸς θεωρίαν· πῶς γὰρ ἔστιν ἀπιδεῖν εἰς τὸν ἥλιον ἔξω τῶν ἀκτίνων γενόμενον;) ἐπεὶ οὖν ἐν τῷ φωτὶ τοῦ πατρός, τουτέστι τῷ πνεύματι τῷ ἁγίῳ τῷ ἐκεῖθεν ἐκπορευομένῳ, τὸ μονογενὲς καθορᾶται φῶς, διὰ τοῦτο προκαταυγασθεὶς τῇ δόξῃ τοῦ πνεύματος ἐν περινοίᾳ τῆς τοῦ πατρὸς καὶ υἱοῦ δόξης ἐγένετο. ἐπεί, πῶς τὴν εὐαγγελικὴν ἀπόφασιν ἀληθεύειν φήσομεν, ὅτι θεὸν οὐδεὶς ἑώρακε πώποτε; πῶς δὲ τὸν ἀπόστολον μὴ ἐναντία τοῖς ἱστορηθεῖσι βοᾶν, ὅταν λέγῃ. οὔτε τις εἶδεν ἀνθρώπων οὔτε ἰδεῖν δύναται; εἰ γὰρ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει ἡ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ δόξα χωρητὴ κατέστη, ψευδὴς πάντως ὁ ἀχώρητον ἀνθρώποις ἀποφηνάμενος εἶναι τὸ [θεῖον] θέαμα.

ἀλλὰ μὴν οὔτε ἐκεῖνον ψεύδεσθαι καὶ τὴν ἱστορίαν ἀληθεύειν ἐπάναγκες. ἄρα φανερῶς ἡ κακουργία τῶν πνευματομαχούντων πεφώραται, ὅτι τῷ ὁμοίῳ καθορᾶσθαι τὰ ὅμοια παρὰ τῆς Γραφῆς μεμαρτύρηται. ὁ γὰρ Στέφανος οὐκ ἐν τῇ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει μένων τὸ θεῖον βλέπει, ἀλλὰ πρὸς τὴν τοῦ ἁγίου πνεύματος χάριν ἀνακραθεὶς δι᾽ ἐκείνου ὑψώθη πρὸς τὴν τοῦ θεοῦ κατανόησιν. οὐκοῦν εἰ χωρὶς πνεύματος οὔτε κύριον Ἰησοῦν ἔστιν ἰδεῖν, καθώς φησιν ὁ ἀπόστολος, οὔτε τὴν πατρικὴν δόξαν κατανοῆσαι, δέδεικται σαφῶς, ὅτι ὅπου τὸ πνεῦμά ἐστιν ἐκεῖ καὶ ὁ υἱὸς καθορᾶται καὶ ἡ πατρικὴ δόξα καταλαμβάνεται.

Ἀλλ᾽ ἕτερον ἡμῖν ἐκ τῶν ἱστορηθέντων ὅπλον ἀσεβείας παρὰ τῶν Χριστομαχούντων προβάλλεται. φασὶ γὰρ τὸ καταδεὲς τοῦ μονογενοῦς διὰ τούτων σημαίνεσθαι· τὸ γὰρ παρεστάναι αὐτὸν τῇ δόξῃ τοῦ πατρὸς ἀπόδειξιν ποιοῦνται τοῦ ὑποχείριον εἶναι τῇ τοῦ πατρὸς ἐξουσίᾳ. τί οὖν ὁ Παῦλος, πρὸς αὐτοὺς εἴποιμι ἄν; τί δὲ πρὸ ἐκείνου ὁ προφήτης Δαβίδ, ἀμφότεροι τῇ διδασκαλίᾳ τοῦ πνεύματος τὴν τοῦ μονογενοῦς δόξαν ἐκδιηγούμενοι; ὅ τε γὰρ Δαβίδ φησιν· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου· ὅ τε ἀπόστολος ἐν δεξιᾷ τοῦ θρόνου τοῦ θεοῦ κεκαθικέναι λέγει τὸν κύριον. εἰ οὖν ἡ στάσις τῆς ἐλαττώσεως, ἡ καθέδρα πάντως τῆς ὁμοτιμίας ἐστὶ σημεῖον, ἢ τοίνυν παραγραφέσθωσαν τὰς μεγαλοπρεπεῖς μαρτυρίας, δι᾽ ὧν τὸ ὑψηλὸν τῆς ἀξίας διασημαίνεται ἢ καὶ ταύτην εὐσεβῶς ἐκδεχέσθωσαν. ἴση γὰρ ἐφ᾽ ἑκάστου τῶν εἰρημένων διδάσκαλος ἡ τοῦ πνεύματος χάρις. ὁ μὲν γὰρ Στέφανος, πλήρης ὢν πνεύματος ἁγίου, εἶδέ τε ἃ εἶδε καὶ ἃ εἶδεν ἐφθέγξατο. ὁ δὲ Δαβὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον, καθὼς λέγει τὸ εὐαγγέλιον· Παῦλος δέ, καθὼς αὐτὸς ἐκεῖνός φησιν, ἐν πνεύματι λαλεῖ τὰ μυστήρια. εἰ οὖν εἷς ὁ διδάσκαλος, οὐδεμίαν πρὸς ἑαυτὸν διαφωνίαν ἔχων, ὁ δὲ διδάσκαλος τὸ πνεῦμα τῆς ἀληθείας ἐστί, τὸ ἐν τοῖς θεοφορουμένοις γενόμενον, πῶς ἄν τις διαφωνίαν τινὰ τῶν δογμάτων καθυποπτεύσειεν;

ἀλλ᾽ ἕτερον ἡ καθέδρα, φησί, καὶ ἕτερον ἡ στάσις ἐνδείκνυται νοῦν κατὰ τὸ προχείρως νοούμενον. φημὶ κἀγώ. ἀλλ᾽ οὐχ, ὅπερ ἐπὶ τῶν σωμάτων ἡ τῶν ῥημάτων ἔμφασις δείκνυσι, τοῦτο καὶ ἐπὶ τῆς ἀσωμάτου φύσεως εὐαγές ἐστι λογίζεσθαι. ἐπ᾽ ἀνθρώπου μὲν γὰρ ἡ καθέδρα τὴν ἐπ᾽ ἰσχίῳ τοῦ σώματος ὑπογράφει θέσιν, ὡς ἂν μὴ διὰ παντὸς κάμνοι τῆς ἀγκύλης ὁ τόνος ἐφ᾽ ἑαυτοῦ τὸ βάρος ἀνέχων τοῦ σώματος. καὶ τὸ ἔμπαλιν ἡ στάσις ὄρθιον ἐπὶ γονάτων ἑρμηνεύει τὸν ἄνθρωπον, οὐκ ἐπ᾽ ἰσχίων διὰ καθέδρας ἀναπαυόμενον. ἐπὶ δὲ τῆς ὑπερεχούσης φύσεως καθαρεύει τῶν τοιούτων νοημάτων ἡ καθέδρα τε καὶ ἡ στάσις, ἐπίσης ἑκατέρα τῆς κατὰ τὸ πρόχειρον νοουμένης ἐμφάσεως κεχωρισμένη. οὔτε γὰρ τὴν ἐπ᾽ ἀγκύλης στάσιν τοῦ ἀσωμάτου οὔτε τὴν ἐπ᾽ ἰσχίων καθίδρυσιν τοῦ ἀσχηματίστου παραληψόμεθα, ἀλλὰ δι᾽ ἑκατέρας φωνῆς τὸ ἐν παντὶ ἀγαθῷ στάσιμον καὶ ἐν παντὶ ἀμετάθετον εὐσεβῶς ἐνοήσαμεν. ὅ τε γὰρ ἑστάναι καὶ ὁ καθῆσθαι τὸ θεῖον λέγων οὐδὲν πρὸς ἀλλήλους ἐν τῇ τῶν ῥημάτων ἑτερότητι περὶ τὸν νοῦν διαφέρονται, ὁ μὲν βεβηκέναι παγίως, ὁ δὲ καθιδρύσθαι ἀμεταθέτως τὸ θεῖον ἐν τῷ ἀγαθῷ δογματίζοντες.

ὥσπερ δὲ ὁ προφήτης Δαβὶδ καὶ ὁ ἀπόστολος Παῦλος τὴν τοῦ μονογενοῦς καθέδραν ἐν τοῖς καθ᾽ ἑαυτὸν ἑκάτερος λόγοις διηγούμενοι οὐκ ἔδωκαν νοεῖν, ὅτι τοῦ πατρὸς ἑστῶτος ὁ υἱὸς ἐν καθέδρᾳ ἐστί, καίτοι μόνης μνησθέντες τῆς τοῦ υἱοῦ καθιζήσεως, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Στεφάνου τοῦ υἱοῦ τὴν στάσιν ἀκούσας οὐκέτ᾽ ἂν εὐλόγως περὶ τῆς τοῦ πατρὸς καθέδρας ὑπονοήσειας. ὡς γὰρ ἐπὶ τοῦ Παύλου καὶ τοῦ Δαβὶδ τὸ καθῆσθαι τὸν πατέρα διὰ τοῦ καθίσαι τὸν υἱὸν ἐκ δεξιῶν συνωμολόγηται, καίτοι τοῦ λόγου μηδὲν περὶ τοῦ πατρὸς προδιδάξαντος, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Στεφάνου ἡ τοῦ υἱοῦ στάσις τὸ ἴσον καὶ ἐπὶ τῆς δόξης τοῦ πατρὸς συνενδείκνυται. οὕτω γὰρ ἂν ὁ τῆς εἰκόνος διασωθείη λόγος, εἰ πᾶν ὅ τί πέρ ἐστιν ἐν τούτῳ νοούμενόν τε καὶ καθορώμενον τὸ αὐτὸ καὶ ἐν τῷ ἀρχετύπῳ πιστεύοιτο. καὶ ὡς ἐν τῷ ἀγαθῷ τὸ ἀγαθὸν καὶ ἐν τῷ φωτὶ τὸ φῶς καὶ ἐν πᾶσι τὸ πρωτότυπον κάλλος διὰ τῶν οἰκείων ἐν τῇ εἰκόνι χαρακτηρίζεται, οὕτω καὶ ἐν τῇ καθέδρᾳ τοῦ υἱοῦ, ὅ τί ποτε νοεῖν τοῦτο τὸ ὄνομα δίδωσι, καὶ ἡ τοῦ πατρὸς καθέδρα καταλαμβάνεται, καὶ ἐν τῇ στάσει ἡ στάσις, ὡς ἂν μὴ διαπέσοι τῆς εἰκόνος ὁ λόγος, ἐν τῇ ἀπαλλάξει τῶν ἰδιωμάτων τοῦ ἀρχετύπου ἀλλοτριούμενος.