Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα

Γρηγόριος ὁ Νύσσης

Ιστορικό πλαίσιο, εκλογή και δράση του πρωτομάρτυρος

Αναδρομή στην Πεντηκοστή, ανάδειξη του Στεφάνου στο διακονικό αξίωμα, αντιπαράθεσή του με τους Ιουδαίους και η παγκόσμια διάδοση του Ευαγγελίου ως καρπός του διωγμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Ἀλλὰ καλὸν ἂν εἴη καθάπερ ἐπὶ πίνακος ἀκριβῶς τῷ λόγῳ διαζωγραφῆσαι τὴν ἄθλησιν, ὡς ἂν καθ᾽ ὁδὸν ἡμῖν διὰ τῆς τῶν γεγονότων ἀκολουθίας ἡ τῶν θαυμάτων τάξις ἐπιδεικνύοιτο. ἄρτι μὲν ἡ ἄνωθεν βιαία πνοὴ πᾶσαν τὴν ἐναέριον καὶ ἀπατηλὴν τῶν δαιμόνων διασκεδάσασα δύναμιν ἐπλήρωσε τῶν ἀποστόλων τὸν οἶκον, καὶ πυροειδῶς εἰς γλώσσας κατὰ τὸν ἀριθμὸν τῶν δεξαμένων τὴν χάριν τὸ πνεῦμα διαμερισθὲν ἐν ἑκάστῳ ἐγίνετο. ἤδη δὲ πρὸς τὸ παράδοξον τοῦ κατὰ τὴν φωνὴν καὶ τὴν γλῶσσαν θαύματος τοὺς ἐκ παντὸς ἔθνους Ἱεροσολύμοις ἐπιδημοῦντας ἔκπληξίς τε κατειλήφει καὶ σύγχυσις, τῶν εἰς ποικίλας τε καὶ διαφόρους γλωσσῶν ἰδέας διεσχισμένων πάντων ἀθρόως ὁμογλώσσων τοῖς μαθηταῖς γεγενημένων, ὅτε οὐκ ἐκ προπαιδεύσεως καὶ μελέτης τινός, ἀλλ᾽ ἐξ ἐπιπνοίας τοῦ πνεύματος ἀθρόως τοῖς ἀποστόλοις ταύτης ἐνσχεδιασθείσης τῆς χάριτος ἡ τοῦ φθέγγεσθαι δύναμις προσεγένετο. ἔδει γὰρ τοὺς ἐπὶ τῇ γηίνῃ πυργοποιίᾳ τὴν ὁμοφωνίαν λύσαντας ἐπὶ τῇ πνευματικῇ τῆς ἐκκλησίας οἰκοδομῇ πάλιν εἰς ὁμοφωνίαν ἐλθεῖν. καὶ διὰ τοῦτο καλῶς ἐντεῦθεν ἡ τοῦ ἁγίου πνεύματος οἰκονομία τῆς χάριτος ἄρχεται, ὥστε τὴν κοινὴν τῶν ἀνθρώπων εὐεργεσίαν εἰς πᾶσαν διαφορὰν τῆς ἀνθρωπίνης καταμερίσαι φωνῆς, ἵνα μὴ μιᾷ γλώσσῃ μόνῃ τὸ κήρυγμα τῆς εὐσεβείας ἐναποκλειόμενον ἄπρακτον τοῖς ἀλλογλώσσοις μένῃ καὶ ἀνενέργητον.

Ἤδη τοίνυν τῶν μὲν Φαρισαίων καὶ ταῖς ἰδίαις ἀκοαῖς ἀπιστούντων καὶ τοὺς ἐκπεπληγμένους τὴν θαυματουργίαν διεσφάλθαι κατασκευαζόντων, ὡς γλεύκους αὐτοῖς τὴν τοιαύτην παραφορὰν ἐμποιήσαντος, τοῦ δὲ Πέτρου μιᾷ τοῦ λόγου περιβολῇ τρισχιλίας τῷ Χριστῷ ψυχὰς σαγηνεύσαντος, καὶ καθεξῆς ἀεὶ τῇ προσθήκῃ τῶν σωζομένων τῆς ἐκκλησίας εἰς πλῆθος ἐπιδιδούσης, καὶ τοῦ ἐκ γενετῆς χωλοῦ πάλιν τὴν ὡραίαν τοῦ ἱεροῦ πύλην τοῖς σωζομένοις ἀνοίξαντος, ᾗ προσκαθήμενος τῷ καθ᾽ ἑαυτὸν θαύματι τῆς ἰάσεως τοὺς κατὰ ψυχὴν χωλεύοντας ἐπὶ τὴν πίστιν ἐχειραγώγησε, πολλῶν τοίνυν πρὸς τὸ κήρυγμα τῆς πίστεως συρρεόντων, καὶ τῆς χρείας πλείονα τὴν πολυχειρίαν ἐπιζητούσης τῶν διακονούντων τῇ χάριτι· τότε καλεῖται πρὸς ἐπικουρίαν τῶν ἀποστόλων ὑπὸ τοῦ πνεύματος ὁ πολὺς τῇ σοφίᾳ καὶ τῇ χάριτι Στέφανος. καὶ μηδεὶς τῷ τῆς διακονίας ὀνόματι δευτερεύειν αὐτὸν παρὰ τὴν ἀποστολικὴν ἀξίαν ὑπονοείτω· ἐπεὶ καὶ Παῦλος οἶδεν ἑαυτὸν διάκονον μυστηρίων Χριστοῦ, καὶ ὁ τοῦ παντὸς κύριος ὁ διὰ σαρκὸς τὴν ἀνθρωπίνην σωτηρίαν οἰκονομούμενος οὐκ ἐπῃσχύνθη τῷ τῆς διακονίας ὀνόματι, εἰπών, ἐν μέσοις εἶναι ὡς ὁ διακονῶν, ὁ τὰς διαιρέσεις τῶν διακονιῶν ἐνεργῶν, καθώς φησιν ὁ ἀπόστολος.

Καθάπερ δὲ τὸ πῦρ τῆς ἐπιτηδείας ὕλης ἐπιδραξάμενον εἰς ὕψος αἴρει τὴν φλόγα καὶ περιφανεστέραν τὴν αὐγὴν ἀπεργάζεται, οὕτω τὸ πνεῦμα τὸ ἅγιον ἐν τῇ Στεφάνου μεγαλοφυίᾳ γενόμενον ἐκδηλοτέρας ἐποίει τὰς ἀκτῖνας τῆς χάριτος. διὸ πάντες πρὸς αὐτὸν ἀφεώρων, ὅσοις ἦν γνώσεως μετουσία τινὸς καὶ παιδεύσεως. καὶ κατὰ συστάσεις οἱ τῶν λοιπῶν δοκοῦντες πλέον ἔχειν, οἷον εἰς φάλαγγάς τινας δι᾽ ἀλλήλων καταπυκνούμενοι, οὕτως ὑπομένειν ἐπειρῶντο τοῦ Στεφάνου τὴν προσβολήν. ὁ δὲ πᾶσιν ἐπίσης ἄμαχος ἦν, καὶ πολλοῖς συμμίσγων κατ᾽ αὐτὸν καὶ ἐλάττοσιν. ἐν τούτῳ τοίνυν τὸ μὲν φαινόμενον Ἀλεξανδρεῖς καὶ Λιβερτῖνοι καὶ Κυρηναῖοι καὶ οἱ πανταχόθεν ἦσαν ἄνθρωποι πρὸς τὸν τῆς ἀληθείας ἀγωνιστὴν συμπλεκόμενοι, τὸ δὲ διὰ τοῦ φαινομένου νοούμενον ὁ πατὴρ τοῦ ψεύδους ἦν, δι᾽ ἀνθρωπίνων προσώπων πρὸς τὴν ἐν τῷ Στεφάνῳ λαλουμένην ἀλήθειαν ἑαυτὸν ἀντεγείρων. ἀλλ᾽ ἡ μὲν ἀλήθεια κατὰ τοῦ ψεύδους τροπαιοφόρος ἦν, καλῶς τρεψαμένου τοῦ ἀριστέως πάντας τοὺς προαγωνιστὰς τῆς ἀπάτης. ὁ δὲ διάκονος τῆς ἀληθείας παρὰ τοῦ ἐχθροῦ τῆς ἀληθείας ἐπεβουλεύετο, ὡς οὐχὶ φανερῶν τὴν οὖσαν, ἀλλὰ ποιῶν τὴν μὴ οὖσαν ἀλήθειαν. τί ταῦτα συσκευάζεις κατὰ τοῦ κήρυκος;

πρὸς τὸν διάβολον εἴποιμι ἄν· εἰ σοί τίς ἐστι δύναμις, τὴν ἐν Στεφάνῳ βλάψον ἀλήθειαν· εἰ δὲ ἐκείνη τῶν σῶν μηχανημάτων ὑψηλοτέρα, τί περὶ τὸ σκεῦος τῆς ἀληθείας ἀπασχολεῖς τὴν κακόνοιαν καὶ ἀναιρεῖς τὸ περιέχον καταλιπὼν τὸ ἐγκείμενον, οἷόν τι ποιοῦσιν οἱ κύνες, τοὺς λίθους οἷς βάλλονται περιχαίνοντες, τοῦ βάλλοντος οὐχ ἁπτόμενοι; ἐπειδὴ τοίνυν ἀπηλέγχθη διὰ τῶν ἀληθεστάτων τὸ ψεῦδος, καὶ οὐκέτι οἷός τε ἦν [ὁ πονηρὸς] ἄλλον τινὰ προαγωνιστὴν τῆς ἀπάτης εὑρεῖν, πάντων πρὸς τὴν φανέρωσιν τῆς ἀληθείας ἀποβλεπόντων, ἀναμέμνηται τοῦ ἰδίου παλαίσματος καὶ καταμερίσας ἑαυτοῦ τὴν ἐνέργειαν εἴς τε τοὺς κατηγόρους καὶ τοὺς δικαστὰς καὶ ἐν ἀμφοτέροις γενόμενος τοὺς μὲν λέγειν τὰ ψευδῆ κατὰ τοῦ Στεφάνου προήγετο, τοὺς δὲ μετ᾽ ὀργῆς τὴν συκοφαντίαν προσδέχεσθαι. καὶ ποικίλως ἑαυτὸν τοῖς Ἰουδαίοις ἐνδιασπείρας πάντα γίνεται τῷ Στεφάνῳ, κατήγορος, δικαστής, δήμιος καὶ ἡ λοιπὴ τοῦ θανάτου ὑπηρεσία, οὐκ εἰδὼς οἵῳ πτώματι μετὰ τὴν τοιαύτην ἐπὶ Στεφάνῳ ψῆφον κατενεχθήσεται. καθάπερ γὰρ οἱ ἔμπειροι τῶν ἀθλητῶν ὑποβάντες τὸ σῶμα τῶν προσπαλαιόντων χαλεπώτερον αὐτοῖς διά τινος τεχνικῆς εὐστροφίας τὸ πτῶμα κατασκευάζουσιν, οὕτω καὶ ὁ μέγας Στέφανος εἰς γῆν κλιθεὶς τὸ χαλεπὸν σύντριμμα τοῦ ἀντικειμένου ἐργάζεται.

Ἐντεῦθεν γὰρ γίνεται τοῖς ἀποστόλοις ἐπὶ τὴν οἰκουμένην ὁ δρόμος, αὕτη τῆς πανταχοῦ τοῦ λόγου διαφοιτήσεως ἡ ἀρχή. εἰ γὰρ μὴ τῇ κατ᾽ ἐκείνου μιαιφονίᾳ ὁ δῆμος τῶν Ἰουδαίων κατὰ τῶν ἀποστόλων ἐμάνησαν, τάχα μόνοις ἂν Ἱεροσολύμοις ἡ τοῦ εὐαγγελίου χάρις ἐναπεκλείετο. νυνὶ δὲ διωχθέντες παρὰ τῶν Ἰουδαίων ἄλλος ἀλλαχῆ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν κατεσπάρησαν, πανταχόθεν τὸν διάβολον διὰ τῆς τῶν μυστηρίων διδασκαλίας ἐξείργοντες. οὕτω δέχεται τὸν λόγον Σαμάρεια· οὕτως ὁδοῦ πάρεργον ἡ τοῦ εὐνούχου σωτηρία παρὰ τοῦ Φιλίππου γίνεται· οὕτω τὸ μέγα σκεῦος τῆς ἐκλογῆς Παῦλος, θυμῷ καὶ ἀπειλῇ παρὰ τοῦ διαβόλου καθοπλισθείς, ἐπ᾽ αὐτὸν τρέπει τὸν ὁπλίστην τὰς ἀκίδας, πάσης αὐτὸν ὑπερορίζων τῆς οἰκουμένης, ὡς μηδένα τόπον καταλιπεῖν τῇ πίστει τοῦ Χριστοῦ ἀνεπίβατον. ἐντεῦθεν Αἰγύπτιοι, Σύροι, Πάρθοι καὶ Μεσοποταμῖται, [Ἰταλοὶ καὶ] Γαλάται, Ἰλλυριοί, Μακεδόνες καὶ τὰ πανταχόθεν ἔθνη προσάγει τῇ πίστει διατρέχων ὁ λόγος. ὁρᾷς τοῦ Στεφάνου τὴν ἀθλητικὴν ἐπιστήμην; πόσοις συνετρίβη πτώμασιν ὁ ἀντίπαλος, δόξας διὰ τῆς συκοφαντίας ὑπέρτερος τοῦ προσπαλαίοντος γίνεσθαι;