ἐπειδὴ Ἰησοῦς, φησίν, μεταποιήσει τοὺς νόμους, καταλευσθήτω ὁ Στέφανος. πῶς δὲ καταλύσει τὸν νόμον ὁ Ἰησοῦς ὁ οὕτως περὶ τὸν νόμον ἔχων, ὁ τοσαῦτα πρὸς βεβαίωσιν τῶν ἀρχαίων νομοθετήσας, ὁ εἰπών· οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, ὁ τὸν περὶ τοῦ μὴ φονεῦσαι νόμον διὰ τοῦ μηδὲ τὴν ἀρχὴν ὀργισθῆναι τοῖς μαθηταῖς βεβαιώσας, ὁ τῇ ἐπιθυμίᾳ συνεκβαλὼν τὴν μοιχείαν, ὁ διὰ τοῦ μὴ ἀμύνασθαι τὸν προληλυπηκότα κελεῦσαι τὸ μηδὲ ἄρχειν ἀδίκων χειρῶν κατασκευάσας, ὁ διὰ τῆς μεταδόσεως τῶν προσόντων τὸ κατὰ πλεονεξίαν πάθος ὑπερορίσας; πῶς οὔτε ἐμνημονεύθη ταῦτα οὔτε συνεξητάσθη τῇ κρίσει; ἐβουλόμην νῦν παρεῖναί μοι τῶν μιαιφόνων ἐκείνων δικαστῶν τὸ συνέδριον καὶ μαθεῖν περὶ τῶν τόπων ὑπὲρ ὧν χαλεπαίνουσι, ποῦ ὁ διώνυμος ἐκεῖνος ναός, ποῦ τὰ ἀπιστούμενα τῶν λίθων μεγέθη, ποῦ τὸ χρυσίον ἐκεῖνο τὸ τῇ λοιπῇ ὕλῃ τῇ περὶ τὸν ναὸν μικροῦ δεῖν ἰσοστάσιον, ποῦ αἱ νόμιμοι ἱερουργίαι, ὁ κριός, ὁ μόσχος, ὁ ἀμνός, ἡ δάμαλις, ἡ περιστερά, ἡ τρυγών, ὁ ἀποπομπαῖος χίμαρος; εἰ διὰ τοῦτο τοῦ Στεφάνου θάνατον καταψηφίζονται, ἵνα μηδὲν τῶν σκυθρωπῶν ἐκείνων εἰς πέρας ἔλθῃ, δειξάτωσαν ὅσα διὰ τῆς μιαιφονίας ἑαυτοῖς διεσώσαντο. εἰ δὲ οὐδὲν τούτων ἐστίν, ὑπὲρ οὗ τὴν ψῆφον ἐκείνην ἐξήνεγκαν, ἀντὶ τίνος ὁ φόνος, εἰπάτωσαν.