Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν Ἐκκλησιαστήν

Γρηγόριος ὁ Νύσσης

Ομιλία Ε': Η οντολογική διαφορά σοφίας και αφροσύνης και ο μάταιος μόχθος

Εξέταση της σχέσης μεταξύ καλού και κακού, και προβολή της πνευματικής όρασης έναντι της τύφλωσης της αμαρτίας. Αναφορά στη ματαιότητα του εγκόσμιου μόχθου και την αβεβαιότητα της ανθρώπινης κληρονομιάς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 8

ΟΜΙΛΙΑ Εʹ Νῦν ἡμῖν παρὰ τοῦ μεγάλου τῆς ἐκκλησίας καθηγεμόνος ἡ ἐπὶ τὰ ὑψηλότερα τῶν μαθημάτων γίνεται μυσταγωγία. προκαθήρας γὰρ τὰς ψυχὰς διὰ τῶν προλαβόντων λόγων καὶ πάσης ἀποστήσας τῆς κατὰ τὸ μάταιον ἐγγινομένης τοῖς ἀνθρώποις ἐπιθυμίας οὕτω προσάγει τῇ ἀληθείᾳ τὸν νοῦν οἷόν τι φορτίον ἐξ ὤμων τὴν ἀχθηδόνα τῶν ματαίων ἀποσεισάμενον. τὸ δὲ τοιοῦτον ὡς ἐν δόγματι παιδευέσθω ἡ ἐκκλησία, μαθοῦσα διὰ τῆς παρούσης διδασκαλίας, ὅτι ἀρχὴ τοῦ κατ᾽ ἀρετὴν βίου ἐστὶ τὸ τῆς κακίας ἐκτὸς γενέσθαι. καὶ γὰρ ὁ μέγας Δαβὶδ εἰσαγωγικήν τινα πρὸς τὴν καθαρὰν πολιτείαν ὑφήγησιν ἐν ταῖς ψαλμῳδίαις ποιούμενος οὐκ ἀπὸ τῆς τελειότητος τῶν ἐν τῷ μακαρισμῷ θεωρουμένων τοῦ λόγου ἄρχεται. οὐ γὰρ εἶπεν ἐν πρώτοις μακαριστὸν εἶναι τὸν ἐν πᾶσι κατευοδούμενον, τὸν ὡμοιωμένον τῷ ξύλῳ, τὸν ἐν ταῖς διεξόδοις τῶν ὑδάτων ἐρριζωμένον, τὸν ἀειθαλῆ ἐν τοῖς ἀγαθοῖς διαμένοντα, τὸν ἐν τοῖς καθήκουσι χρόνοις τὸν καρπὸν τοῦ ἰδίου βίου δρεπόμενον, ἀλλ᾽ ἀρχὴν μακαρισμοῦ τὴν ἀπόστασιν τῶν κακῶν ἐποιήσατο, ὡς οὐκ ἐνδεχόμενον ἄλλως ἀγαθὸν γενέσθαι, πρὶν ἀποκλύσασθαι τῆς κακίας τὸν ῥύπον. οὕτω τοίνυν καὶ ὁ πολὺς οὗτος ἐκκλησιαστὴς ὑπεξαιρεῖ πρῶτον τῷ λόγῳ τὰ μάταια, ἵνα καθάπερ ἐπὶ σώματος κάμνοντος ταῖς καθηκούσαις ἐπιμελείαις ἐκκαθαρθέντος τοῦ ἀρρωστήματος αὐτομάτως τὸ ἀγαθὸν τῆς ὑγείας ἐγγένηται.

διὰ τοῦτο κατέδραμε τῷ λόγῳ τῆς ματαιότητος, εἶπεν οὐκ ἀσφαλὲς τοῦ καλοῦ κριτήριον εἶναι τὴν αἴσθησιν, ὑπ᾽ ὄψιν ἤγαγε τὸ ἐν τοῖς σπουδαζομένοις ἀνύπαρκτον, ἐχώρισε τὴν ἐπιθυμητικὴν ἡμῶν διάθεσιν τῆς σωματικῆς ἀπολαύσεως· καὶ οὕτως ὑποδείκνυσι τὸ ὄντως αἱρετόν, τὸ ἀληθῶς ἐπιθυμητόν, οὗ ἡ σπουδὴ πρᾶγμά ἐστιν ἐνεργόν τε καὶ ἐνυπόστατον, εἰς ἀεὶ παραμένον τοῖς μετιοῦσι, πάσης τῆς κατὰ τὸ μάταιον ἐννοίας κεχωρισμένον.

Ἐπέβλεψα γὰρ ἐγώ, φησί, τοῦ ἰδεῖν σοφίαν. ὡς δ᾽ ἂν ἀκριβῶς ἴδοιμι τὸ ποθούμενον, εἶδον πρότερον καὶ τὴν παραφορὰν καὶ τὴν ἀφροσύνην. ἐκ γὰρ τῆς πρὸς τὸ ἀντικείμενον παραθέσεως ἀκριβεστέρα γίνεται τῶν σπουδαζομένων ἡ θεωρία. τὴν δὲ σοφίαν καὶ βουλὴν ὀνομάζει λέγων· Ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς, τὰ ὅσα ἐποίησεν αὕτη; διδάσκει τοίνυν τίς ἐστιν ἡ ἀνθρωπίνη σοφία, ὅτι τὸ ἐπακολουθῆσαι τῇ ὄντως σοφίᾳ, ἣν καὶ βουλὴν ὀνομάζει ποιητικὴν τῶν ἀληθῶς ὄντων τε καὶ ὑφεστώτων καὶ μὴ ἐν ματαιότητι θεωρουμένων, τοῦτο τῆς ἀνθρωπίνης σοφίας ἐστὶ τὸ κεφάλαιον· ἡ δὲ ὄντως σοφία καὶ ἡ βουλὴ οὐδὲν ἄλλο κατά γε τὸν ἐμὸν λόγον ἐστὶ πλὴν τῆς τοῦ παντὸς προεπινοουμένης σοφίας. αὕτη δέ ἐστιν, ἐν ᾗ τὰ πάντα ἐποίησεν ὁ θεός, καθώς φησιν ὁ προφήτης, ὅτι Πάντα ἐν σοφίᾳ ἐποίησας, Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἐν ᾗ τὰ πάντα ἐγένετο καὶ διεκοσμήθη. εἰ οὖν τοῦτό ἐστιν ἡ ἀνθρωπίνη σοφία τὸ ἐν περινοίᾳ τῶν ἀληθινῶν ἔργων τῆς ὄντως σοφίας τε καὶ βουλῆς γενέσθαι, ἔργον δὲ τῆς βουλῆς ἐκείνης ἤτοι τῆς σοφίας κατά γε τὸν ἐμὸν λόγον ἡ ἀφθαρσία ἐστὶν ἥ τε τῆς ψυχῆς μακαριότης καὶ ἡ ἀνδρεία καὶ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις καὶ πᾶν τὸ κατ᾽ ἀρετὴν νοούμενον ὄνομά τε καὶ νόημα, τάχα δι᾽ ἀκολούθου τῇ γνώσει τῶν ἀγαθῶν προσαγόμεθα.

ἐπειδὴ γὰρ ταῦτα εἶδον, φησί, καὶ ὥσπερ ἐν ζυγῷ διέκρινα τὸ ὂν τοῦ μὴ ὄντος, εὗρον τὴν διαφορὰν τῆς σοφίας καὶ τῆς ἀφροσύνης, οἵαπερ ἂν εὑρεθείη φωτὸς ἀντεξεταζομένου πρὸς ζόφον. καί μοι δοκεῖ προσηκόντως τῷ κατὰ τὸ φῶς ὑποδείγματι πρὸς τὴν τοῦ καλοῦ χρήσασθαι κρίσιν. ἐπειδὴ γὰρ τὸ σκότος τῇ ἑαυτοῦ φύσει ἀνύπαρκτον (εἰ γὰρ μὴ εἴη τι τὸ ἀντιφράσσον τὴν ἡλιακὴν ἀκτῖνα, σκότος οὐκ ἔσται), τὸ δὲ φῶς αὐτὸ ἐφ᾽ ἑαυτοῦ ἐστιν ἐν ἰδίᾳ οὐσίᾳ κατανοούμενον, δείκνυσι τῷ ὑποδείγματι, ὅτι ἡ κακία καθ᾽ ἑαυτὴν οὐχ ὑφέστηκεν, ἀλλὰ τῇ στερήσει τοῦ ἀγαθοῦ παρυφίσταται, τὸ δὲ ἀγαθὸν ἀεὶ ὡσαύτως ἔχει μόνιμόν τε καὶ πάγιον καὶ οὐδεμιᾷ τινος προηγουμένου στερήσει παρυφιστάμενον. τὸ δὲ ἐκ τοῦ ἐναντίου τῷ ἀγαθῷ νοούμενον κατ᾽ οὐσίαν οὐκ ἔστιν· ὃ γὰρ ἐφ᾽ ἑαυτοῦ οὐκ ἔστιν, οὐδὲ ἔστιν ὅλως· στέρησις γὰρ τοῦ ὄντος ἐστὶν ἡ κακία καὶ οὐχὶ ὕπαρξις. ἴση τοίνυν ἡ διαφορὰ τοῦ φωτὸς πρὸς τὸ σκότος καὶ τῆς σοφίας πρὸς ἀφροσύνην ἐστίν. ἀπὸ μέρους γὰρ ἅπαν τὸ ἀγαθὸν περιλαμβάνει τῷ τῆς σοφίας ὀνόματι καὶ τῇ ἀφροσύνῃ πᾶσαν κακοῦ φύσιν συνερμηνεύει.

Ἀλλὰ τί κέρδος ἡμῖν ἐκ τοῦ θαυμάσαι τὸ ἀγαθόν, εἰ μή τις καὶ ἔφοδος παρὰ τοῦ διδασκάλου πρὸς τὴν τούτου κτῆσιν ὑποδειχθείη; πῶς οὖν ἔστι καὶ ἡμᾶς ἐν τῇ τοῦ καλοῦ μετουσίᾳ γενέσθαι, ἀκούσωμεν τοῦ διδάσκοντος. Τοῦ σοφοῦ, φησίν, οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. τί ταῦτα λέγει; ἔστι γάρ τι ζῷον ὅλως, ὃ ἔξω τῆς κεφαλῆς ἔχει τὰ τῶν ὀφθαλμῶν αἰσθητήρια, κἂν ἔνυδρον εἴπῃς κἂν χερσαῖον κἂν ἐναέριον; ἐν πᾶσι γὰρ ὁ ὀφθαλμὸς τοῦ λοιποῦ προβέβληται σώματος καὶ τῇ κεφαλῇ τῶν ἐχόντων κεφαλὴν ἐγκαθίδρυται. πῶς οὖν ἐνταῦθα μόνου λέγει τοῦ σοφοῦ τὴν κεφαλὴν ὠμματῶσθαι; ἢ τοῦτο πάντως ὑποσημαίνει τῷ λόγῳ, ὅτι ἀναλογία τίς ἐστι τῶν ἐν τῇ ψυχῇ θεωρουμένων πρὸς τὰ τοῦ σώματος μέρη; καὶ ὥσπερ ἐπὶ τῆς σωματικῆς διαπλάσεως τὸ προέχον τοῦ ὅλου κεφαλὴ ὀνομάζεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς τὸ ἡγεμονικόν τε καὶ προτεταγμένον ἀντὶ κεφαλῆς νοεῖται· καὶ ὃν τρόπον πτέρναν τὴν τοῦ ποδὸς βάσιν προσαγορεύομεν, οὕτως ἂν εἴη τις καὶ τῆς ψυχῆς βάσις, δι᾽ ἧς ἐφάπτεται τῆς συμφυΐας τοῦ σώματος, ὅθεν τὴν αἰσθητικὴν δύναμίν τε καὶ ἐνέργειαν τῷ ὑποκειμένῳ ἐνίησιν. ὅταν τοίνυν ἡ διορατική τε καὶ θεωρητικὴ τῆς ψυχῆς δύναμις πρὸς τὰ αἰσθητὰ τὴν ἀσχολίαν ἔχῃ, εἰς τὰς πτέρνας αὐτῆς ἡ τῶν ὀφθαλμῶν φύσις ἀντιμεθίσταται, δι᾽ ὧν τὰ κάτω βλέπει, τῶν ὑψηλῶν θεαμάτων ἀθέατος μένουσα.

εἰ δὲ γνωρίσασα τῶν ὑποκειμένων τὸ μάταιον ἀναγάγοι τὰς ὄψεις ἐπὶ τὴν ἑαυτῆς κεφαλήν, ἥτις ἐστὶν ὁ Χριστός, καθὼς διερμηνεύει ὁ Παῦλος, μακαριστὴ ἂν γένοιτο τῆς ὀξυωπίας, ἐκεῖ ἔχουσα τοὺς ὀφθαλμούς, ὅπου οὐκ ἔστιν ἡ τοῦ κακοῦ ἐπισκότησις. Παῦλος ὁ μέγας καὶ εἴ τινες ἄλλοι κατ᾽ ἐκεῖνον μεγάλοι ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς εἶχον καὶ πάντες οἱ ἐν Χριστῷ ζῶντες καὶ κινούμενοι καὶ ὄντες. ὡς γὰρ οὐκ ἔστι τὸν ἐν φωτὶ ὄντα σκότος ἰδεῖν, οὕτως οὐκ ἔστι τὸν ἐν Χριστῷ τὸν ὀφθαλμὸν ἔχοντα πρός τι τῶν ματαίων ἐνατενίσαι. ὁ οὖν ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχων (κεφαλὴν δὲ τὴν τοῦ παντὸς ἀρχὴν ἐνοήσαμεν) ἐν πάσῃ ἀρετῇ τοὺς ὀφθαλμοὺς ἔχει (Χριστὸς γάρ ἐστιν ἡ παντελὴς ἀρετή), ἐν ἀληθείᾳ, ἐν δικαιοσύνῃ, ἐν ἀφθαρσίᾳ, ἐν παντὶ ἀγαθῷ.

Τοῦ οὖν σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, ὁ δὲ ἄφρων ἐν σκότει πορεύεται. ὁ γὰρ μὴ ἐπὶ τὴν λυχνίαν τὸν ἑαυτοῦ λύχνον προτείνας, ἀλλ᾽ ὑποβαλὼν τῇ βάσει τῆς κλίνης τὸ φέγγος ἑαυτῷ σκότος ἐποίησεν, δημιουργὸς τοῦ ἀνυπάρκτου γενόμενος· μάταιον δὲ τὸ ἀνύπαρκτον. ἴσον οὖν ἐστι κατὰ τὸ σημαινόμενον τῷ ματαίῳ τὸ σκότος. τοῦ τοίνυν ἄφρονος ἡ ψυχὴ φιλοσώματός τις καὶ σαρκώδης γεγενημένη ἐν τῷ ταῦτα βλέπειν βλέπει οὐδέν· σκότος γάρ ἐστιν ἀληθῶς ἡ ἐν τούτοις ὀξυωπία. ὁρᾷς τοὺς δριμεῖς τούτους καὶ εὐστρόφους κατὰ τὸν βίον, οὓς δικανικοὺς ὀνομάζομεν, ὅπως ἑαυτοῖς δι᾽ ἐπινοίας τὴν ἀδικίαν ἐξευμαρίζουσι μάρτυσι, συνηγόροις, ἐγγράφοις, τῇ τῶν δικαστῶν θεραπείᾳ, ὥστε καὶ τὸ κακὸν κατεργάσασθαι καὶ ἐκδῦναι τὴν τιμωρίαν; τίς οὐ θαυμάζει τὸ ἀγχίνουν τῶν τοιούτων καὶ εὐπερίβλεπτον; ἀλλ᾽ ὅμως τυφλοί εἰσιν οὗτοι, εἰ πρὸς ἐκεῖνον τὸν ὀφθαλμὸν ἐξετάζοιντο τὸν τὰ ἄνω βλέποντα, τὸν τῇ κεφαλῇ τῶν ὄντων ἐγκείμενον. τυφλοί εἰσιν ἄντικρυς οἱ τὴν πτέρναν ἑαυτῶν καλλωπίζοντες τὴν σπαρασσομένην τοῖς ὀδοῦσι τοῦ ὄφεως· δι᾽ ὧν γὰρ τὰ κάτω βλέπουσι, τὰ δήγματα τῆς ἁμαρτίας ἑαυτοῖς ἐγχαράσσουσιν.

Ὁ γὰρ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν, καὶ τὸ μακαριζόμενον αὐτῶν ἐν ἀνθρώποις πάσης ἐστὶ δυσπραγίας ἐλεεινότερον. πόσοι δὲ πάλιν ἐκ τοῦ ἐναντίου τῶν ἐν τῷ ὕψει ἀγαθῶν ἐμφορούμενοι καὶ τῇ θεωρίᾳ τῶν ὄντως ὄντων ἀποσχολάζοντες τυφλοί τινες ἐν τοῖς ὑλικοῖς πράγμασιν εἶναι νομίζονται καὶ ἀνόητοι, οἷος καὶ ὁ Παῦλος εἶναι καυχᾶται, μωρὸν ἑαυτὸν διὰ τὸν Χριστὸν εἶναι λέγων· ἡ γὰρ φρόνησις αὐτοῦ καὶ ἡ σοφία πρὸς οὐδὲν τῶν ὧδε σπουδαζομένων ἠσχόλητο. διὸ λέγει· Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὡς ἂν εἰ ἔλεγεν· ἡμεῖς τυφλοὶ τῷ κάτω βίῳ διὰ τὸ τὰ ἄνω βλέπειν καὶ ἐν τῇ κεφαλῇ τοὺς ὀφθαλμοὺς ἡμῶν ἔχειν. τούτου χάριν ἄστεγος ἦν καὶ ἀτράπεζος, πένης, ἀλήτης, γυμνός, λιμῷ καὶ δίψῃ κατατρυχόμενος. ἀλλ᾽ ὁ κάτω τοιοῦτος ἐν τοῖς ἄνω σκόπησον οἷος ἦν. ἕως γὰρ τρίτου οὐρανοῦ ὑψωθείς, ὅπου ἡ κεφαλὴ αὐτοῦ ἦν, ἐκεῖ τοὺς ὀφθαλμοὺς ἔσχεν, τοῖς ἀπορρήτοις τοῦ παραδείσου μυστηρίοις ἐναγαλλόμενος καὶ τὰ ἀθέατα βλέπων καὶ ἐντρυφῶν ἐκείνοις, ὅσα ὑπὲρ αἴσθησίν ἐστι καὶ διάνοιαν. τίς οὐκ ἂν ἐλεεινὸν αὐτὸν ᾠήθη, δεσμώτην βλέπων καὶ πληγαῖς αἰκιζόμενον καὶ βύθιον ἐκ ναυαγίου διὰ πελάγους τοῖς κύμασι μετὰ τῶν δεσμῶν συμπεριφερόμενον; ἀλλ᾽ ὅμως εἰ καὶ τὰ ἐν ἀνθρώποις τοιαῦτα, τοῦ μέντοι ἐν κεφαλῇ διὰ παντὸς τοὺς ὀφθαλμοὺς ἔχειν οὐκ ἀπετράπη λέγων Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ;

θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; ὅπερ ἴσον ἐστὶ τῷ λέγειν· τίς μου τοὺς ὀφθαλμοὺς ἀπὸ τῆς κεφαλῆς ἐξορύξει καὶ πρὸς τὸ πατούμενόν τε καὶ γήϊνον μεταστήσει; τοῦτο δὲ καὶ ἡμῖν ἐγκελεύεται τὸ ἴσον ποιεῖν ἐν τῷ παραγγέλλειν τὰ ἄνω φρονεῖν, ὅπερ ὅμοιόν ἐστι τῷ λέγειν ἐν κεφαλῇ τοὺς ὀφθαλμοὺς ἔχειν.

Ἀλλ᾽ εἰ μεμαθήκαμεν, πῶς εἰσι τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, φύγωμεν τὴν ἀφροσύνην, ἥτις σκότος τοῖς ἐν τῷ βίῳ τούτῳ πορευομένοις γίνεται. Ὁ γὰρ ἄφρων, φησίν, ἐν σκότει πορεύεται. ἄφρων δέ ἐστι, καθὼς ἡ προφητεία φησίν, ὁ ἐν τῇ καρδίᾳ λέγων μὴ εἶναι θεόν, ὃς διεφθάρη καὶ ἐβδελύχθη ἐν τοῖς ἐπιτηδεύμασιν. ἡ δὲ ἀκολουθία τοῦ λόγου θεραπεύει διὰ τῶν ἐφεξῆς εἰρημένων τοὺς μικροψύχως περὶ τὴν ζωὴν ταύτην διακειμένους, οἷς χαλεπόν τι τὸ τοῦ θανάτου νομίζεται καὶ διὰ τοῦτο κέρδος οὐδὲν τοῦ κατ᾽ ἀρετὴν βίου τοῖς τὴν ὑψηλοτέραν μετιοῦσι ζωὴν εἶναι πεπίστευται, ὅτι ἀμφοτέροις πρὸς τὸ αὐτὸ πέρας ἡ ζωὴ καταλήγει καὶ οὐκ ἔστιν ἀποφυγὴν τοῦ θανάτου διὰ τῆς ἀστειοτέρας κατορθωθῆναι ζωῆς. τὰς οὖν τοιαύτας ἀντιθέσεις ὡς ἐξ ἰδίου προσώπου ποιούμενος πάλιν καθάπτεται τῆς ἀτοπίας τῶν προφερόντων ἐκεῖνα, ὡς ἀνεπισκέπτως ἐχόντων τῆς τῶν ὄντων φύσεως, καὶ διδάσκει τὴν διαφοράν, ἐν τίνι τὸ πλέον ἔχει ἡ ἀρετὴ τῆς κακίας, ὡς οὐχὶ διὰ τῆς τοῦ θανάτου κοινότητος ὁμοτιμίας τινὸς ἐν αὐτοῖς ἐλπιζομένης, ἀλλὰ διὰ τῶν εἰς ὕστερον ἀναμενόντων καλῶν ἢ κακῶν τῆς διαφορᾶς εὑρισκομένης. ἔχει δὲ ἡ λέξις τῆς ἀντιθέσεως οὕτως· Ἔγνων ἐγώ, ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου, ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεται, καὶ ἵνα τί ἐσοφισάμην;

ἐγὼ περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης. ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα, καθότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι τὰ πάντα ἐπελήσθη· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; οἷς ἐπάγει τὸ μίσους ἄξια νομίσαι τὰ πάντα, περὶ ἃ πρότερον ἐμπαθῶς εἶχε τὸ μάταιον ὡς ἀγαθὸν ἀσπαζόμενος, καὶ πάντα μεμισηκέναι φησίν, ὅσα πρὸς τὴν ζωὴν ταύτην βλέπων ἐπόνησε, διότι οὐδὲν ἑαυτῷ, ἀλλὰ τῷ μετ᾽ αὐτὸν πάντα ἐπόνησεν, ὃς εἰς τί χρήσεται τοῖς πεπονημένοις προγνῶναι διὰ τὴν τοῦ μέλλοντος ἀδηλίαν οὐχ οἷόν τε. λέγει δὲ κατὰ λέξιν οὕτως· Καὶ ἐμίσησα σὺν τὴν ζωήν, ὅτι πονηρὸν ἐπ᾽ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. καὶ ἐμίσησα ἐγὼ σύμπαντα τὸν μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετ᾽ ἐμέ· καὶ τίς οἶδεν, εἰ σοφὸς ἔσται ἢ ἄφρων καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης. ταῦτα εἰπὼν ἀλλοτρίως φησὶ καὶ πρὸς τοῦτο τῇ ψυχῇ διατεθῆναι τὸ νομίσαι μίαν εἶναι τῷ τε κατ᾽ ἀρετὴν βεβιωκότι καὶ τῷ μηδεμίαν πρὸς τοῦτο πεποιημένῳ σπουδὴν τὴν μερίδα.

τῷ μὲν γὰρ τὸν μόχθον εἶναί φησιν ἐν σοφίᾳ καὶ γνώσει καὶ ἀνδρείᾳ, τῷ δὲ ἑτέρῳ ἐν θυμῷ καὶ ἐν ἀλγήμασι τοῖς διὰ τὴν περὶ τὸν βίον σπουδὴν προσγινομένοις. τὸ οὖν εἰς ἴσον τούτους ἀλλήλοις ἄγειν οὐ ματαιότητος μόνον ἀλλὰ καὶ πονηρίας εἶναί φησιν. ἔχει δὲ καὶ αὕτη ἡ λέξις οὕτως· Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, ὅτι ἔστιν ἄνθρωπος ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ, καὶ ἄνθρωπος ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ δώσει αὐτῷ μερίδα αὐτοῦ. καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη. ὅτι γινώσκει τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν τῇ προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. καί γε τοῦτο ματαιότης. πάλιν ἑτέραν ἀνθυποφορὰν τῶν τὸν ἀπολαυστικὸν βίον προτιμότερον κρινόντων τῆς ὑψηλοτέρας ζωῆς προφέρει τε αὐτὸς ἑαυτῷ καὶ ἀνατρέπει τὸ προφερόμενον, ἐν τῷ ἰδίῳ προσώπῳ διεξιὼν ἑκάτερα, καὶ τὴν λύσιν καὶ τὴν ἀντίθεσιν.

τὸ γὰρ ἀντιτεθέν ἐστι τὸ μηδὲν ἀγαθὸν οἴεσθαι δεῖν ἄλλο ἢ ὅπερ ἄν τις εἰς ἑαυτὸν καταδέξηται, τοῦτο δέ ἐστι βρῶσις καὶ πόσις, ἡ δὲ πρὸς τοῦτο ἀπάντησις τὸ μὴ ταῦτα εἶναι, οἷς ὁ ἄνθρωπος τρέφεταί τε καὶ εὐφραίνεται, ἀλλὰ σοφίαν καὶ γνῶσιν· ὡς τοῦτο μὲν ἀγαθὸν εἶναι τὸ ἐν τούτοις τὴν σπουδὴν ἔχειν, τὸ δὲ διὰ σαρκὸς σπουδαζόμενον περισπασμὸν ψυχῆς εἶναι καὶ ματαιότητα. τὰ δὲ ῥήματα τῆς ὑψηλῆς διδασκαλίας τοῦτον ἔχει τὸν τρόπον· Οὐκ ἔστιν ἀγαθὸν ἐν ἀνθρώπῳ, ὃ φάγεται καὶ πίεται καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. καί γε τοῦτο εἶδον ἐγώ, ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν, ὅ τί τις φάγεται καί τις πίεται παρὲξ αὐτοῦ, ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην, καὶ τῷ ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

Ἡ μὲν οὖν διάνοια τῶν ἐφεξῆς γεγραμμένων καὶ ἡ κατὰ τὸ ἀκόλουθον προθεωρία αὕτη ἐστίν, ἣν δι᾽ ὀλίγου νῦν παρεθέμεθα. καιρὸς δ᾽ ἂν εἴη πάλιν ἐπαναλαβεῖν τὴν λέξιν καὶ προσαρμόσαι δι᾽ ἀκριβείας τοῖς ῥητοῖς τὰ νοήματα. Καὶ ἔγνων καί γε ἐγώ, ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. καὶ εἶπα ἐγώ, ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεται, καὶ ἵνα τί ἐσοφισάμην; τοῦτο δέ ἐστιν ἡ ἀντίθεσις, ἣν αὐτὸς ἑαυτῷ ἀντιτίθησι λέγων· εἰ ἕν ἐστιν ἐπ᾽ ἀμφοτέρων τὸ τοῦ θανάτου συνάντημα καὶ οὐκ ἐξαιρεῖται τῆς τοῦ θανάτου μετουσίας ἡ ἀρετὴ τὸν ἐν σοφίᾳ γενόμενον, εἰς μάτην μοι γέγονεν ἡ περὶ τὴν σοφίαν σπουδή. ἡ δὲ πρὸς τὰ εἰρημένα τοῦ λόγου ἀπάντησις ποία; Ἐγώ, φησί, τοῦτο περισσὸν ἐλάλησα ἐν τῇ καρδίᾳ μου, ὅτι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης. ὅτι οὐκ ἔστι μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα. καταγινώσκει γὰρ ὡς περιττῶς τε καὶ μὴ ἀκολούθως τῆς ἀντιθέσεως ταύτης ὑπενεχθείσης καὶ ἄφρονα ὀνομάζει τὸν λόγον, ὃς οὐχὶ τῶν ἀποθέτων ἐστὶν οὐδὲ ἔνδοθεν ἐκ τῶν ταμιείων τῆς σοφίας προφέρεται, ἀλλ᾽ ὥσπερ τι περίττωμα τῆς διανοίας ἐστὶν ἀφροῦ δίκην ἀποπτυόμενος. Ἄφρων γάρ, φησίν, ἐκ περισσεύματος λαλεῖ, τὸ δὲ οὕτω χρῆσθαι τῷ λόγῳ μάταιόν τε καὶ εἰς οὐδέν ἐστι πλέον, πρὸς οὐδὲν γὰρ ἕτερον τοῦ λόγου τὴν σπουδὴν ἔχοντος, ἢ πεῖσαι μὴ πρὸς τὰ φαινόμενα βλέπειν.

ἐκ τῶν ὁρωμένων ποιεῖται ὁ ἀντιλέγων τὴν μάχην· καὶ γὰρ καὶ ὁ θάνατος τῶν φαινομένων ἐστίν· τί δήποτε λέγων; οὐκ ἐν τούτῳ τοῦ ἐναρέτου τε καὶ τοῦ πονηροῦ βίου ἡ κρίσις γίνεται, ὡς δέον μόνον τὸν πονηρὸν τεθνάναι τῷ σώματι, τὸν δὲ ἀγαθὸν μένειν τοῦ σωματικοῦ θανάτου ἀπείρατον; οὐκ εἰδώς, ἐν τίνι ἐστὶ τῆς ἀρετῆς τὸ ἀθάνατον καὶ τίς τῶν ἐν κακίᾳ ζώντων ὁ θάνατος. τοῦ μὲν γὰρ σοφοῦ, φησίν, ἡ μνήμη διὰ παντὸς ζῇ καὶ παντὶ τῷ αἰῶνι συμπαρατείνεται, τῷ δὲ ἄφρονι συναπεσβέσθη καὶ τὸ μνημόσυνον. περὶ γὰρ τῶν τοιούτων φησὶ καὶ ὁ προφήτης, ὅτι Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν περιφανῶς καὶ ἐκδήλως· τοῦτο γὰρ ἡ τοῦ Ἤχου προσθήκη ἐνδείκνυται. Οὐκ ἔστιν οὖν, φησί, μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα, ἀλλὰ τοῦ μὲν σοφοῦ ἡ ζωὴ διαιωνίζει διὰ τῆς μνήμης, τὸν δὲ ἄφρονα διαδέχεται λήθη· ἐν γὰρ ταῖς ἐρχομέναις ἡμέραις τὰ πάντα τοῦ ἄφρονος ἐν λήθῃ γίνεται, οὑτωσὶ λέγων τῷ ῥήματι· Καθότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι τὰ πάντα ἐπελήσθη. εἰ οὖν ὁ μὲν σοφὸς ζῇ τῇ σοφίᾳ, ὁ δὲ ἄφρων τῷ θανάτῳ τῆς λήθης ἐνηφανίσθη, πῶς, φησί, λέγεις, ὅτι ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος;

διὰ τοῦτο τοῖς κατὰ τὴν ζωὴν ταύτην ἐσπουδασμένοις αὐτῷ ἀλγύνεται καὶ ἐπαισχύνεται καὶ μισεῖν λέγει πάντα, ὅσα αὐτῷ πρὸς τὴν ζωὴν ταύτην διεσπουδάσθη, ὅμοιον πάσχων ὥσπερ ἂν εἴ τις πεφαρμακωμένου μέλιτος ἀναιδῶς ἐμφορηθεὶς ἐκ λαιμαργίας, εἶτα εἰς χυμὸν αὐτῷ πονηρὸν τῆς λιχνείας μεταβληθείσης ἐν τῷ ἐμέτῳ λάβοι τοῦ ἀνακεκραμένου φαρμάκου τὴν αἴσθησιν τοῦ συνεκπτυομένου μετὰ τοῦ μέλιτος, καὶ διὰ τοῦτο τῇ μνήμῃ τῆς ἀηδίας μισῶν τὸ μέλι, οὗ ἡ πλησμονὴ διὰ τοῦ φαρμάκου τὴν ἀνατροπὴν κατειργάσατο. τούτου χάριν ὁ μέχρι κόρου τῶν πρὸς τρυφὴν σπουδαζομένων ἑαυτὸν ἐμπλήσας ἐν τῷ τῆς ἐξαγορεύσεως ἐμέτῳ καθάπερ τινὸς δηλητηρίου ποιότητα τὴν ἐπὶ τοῖς πεπραγμένοις αἰσχύνην σικχανθείς τε καὶ βδελυξάμενος μισεῖν βοᾷ τὴν ζωὴν ἐκείνην, λέγων οὑτωσὶ κατὰ τὴν λέξιν, ὅτι Καὶ ἐμίσησα σὺν τὴν ζωήν, ὅτι πονηρὸν ἐπ᾽ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον. οὐ γὰρ ἄλλῳ τινί, φησίν, ἀλλ᾽ ἐμαυτῷ γέγονα πονηρός, οἷς ἐποίησα ὑπὸ τὸν ἥλιον. ἕστηκε γάρ μοι τῶν γενομένων οὐδέν, ἀλλ᾽ οἴησις ἦν πάντα τὰ σπουδαζόμενα καὶ ὁρμὴ προαιρέσεως. Τὰ γὰρ πάντα ματαιότης, φησί, καὶ προαίρεσις πνεύματος.

καὶ ἄλλως λέγει μίσους ἀξίαν εἶναι τὴν ὧδε σπουδήν, ὅτι μὴ ἑαυτῷ τις, ἀλλὰ τῷ μεθ᾽ ἑαυτὸν πονεῖ, ὅπερ ἂν ἐν τῇ ζωῇ ταύτῃ κατὰ σπουδὴν ἐνεργήσας τύχῃ, νεώρια, λιμένας, τὰς λαμπράς τε καὶ πολυτελεῖς τῶν ἐπάλξεών τε καὶ οἰκοδομημάτων κατασκευάς, προπύλαια καὶ πύργους καὶ κολοσσῶν ἀναστήματα τάς τε κατὰ γῆν φιλεργίας, ἄλση παντοδαπὰ καὶ λειμώνων κάλλη καὶ ἀμπελῶνας μιμουμένους τὰ πελάγη τοῖς πλάτεσι καὶ εἴ τι ἄλλο τοιοῦτον πονεῖ μὲν ὅσπερ ἂν τύχῃ πονήσας, μετέχει δὲ ὁ μετ᾽ ἐκεῖνον ἐπιδημῶν τῷ βίῳ.

Ἄδηλον δὲ εἰ μὴ κακίας ὕλην τὴν περιουσίαν ποιήσεται. οὐ γὰρ πάντων ἐστὶ τὸ γνώσεως ἕνεκεν εἰς τὴν τῶν τοιούτων πεῖραν καθεῖναι τὴν αἴσθησιν. ὅπερ ἐγώ, φησίν, ὑπὸ σοφίας πεποίηκα. κατ᾽ ἐξουσίαν οἷόν τινα πῶλον τὴν τῆς φύσεως ὁρμὴν μικρὸν ἀφεὶς ἐπισκιρτῆσαι τοῖς κάτω πάθεσι πάλιν ἀνεστόμωσα τῇ τῶν λογισμῶν ἡνίᾳ καὶ τῇ τοῦ νοῦ ἐξουσίᾳ ὑπήγαγον. τίς οἶδε, φησίν, εἰ κἀκεῖνος ὅστις ποτὲ μεθ᾽ ἡμᾶς ἐν τούτοις γενόμενος ἐξουσιάσει τῆς ἀπολαύσεως καὶ οὐκ αὐτὸς μᾶλλον κυριευθήσεται, οἷόν τι ἀνδράποδον τῇ δυναστείᾳ τῆς ἡδονῆς ὑποκύψας; διὰ τοῦτο, φησίν, ἐμίσησα ἐγὼ σύμπαντα τὸν μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γενομένῳ μετ᾽ ἐμέ. καὶ τίς οἶδεν, εἰ σοφὸς ἔσται ἢ ἄφρων καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; ταύτην γὰρ οἶμαι τοῦ ῥητοῦ τούτου εἶναι τὴν ἔννοιαν, τὸ μὴ πάθει αὐτὸν πρὸς τὸν ἀπολαυστικὸν βίον κατολισθῆσαι, ἀλλά τινι λόγῳ σοφίας ἐπὶ τοῦτο ἐλθεῖν, ἐν ἐξουσίᾳ ποιούμενον τὴν μετουσίαν καὶ οὐκ αὐτὸν ὑπὸ τῆς δυναστείας ταύτης κατακρατούμενον. τίς οὖν οἶδε, φησίν, εἰ μὴ ἐξουσιασθήσεται ὑπὸ τούτων ὁ μετ᾽ ἐμέ, ἅπερ οὐ διὰ πάθους ἐγώ, ἀλλ᾽ ὑπὸ σοφίας ἐμόχθησα; δηλοῖ γὰρ διὰ τοῦ μόχθον ὀνομάσαι τὴν τρυφήν, ὅτι βεβιασμένως οἷόν τινα δυσκαταγώνιστον ἆθλον τῆς ἡδονῆς τὴν μετουσίαν προσήκατο.

καὶ τοῦτο οὖν, φησίν, ἐν τοῖς ματαίοις κατηριθμήσθω. καὶ ἄλλῳ δέ τινι λέγει τῶν ὧδε τὴν ἑαυτοῦ ψυχὴν ἀποτετάχθαι καὶ φανεροῖ τῷ λόγῳ ὃ βούλεται. διαβέβληται γὰρ πρὸς τὸν τῆς ὀρθῆς κρίσεως ἁμαρτάνοντα, ὅταν τις βλέπων ἐναργῆ τῶν ἐναντίων βίων τὴν διαφοράν, ἐξ ὧν ὁ μὲν περὶ τὴν ἀρετὴν πονεῖ καὶ πρὸς οὐδὲν ἀνθρώπινον τὴν ἐπιθυμίαν κατάγει, ὁ δὲ ἕτερος κατὰ τὸ ἔμπαλιν πόνον μέν τινα τῶν ἐναρέτων οὐχ ὑπομένει, μόνοις δὲ τοῖς σωματικοῖς μόχθοις ἐγκατατρίβεται· ὅταν οὖν τις πρὸς τοῦτον φέρῃ τοῦ καλοῦ τὴν ψῆφον παρορῶν τὸν ἐν σοφίᾳ προέχοντα, οὐ μόνον ματαίαν, ἀλλὰ καὶ πονηρὰν τὴν ἄδικον ταύτην ἀποφαίνεται κρίσιν. λέγει δὲ τοῖς ῥήμασιν οὕτως· Καὶ ἐπέστρεψα, φησίν, ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου πρὸς τῷ ἄλλῳ μόχθῳ, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον. τί οὖν ἐστιν, ὃ ἀπεταξάμην; ὅτι ἔστιν ἄνθρωπος, ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ, καὶ ἄλλος ἄνθρωπος οὐδὲν ἐν τοῖς τοιούτοις πονήσας. πῶς οὖν τις τὴν μερίδα τῆς προτιμήσεως τῷ τοιούτῳ προσθήσει; Καὶ ἄνθρωπος γάρ, φησίν, ᾧ οὐκ ἐμόχθησεν ἐν αὐτῷ, (τουτέστι τῷ μὴ μοχθήσαντι ἐν τῷ ἀγαθῷ) δώσει αὐτῷ μερίδα αὐτοῦ (ἀντὶ τοῦ· ἐν ἀγαθοῦ μοίρᾳ τὸν τοιοῦτον βίον ὁρίσεται). ἀλλὰ Ματαιότης, φησί, τοῦτο καὶ πονηρία μεγάλη. πῶς γὰρ οὐκ ἔστιν πονηρία μεγάλη, ὅταν γινώσκῃ τὴν ἐγκειμένην τῷ ἀνθρώπῳ περὶ τοὺς μόχθους σπουδὴν καὶ προαίρεσιν;

τοῦτο γάρ ἐστιν, ἐν οἷς φησίν· Ὅτι γινώσκει τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν τῇ προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον. τί οὖν ἐστιν ὃ γινώσκει; Ὅτι πᾶσαι, φησίν, αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. τῷ ὄντι γὰρ τοῖς εἰς τὸν περισπασμὸν τοῦτον τὴν ψυχὴν ἀσχολοῦσιν ἐπαλγὴς μὲν ἡ ζωὴ οἷόν τισι κέντροις ταῖς τῶν πλειόνων ἐπιθυμίαις τὴν καρδίαν μαστίζουσα, ἐπώδυνος δὲ ἡ περὶ τὴν πλεονεξίαν σπουδή, οὐ τοσοῦτον οἷς ἔχει εὐφραινομένη, ὅσον ἀλγυνομένη τοῖς λείπουσιν· οἷς μερίζεται νυκτὶ καὶ ἡμέρᾳ ὁ πόνος καταλλήλως δι᾽ ἑκατέρας αὐτῶν ἐνεργούμενος, τῆς μὲν ἡμέρας δαπανωμένης ἐν μόχθοις, τῆς δὲ νυκτὸς ἀποπεμπούσης τῶν ὀμμάτων τὸν ὕπνον· αἱ γὰρ τοῦ κέρδους φροντίδες τὸν ὕπνον ἐκκρούουσιν. ὁ οὖν πρὸς ταῦτα βλέπων πῶς οὐ καταψηφίζεται τῆς σπουδῆς ταύτης τὴν ματαιότητα; διὰ τοῦτο προστίθησι τοῖς προειρημένοις, ὅτι Καί γε τοῦτο ματαιότης.

Πάλιν ἄλλης ἀντιθέσεως καθάπτεται, τὸ δὲ ἀντιτιθέμενον τοῦτό ἐστιν· εἰ τὸ ἔξω ἡμῶν ἐν ματαίοις ἀριθμεῖς, ὦ διδάσκαλε, ὅπερ ἂν εἰς ἑαυτοὺς ἀναλάβωμεν, οὐκ ἂν εἰκότως καταγνωσθείη ὡς μάταιον. ἀλλὰ μὴν ἡ βρῶσις τε καὶ ἡ πόσις ἐν ἡμῖν αὐτοῖς γίνεται. οὐ τῶν ἀποβλήτων ἄρα τὸ τοιοῦτόν ἐστιν, ἀλλὰ θείαν ἄν τις εὐεργεσίαν τὴν τοιαύτην χάριν ὁρίσαιτο. αὕτη τῆς ἀντιθέσεως ἡ διάνοια, τὰ δὲ ῥήματα τοῦτον ἔχει τὸν τρόπον· Οὐκ ἔστιν ἀγαθόν, φησίν, ἐν ἀνθρώπῳ, ὃ φάγεται καὶ πίεται καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. καί γε τοῦτο εἶδον ἐγώ, ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν, ὅτι τίς φάγεται καὶ τίς πίεται πάρεξ αὐτοῦ. ταῦτα ὁ τῆς λαιμαργίας συνήγορος ἀνθυποφέρει τῷ διδασκάλῳ. τί δὲ πρὸς ταῦτα ὁ τῆς σοφίας ὑφηγητὴς τῷ ἀνθρώπῳ φησὶ τῷ ἀγαθῷ; ἡ δὲ τοῦ ἀγαθοῦ προσθήκη πάντως καὶ τὴν ἀντιδιαστολὴν ἐνεδείξατο, ὥστε δῆλον εἶναι τὸ τῇ ἀγαθότητι ἐκ τοῦ ἐναντίου νοούμενον. τῷ οὖν ἀνθρώπῳ οὐ τῷ βοσκηματώδει, τῷ τῇ γαστρὶ ἑαυτοῦ ἐπικεκυφότι, τῷ λαιμὸν ἀντὶ λογισμοῦ κεκτημένῳ, ἀλλὰ τῷ ἀγαθῷ τῷ κατ᾽ εἰκόνα τοῦ μόνου ἀγαθοῦ ζῶντι οὐ ταύτην ἐνομοθέτησεν ὁ θεὸς τὴν τροφήν, περὶ ἣν ἡ κτηνώδης κέχηνε φύσις, ἀλλ᾽ Ἔδωκεν αὐτῷ, φησίν, ἀντὶ τροφῆς σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην. πῶς γὰρ ἄν τις τὴν ἀγαθότητα διὰ τῶν τῆς σαρκὸς ἐδωδίμων αὐξήσειεν;

Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, οὗτος τοῦ ἀληθινοῦ λόγου ὁ λόγος, οὐ τρέφεται ἄρτῳ ἡ ἀρετή, οὐ διὰ κρεῶν ἡ τῆς ψυχῆς δύναμις εὐεκτεῖ καὶ πιαίνεται. ἄλλοις ἐδέσμασιν ὁ ὑψηλὸς βίος τρέφεται καὶ ἁδρύνεται· τροφὴ τοῦ ἀγαθοῦ ἡ σωφροσύνη, ἄρτος ἡ σοφία, ὄψον ἡ δικαιοσύνη, ποτὸν ἡ ἀπάθεια, ἡδονὴ οὐχ ἡ τοῦ σώματος, ὁποία ἡ περὶ τὸ καταθύμιον σχέσις, ἀλλ᾽ ἧς ὄνομά τε καὶ ἔργον ἡ εὐφροσύνη ἐστίν· διὰ τοῦτο γὰρ καὶ ὠνόμασε τῇ προσηγορίᾳ ταύτῃ τὴν ἐν τῇ ψυχῇ πρὸς τὸ καλὸν γινομένην διάθεσιν, ὅτι ἐκ τοῦ εὖ φρονεῖν ἡ τοιαύτη παραγίνεται τῇ διανοίᾳ κατάστασις. χρὴ τοίνυν καὶ ἐνταῦθα μαθεῖν, ἅπερ καὶ παρὰ τοῦ ἀποστόλου ἠκούσαμεν, ὅτι Οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ ἀπάθεια καὶ μακαριότης. ἃ δὲ τῆς σωματικῆς ἀπολαύσεως ἕνεκεν παρὰ τῶν ἀνθρώπων σπουδάζεται, ἁμαρτωλῶν ἐστι σπουδὴ καὶ περισπασμὸς ψυχῆς ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω κατασπωμένης, ἧς πᾶν τὸ διάστημα τῆς ἐν τῷ βίῳ τούτῳ διαγωγῆς εἰς τὴν περὶ τοῦ προσθεῖναι καὶ συναγαγεῖν σπουδὴν ἀναλίσκεται. ὁ οὖν τοῦτο τὸ ἀγαθὸν ἐν τῷ προσώπῳ τοῦ θεοῦ κρίνων ἀγνοεῖ ἐν τῷ ματαίῳ τὸ ἀγαθὸν ὁριζόμενος.

ταῦτα εἶπον ἐγὼ τῇ ἐμαυτοῦ φωνῇ, ἐπισφραγίσει δὲ τὴν διάνοιαν ταύτην ἡ τῶν θείων ῥημάτων παράθεσις· φησὶ γάρ· Τῷ ἁμαρτωλῷ ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. ὅσα τοίνυν ἐκ τῆς παραλλήλου ταύτης συνεξετάσεως τοῦ τε καλοῦ καὶ τοῦ χείρονος διὰ τῆς νῦν μεμαθήκαμεν ἀναγνώσεως, γένοιτο ἡμῖν βοήθεια πρὸς ἀποφυγὴν μὲν τῶν κατεγνωσμένων, ἐφόδιον δὲ τῶν πρὸς τὸ κρεῖττον κατορθουμένων, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.