Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν Ἐκκλησιαστήν

Γρηγόριος ὁ Νύσσης

Ομιλία ΣΤ': Ο χρόνος, το μέτρο και οι καιροί του ανθρώπινου βίου

Ανάλυση της διδασκαλίας για τους καιρούς, τη συμμετρία ως κριτήριο του αγαθού, και την πνευματική διάσταση της γέννησης, του θανάτου, της φύτευσης και του πένθους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 8

ΟΜΙΛΙΑ ϛʹ Τοῖς πᾶσιν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν· αὕτη τῶν προκειμένων ἡμῖν λογίων εἰς θεωρίαν ἀρχή. ἔστι δὲ καὶ ὁ πόνος τῆς ἐξετάσεως οὐ μικρὸς καὶ τὸ ἐκ τοῦ πόνου κέρδος τοῦ πόνου ἄξιον. τάχα γὰρ ὁ σκοπὸς τῶν ἐν τοῖς πρώτοις τοῦ βιβλίου θεωρηθέντων ἡμῖν ἐν τούτῳ μάλιστα φανεροῦται τῷ μέρει, ὡς προϊὼν ἐπιδείξει διὰ τῆς ἀκολουθίας ὁ λόγος. κατεγνώσθη τὰ πάντα ἐν τοῖς προλαβοῦσι λόγοις ὡς μάταια, ὅσα κατὰ τὸν ἀνθρώπινον βίον ἐπ᾽ οὐδενὶ ψυχικῷ κέρδει σπουδάζεται. ὑπεδείχθη τὸ ἀγαθόν, πρὸς ὃ χρὴ διὰ τῶν τῇ κεφαλῇ ἐγκειμένων ὀμμάτων βλέπειν, τοῖς δὲ τὴν σωματικὴν προϊσχομένοις ἀπόλαυσιν ἀντετέθη ἡ κατὰ σοφίαν τροφή. λείπει τὸ γνῶναι πῶς ἄν τις κατ᾽ ἀρετὴν βιῴη καθάπερ τινὰ τέχνην καὶ ἔφοδον πρὸς τὴν τοῦ βίου κατόρθωσιν διὰ τοῦ λόγου λαβών. ταῦτα οὖν ἐστιν, ἃ ἐπαγγέλλεται ἡμῖν ἐν προοιμίοις ἡ προκειμένη τῶν λογίων ἐξέτασις, ἐν οἷς ἀποφαίνεται, ὅτι Τοῖς πᾶσιν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν. εἰ γάρ τις τῷ βάθει τῆς διανοίας ἐγκύψειε, πολλὴν ἂν εὕροι φιλοσοφίαν ἐμπεριειλημμένην τοῖς ῥήμασι θεωρητικήν τε καὶ συμβουλευτικὴν τῶν συμφερόντων. καὶ ὡς ἂν γένοιτό τις ἡμῖν δι᾽ ὀλίγων ἔφοδος πρὸς τὴν τοῦ ῥητοῦ θεωρίαν, οὑτωσὶ τὸν λόγον διαληψόμεθα· τῶν ὄντων τὸ μέν ἐστιν ὑλικόν τε καὶ αἰσθητόν, τὸ δὲ νοητόν τε καὶ ἄϋλον.

τούτων τὸ μὲν ἀσώματον ὑπέρκειται τῆς αἰσθητικῆς καταλήψεως, ὃ τότε γνωσόμεθα, ὅταν τὰς αἰσθήσεις ἀποδυσώμεθα· τῆς δὲ ὑλικῆς φύσεως ἡ αἴσθησις τὴν ἀντίληψιν ἔχουσα διαβῆναι τὸ οὐράνιον σῶμα καὶ εἰς τὰ ἐπέκεινα τῶν φαινομένων διαδῦναι φύσιν οὐκ ἔχει. οὗ χάριν περὶ τῶν γηΐνων τε καὶ ὑπουρανίων ὁ λόγος ἡμῖν διαλέγεται, ὅπως ἂν ἀπταίστως ἐν τούτῳ διαβιῴημεν. ὑλικὸς οὗτος ὁ βίος, διὰ σαρκὸς ἡ ζωή, ἐπισκοτεῖται δέ πως ὑπὸ τῶν κατ᾽ αἴσθησιν προφαινομένων ἡ τοῦ καλοῦ θεωρία. ἐπιστήμης οὖν τινος πρὸς τὴν τοῦ καλοῦ κρίσιν ἐπιδεόμεθα, ἵνα καθάπερ ἐπὶ τῶν κατασκευασμάτων κανών τις ᾖ ἐπὶ στάθμῃ διευθύνων πᾶν τὸ γινόμενον. τοῦτο οὖν ἡμῖν ὑπὸ τοῦ λόγου προδείκνυται, δι᾽ οὗ πρὸς τὸ δέον ἡ ζωὴ κατευθύνεται.

Δύο γὰρ εἶναί φησι τοῦ καλοῦ κριτήρια παρὰ τὸν βίον ἐφ᾽ ἑκάστῳ τῶν ἐν τῇ ζωῇ ταύτῃ σπουδαζομένων, τὸ σύμμετρόν τε καὶ τὸ εὔκαιρον. καὶ τοῦτο δογματίζει νῦν λέγων· Τοῖς πᾶσιν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι· νοητέον δὲ ἀντὶ τοῦ χρόνου τὸ μέτρον, διότι παντὶ τῷ γινομένῳ συμπαρατείνεται χρόνος. ταῦτα τοίνυν τοῦ καλοῦ τὰ κριτήρια. εἰ μὲν καὶ καθόλου πρὸς πᾶσαν ἀρετῆς κατόρθωσιν ἐπιτηδείως ἔχει, οὔπω διϊσχυρίζομαι, ἕως ἂν ὁ λόγος προϊὼν ἐπιδείξῃ. ὅτι μέντοι τὸ πλεῖον τῆς τεταγμένης ζωῆς τῇ τοιαύτῃ κατορθοῦται παρατηρήσει, παντὸς ἂν εἴη κατανοῆσαι. τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ ἡ ἀρετὴ μέτρον ἐστὶ τῇ μεσότητι τῶν παραθεωρουμένων μετρούμενον; οὐ γὰρ ἂν γένοιτο ἀρετὴ ἢ ἐλλιπὴς τοῦ καθήκοντος μέτρου ἢ ὑπερπίπτουσα, οἷον ἐπὶ τῆς ἀνδρείας, ἧς τὸ μὲν ἐλλεῖπον δειλία, τὸ δὲ ὑπερβάλλον θράσος γίνεται. οὗ χάριν καί τινες τῆς ἔξω σοφίας, κλέπται τάχα τῶν ἡμετέρων γενόμενοι, διελόμενοι τὴν σημαινομένην ἐν τῷ ῥητῷ τούτῳ διάνοιαν ὁ μὲν τὸ μηδὲν ἐλλείπειν ἐν ἀποφθέγματι συνεβούλευσεν, ὁ δὲ τὸ ὑπερβάλλειν ἐκώλυσεν· ὁ μὲν γὰρ τὸ Μέτρον ἄριστον ἀπεφήνατο, ὁ δὲ τὸ Μηδὲν ἄγαν ἐνομοθέτησεν. δείκνυται δὲ δι᾽ ἑκατέρων, ὅτι καὶ τὸ μὴ ἐφικέσθαι τοῦ ἐπιζητουμένου κατ᾽ ἀρετὴν μέτρου τῶν κατεγνωσμένων ἐστὶ καὶ τὸ ὑπερβάλλειν τὴν συμμετρίαν ἀπόβλητον.

ἀλλὰ καὶ περὶ τοῦ κατὰ τὴν εὐκαιρίαν μέρους ὁ αὐτὸς ἂν ἡμῖν ἀποδοθείη λόγος, ὅτι οὔτε τὸ προλαμβάνον τὴν εὐκαιρίαν οὔτε τὸ ἐφυστερίζον ἐν ἀγαθοῦ κρίνεται μοῖρᾳ. τί ὤνησε τὸν γεωπόνον ἐπισπεύσαντα τὴν τῶν ἀσταχύων τομήν, πρὶν ἁδρυνθῆναι καθ᾽ ὥραν τὰ λήϊα, ἢ ὑπερθέμενον τὴν περὶ τὸν ἄμητον σπουδήν, ἕως οὗ περιρρυείη τῇ καλάμῃ τὰ σπέρματα; ἐν οὐθετέρῳ γὰρ ἐνεργὸς ἐπ᾽ ἀγαθῷ γίνεται ἡ σπουδή, καθ᾽ ἑκάτερον τοῦ καιροῦ τὴν ὠφέλειαν ἐν τῇ ἀκαιρίᾳ τῆς τομῆς ἀπολλύοντος. ὃ δὲ ἐπὶ μέρους εἴρηται, καὶ ἐν παντὶ δυνατόν ἐστι κατανοῆσαι. οἶδε γὰρ τὸ ἴσον καὶ ἡ ναυτιλία, εἴτε τις προλάβοι τὴν εὐκαιρίαν εἴτε ἐφυστερίσειεν. τί δ᾽ ἄν τις τὰ τῆς ἰατρικῆς λέγοι, παρ᾽ ὅσον ἐστὶν εἰς βλάβην ὑπερβολή τε καὶ ἔλλειψις τοῦ τῇ θεραπείᾳ καθήκοντος καιροῦ καὶ μέτρου; ἀλλὰ ταῦτα μὲν ἐᾶσαι χρή, τοῦ ἐφεξῆς λόγου ἐν αὐταῖς ταῖς τοῦ ἐκκλησιαστοῦ φωναῖς σαφέστερον φανερουμένου τοῖς ὑποδείγμασιν.

Ἀλλ᾽ οὗ χάριν ταῦτα ἡμῖν προτεθεώρηται; ὅτι οὔτε τὸ ἄμετρον ἀγαθόν ἐστιν οὔτε τὸ ἄκαιρον, ἀλλ᾽ ἐκεῖνο καλόν τε καὶ αἱρετόν, ὃ δι᾽ ἀμφοτέρων ἔχει τὸ τέλειον. εἰ γὰρ μόνον τὸ ἓν ἐξ αὐτῶν σπουδασθείη, παροφθείη δὲ τὸ λειπόμενον, ἀνόνητον ἔσται καὶ τὸ κατορθωθὲν ἐν τῷ λείποντι. οὐκοῦν καθάπερ δύο ποσὶν ἐνεργούντων ἡμῶν τὴν κίνησιν, εἴ τι συμβαίη περὶ τὸν ἕτερον, ἄχρηστός ἐστι καὶ ὁ ἀπαθὴς πρὸς τὸν δρόμον διὰ τὴν τοῦ συνεργοῦντος ἀσθένειαν, οὕτως εἰ λείποι τῷ καιρῷ τὸ μέτρον ἢ τῷ μέτρῳ ἡ εὐκαιρία, τῷ λείποντι πάντως καὶ τὸ παρὸν συνηχρείωται. ἀλλὰ καὶ ἐν τῷ καιρῷ ἡ συμμετρία καὶ ἐν τῷ μέτρῳ ἡ εὐκαιρία τὸ χρήσιμον ἔχει. χρόνος οὖν ἀντὶ τοῦ μέτρου ἡμῖν νενόηται, διότι παντὸς τοῦ καθ᾽ ἕκαστον μετρου〈μένου〉 ὁ χρόνος μέτρον ἐστίν. τὰ γὰρ γινόμενα ἐν χρόνῳ γίνεται πάντως, καὶ τῇ παρατάσει ἑκάστου τῶν γινομένων καὶ τὸ διάστημα τοῦ χρόνου συμπαρατείνεται, ὀλίγον ἐν τῷ ἐλάττονι καὶ ἐν τῷ πλείονι πλεῖον. ὁ χρόνος μέτρον κυήσεως, μέτρον τῆς τῶν ἀσταχύων αὐξήσεως, μέτρον τῆς τῶν καρπῶν τελειώσεως, μέτρον ναυτιλίας, μέτρον πορείας, μέτρον τῆς καθ᾽ ἕκαστον ἡλικίας, βρέφους, παιδίου, μειρακίου, παιδός, ἐφήβου, ἀνδρός, μεσήλικος, τελείου, παρήλικος, πρεσβύτου, γέροντος.

ἐπειδὴ τοίνυν οὐχ ἓν τὸ ἐκ τοῦ χρόνου μέτρον πᾶσι τοῖς γινομένοις ἐστίν (οὐδὲ γάρ ἐστι δυνατὸν γενέσθαι πάντα ἀλλήλοις ἰσόμετρα διὰ τὴν τῶν ὑποκειμένων διαφοράν), κοινὸν δέ, καθὼς εἴρηται, πάντων τῶν μετρουμένων μέτρον ὁ χρόνος ἐστὶν ἐν ἑαυτῷ περιέχων τὰ πάντα, τούτου χάριν οὐχὶ μέτρον εἶπε τοῖς πᾶσι διὰ τὸ πολλὴν εἶναι τῶν μετρουμένων τὴν περὶ τὸ πλεῖόν τε καὶ ἔλαττον ἀνισότητα, ἀλλὰ χρόνον εἶπε τοῖς πᾶσι τὸ γενικὸν μέτρον, ᾧ πᾶν τὸ γινόμενον παραμετρεῖται. ὥσπερ γὰρ ἐπὶ τῆς ἀνθρωπίνης ἡλικίας τὸ μὲν προβεβηκὸς ἀσθενεῖ, τὸ δὲ μήπω καθεστηκὸς ἀτακτεῖ, ἄριστον δὲ τὸ μέσον τῶν δύο, ᾧπερ ἂν τὰς ἑκατέρωθεν ἀηδίας ἐκφεύγῃ, ἐν ᾧ δείκνυται τῆς μὲν νεότητος κεχωρισμένη τῆς ἀταξίας ἡ δύναμις, τοῦ δὲ γήρως διεζευγμένη τῆς ἀδρανείας ἡ φρόνησις, ὥστε εἶναι δύναμιν φρονήσει συγκεκραμένην, ἐπ᾽ ἴσης φεύγουσαν τήν τε τοῦ γήρως ἀδρανείαν καὶ τὸ θρασὺ τῆς νεότητος· οὕτως ὁ χρόνον ὁρίζων τοῖς πᾶσι καθ᾽ ἑκάτερον χωρίζει τῷ λόγῳ τὴν ἐξ ἀμετρίας κακίαν, τό τε ὑπὲρ χρόνον ἀτιμάζων καὶ τὸ ἐλλεῖπον ἀποπεμπόμενος.

Ἀλλὰ καιρὸς ἂν εἴη καὶ αὐτὴν ἡμῖν δι᾽ ἀκολούθου προτεθῆναι τῶν θεοπνεύστων λογίων τὴν θεωρίαν. Καιρός, φησί, τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. καλῶς ἐν πρώτοις τὴν ἀναγκαίαν ταύτην συζυγίαν τῷ λόγῳ συνέζευξε συνάπτων τῇ γενέσει τὸν θάνατον· ἕπεται γὰρ κατ᾽ ἀνάγκην τῷ τόκῳ ὁ θάνατος καὶ πᾶσα γένεσις εἰς φθορὰν διαλύεται· ἵνα διὰ τοῦ συνημμένως δειχθῆναι τὸν θάνατόν τε καὶ τὴν γένεσιν οἱονεὶ κέντρῳ τινὶ τῇ τοῦ θανάτου μνήμῃ τοὺς ἐμβαθύνοντας τῇ κατὰ σάρκα ζωῇ καὶ τὴν παροῦσαν ἀγαπῶντας διαγωγὴν διυπνίσῃ καὶ πρὸς τὴν φροντίδα τῶν μελλόντων διαναστήσῃ. ταῦτα φιλοσοφεῖ κατὰ τὸ λεληθὸς ἐν ταῖς πρώταις τῶν βιβλίων ἐπιγραφαῖς καὶ ὁ φίλος τῷ θεῷ Μωϋσῆς, εὐθὺς τῇ Γενέσει συμπαραγράψας τὴν Ἔξοδον, ὡς τοὺς ἐντυγχάνοντας τοῖς ἐπιγεγραμμένοις καὶ δι᾽ αὐτῆς τῆς τῶν βιβλίων τάξεως τὰ καθ᾽ ἑαυτοὺς παιδευθῆναι· οὐ γὰρ ἔστι γένεσιν ἀκούσαντα μὴ καὶ ἔξοδον εὐθὺς ἐννοῆσαι. ὃ δὴ καὶ ἐνταῦθα νενοηκὼς ὁ μέγας ἐκκλησιαστὴς ἐπιδείκνυται, τῇ γενέσει σύστοιχον ἀποδείξας τὸν θάνατον. Καιρὸς γάρ, φησί, τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. ἦλθεν ὁ καιρὸς καὶ ἐτέχθην, ἥξει ὁ καιρὸς καὶ τεθνήξομαι.

εἰ πρὸς τοῦτο πάντες ἐβλέπομεν, οὐκ ἂν τὴν σύντομον τοῦ βίου πορείαν καταλιπόντες κύκλῳ μετὰ τῶν ἀσεβῶν περιῇμεν, τὴν περιοδικὴν τοῦ βίου πλάνην ἑκουσίως πλανώμενοι ἐν δυναστείαις καὶ περιφανείαις καὶ πλούτοις, δι᾽ ὧν ταῖς πολυοδίαις τοῦ βίου τούτου ἐναμηχανοῦντες οὐκέτι τοῦ λαβυρίνθου τῆς ζωῆς ταύτης τὴν ἔξοδον ἐξευρίσκομεν, δι᾽ ὧν δοκοῦμεν σπουδάζειν, διὰ τούτων ἑαυτοῖς τὰ σημεῖα τῆς ἀπλανοῦς ὁδοιπορίας συγχέοντες. ὡς μακάριοί γε τῶν ἀνθρώπων ἐκεῖνοι, οἳ τὰς περιοδικὰς τῆς ζωῆς ἀπάτας καταλιπόντες ἐπὶ τὴν σύντομον τῆς ἀρετῆς ὁδὸν ἑαυτοὺς ἄγουσιν! αὕτη δέ ἐστι τὸ πρὸς μηδὲν τῶν τῇδε τὴν ψυχὴν ἐπιστρέφειν, ἀλλὰ συντετάσθαι τῇ σπουδῇ πρὸς τὸ διὰ πίστεως ἐν ἐλπίσι προκείμενον.

Πάλιν δὲ τὸ ῥηθὲν ἐξετάσωμεν. Καιρός, φησί, τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. εἴθε κἀμοὶ γένοιτο ἐν καιρῷ τε ὁ τόκος καὶ ὁ εὔκαιρος θάνατος! οὐ γὰρ ἄν τις εἴποι τὴν ἀκούσιον ταύτην ὠδῖνα καὶ τὸν αὐτόματον θάνατον παρὰ τοῦ ἐκκλησιαστοῦ νῦν ὡς ἐν ἀρετῆς κατορθώσει προδείκνυσθαι· οὔτε γὰρ ἐπὶ τῷ θελήματι τῆς γυναικὸς ἡ ὠδὶς οὔτε ἐπὶ τῇ προαιρέσει τῶν τελευτώντων ὁ θάνατος. ὃ δὲ ἐφ᾽ ἡμῖν οὐκ ἔστιν, οὔτε ἀρετὴν ἄν τις οὔτε κακίαν ὁρίσαιτο. οὐκοῦν νοῆσαι προσήκει τὸν τόκον τὸν εὔκαιρον καὶ τὸν ἐν καιρῷ γινόμενον θάνατον. ἐμοὶ δοκεῖ τόκος ὥριμος καὶ οὐκ ἀμβλωθρίδιος εἶναι, ὅταν, καθώς φησιν Ἡσαΐας, ἐκ τοῦ θείου τις φόβου κυοφορήσας διὰ τῶν τῆς ψυχῆς ὠδίνων τὴν ἰδίαν σωτηρίαν γεννήσῃ· ἑαυτῶν γὰρ τρόπον τινὰ πατέρες γινόμεθα, ὅταν διὰ τῆς ἀγαθῆς προαιρέσεως ἑαυτοὺς πλάσωμέν τε καὶ γεννήσωμεν καὶ εἰς φῶς προαγάγωμεν. τοῦτο δὲ ποιοῦμεν διὰ τοῦ δέξασθαι ἐν ἑαυτοῖς τὸν θεὸν, Τέκνα θεοῦ καὶ τέκνα δυνάμεως καὶ υἱοὶ ὑψίστου γενόμενοι. καὶ πάλιν ἑαυτοὺς ἀμβλίσκομεν καὶ ἀτελεσφορήτους τε καὶ ὑπηνεμίους ἀπεργαζόμεθα, ὅταν μὴ μορφωθῇ ἐν ἡμῖν, καθώς φησιν ὁ ἀπόστολος, ἡ τοῦ Χριστοῦ μορφή. δεῖ γὰρ εἶναι, φησίν, ἄρτιον τὸν τοῦ θεοῦ ἄνθρωπον. ἄρτιος δὲ πάντως ἐκεῖνός ἐστιν, ᾧ τελείως ὁ τῆς φύσεως συμπεπλήρωται λόγος.

οὐκοῦν εἰ μέν τις δι᾽ ἀρετῆς τέκνον θεοῦ ἑαυτὸν ἐποίησε λαβὼν ἐξουσίαν τῆς εὐγενείας ταύτης, ἔγνω οὗτος τὸν καιρὸν τῆς ἀγαθῆς ὠδῖνος καὶ χαίρει κατὰ τὸ εὐαγγέλιον εἰκότως, Ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. ὁ δὲ γενόμενος τέκνον ὀργῆς καὶ υἱὸς ἀπωλείας καὶ σκότους ἔκγονος, γέννημα ἐχίδνης, ἔκγονον κακὸν καὶ τὰ ἄλλα πάντα, δι᾽ ὧν ὁ πονηρὸς διαβάλλεται τόκος, οὐκ ἔγνω τὸν ζωογονοῦντα καιρόν· εἷς γὰρ καιρὸς ὁ εἰς ζωὴν τίκτων καὶ οὐ πολλοί. οὗ ὁ διαμαρτὼν ἐν τῇ ἀκαιρίᾳ τοῦ τόκου τῇ ἀπωλείᾳ ἑαυτὸν ὤδινε καὶ τῷ θανάτῳ τὴν ψυχὴν ἐμαιεύσατο. εἰ δὲ φανερόν ἐστι, πῶς ἐν καιρῷ τικτόμεθα, δῆλον ἂν εἴη, πῶς καὶ ἐν καιρῷ ἀποθνῄσκομεν, οἷον πᾶς τῷ ἁγίῳ Παύλῳ καιρὸς τοῦ ἀγαθοῦ θανάτου εὔκαιρος ἦν. βοᾷ γὰρ ἐν τοῖς ἰδίοις λόγοις, ἔνορκον τρόπον τινὰ ποιούμενος, ἐν οἷς φησιν, ὅτι Καθ᾽ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, καὶ τὸ Ἕνεκα σοῦ θανατούμεθα πᾶσαν ἡμέραν, καὶ Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν. πάντως δὲ οὐκ ἄδηλον, πῶς ἀποθνῄσκει καθ᾽ ἡμέραν ὁ Παῦλος ὁ μηδέποτε τῇ ἁμαρτίᾳ ζῶν, ὁ ἀεὶ τὰ μέλη τῆς σαρκὸς νεκρῶν καὶ τὴν νέκρωσιν τοῦ σώματος τοῦ Χριστοῦ ἐν ἑαυτῷ περιφέρων, ὁ πάντοτε Χριστῷ συσταυρούμενος, ὁ μηδέποτε ἑαυτῷ ζῶν, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν. οὗτος ἂν εἴη, κατά γε τὴν ἐμὴν κρίσιν, ὁ εὔκαιρος θάνατος, ὁ τῆς ἀληθοῦς ζωῆς γινόμενος πρόξενος.

Ἐγὼ γάρ, φησίν, ἀποκτενῶ καὶ ζῆν ποιήσω, ὡς πεπεῖσθαι ἀληθῶς θεοῦ δῶρον εἶναι τὸ νεκρωθῆναι τῇ ἁμαρτίᾳ καὶ ζωοποιηθῆναι τῷ πνεύματι· διὰ γὰρ τοῦ ἀποκτεῖναι ζωοποιεῖν ἐπαγγέλλεται ἡ θεία φωνή.

Ὅμοιον δὲ τοῖς εἰρημένοις καὶ τὸ ἑπόμενον· Καιρός, φησί, τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον. οἴδαμεν, τίς ἡμῶν ὁ γεωργὸς καὶ ἡμεῖς τίνος γεώργιον. τὸ μὲν γὰρ παρὰ τοῦ Χριστοῦ, τὸ δὲ παρὰ τοῦ δούλου τοῦ Χριστοῦ μεμαθήκαμεν Παύλου. ὁ μὲν γὰρ κύριός φησιν, ὅτι Ὁ πατήρ μου ὁ γεωργός ἐστιν, ὁ δὲ ἀπόστολος πρὸς ἡμᾶς λέγει, ὅτι θεοῦ γεώργιόν ἐστε. ὁ οὖν μέγας γεωργὸς τὰ ἀγαθὰ φυτεύειν μόνον ἐπίσταται (Ἐφύτευσε γὰρ ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς), τὰ δὲ ἐναντία τοῖς ἀγαθοῖς ἀποτίλλει· πᾶσα γὰρ φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. οὐκοῦν ἡ Φαρισαϊκὴ κακία τε καὶ ἀπιστία καὶ ἡ πρὸς τὰ γινόμενα παρὰ τοῦ κυρίου θαύματα ἀγνωμοσύνη ταῦτα τὰ φυτά ἐστι τὰ ἐκτιλλόμενα. χρὴ γὰρ ἐπικρατῆσαι τὸ κήρυγμα τῆς σωτηρίας, χρὴ κηρυχθῆναι τὸ εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ, χρὴ πᾶσαν γλῶσσαν ἐξομολογήσασθαι ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. ἐπεὶ οὖν ταῦτα γενέσθαι χρὴ πάντως, ἡ νῦν ἐπικρατοῦσά τινων ἀπιστία οὐκ ἔστιν ἐκ τῆς τοῦ πατρὸς φυτείας, ἀλλὰ τοῦ παρασπείροντος τὰ ζιζάνια ἢ τοῦ παραφυτεύοντος τῷ δεσποτικῷ ἀμπελῶνι τὴν Σοδομιτικὴν κληματίδα.

ὅπερ οὖν ἐκεῖ ἐν τῷ εὐαγγελίῳ παρὰ τῆς δεσποτικῆς φωνῆς ἐπαιδεύθημεν, τοῦτο νῦν καὶ ἐν τῷ αἰνίγματι τοῦ ἐκκλησιαστοῦ ἐδιδάχθημεν, ὅτι ὁ αὐτὸς καιρός ἐστι τό τε σωτήριον τῆς πίστεως φυτὸν παραδέξασθαι καὶ τὸ τῆς ἀπιστίας ἀποτῖλαι ζιζάνιον. ὃ δὲ ἐπὶ μέρους περὶ τοῦ κατὰ τὴν πίστιν κατορθώματος εἴρηται, τοῦτο καὶ ἐπὶ πάσης ἀρετῆς ἀκολούθως ἄν τις νοήσειε. καιρὸς τοῦ φυτεῦσαι τὴν σωφροσύνην καὶ ἐκτῖλαι τὸ τῆς ἀκολασίας φυτόν. οὕτω καὶ δικαιοσύνης φυτευθείσης ἀπορριζοῦται τὸ ἄδικον βλάστημα, καὶ τὸ τῆς ταπεινοφροσύνης φυτὸν τὸν τῦφον ἀνέτρεψεν ἥ τε ἀγάπη βλαστήσασα τὸ πονηρὸν τοῦ μίσους δένδρον ἐξήρανεν. ὥσπερ οὖν καὶ ἐκ τοῦ ἐναντίου γίνεται· ἡ ἀδικία πληθυνομένη τὴν ἀγάπην κατέψυξε, καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν τρόπον, ἵνα μὴ τὰ καθ᾽ ἕκαστον λέγοντες διατρίβωμεν, ὁμοίως νοοῦντες οὐ σφαλησόμεθα.

Πάλιν ὁ ἐφεξῆς λόγος σύμφωνος τοῖς προεξητασμένοις ἐστί. Καιρὸς γάρ, φησί, τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰάσασθαι. τοῦτο δὲ σαφῶς ἐν τῷ προφητικῷ ῥητῷ προηρμήνευται, ὃ ἐκ προσώπου τοῦ θεοῦ φησιν, ὅτι Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω. ἐὰν γὰρ μὴ ἀποκτείνωμεν ἐν ἑαυτοῖς τὴν ἔχθραν, οὐκ ἰασόμεθα τὴν ἀγαπητικὴν διάθεσιν τὴν ἐν ἡμῖν διὰ τοῦ μίσους νοσήσασαν. οὕτω καὶ τὰ λοιπὰ πάντα, ὅσα ἐπὶ κακῷ καθ᾽ ἡμῶν ζῇ, λέγω δὴ τὴν κακὴν τῶν παθημάτων παράταξιν καὶ τὸν ἐμφύλιον τοῦτον πόλεμον τὸν καθ᾽ ἡμῶν διὰ τῶν ἡδονῶν στρατευόμενον καὶ αἰχμαλωτίζοντα ἡμᾶς τῷ νόμῳ τῆς ἁμαρτίας, καιρός ἐστι τοῦ ἀποκτεῖναι. ὁ γὰρ τῶν τοιούτων φόνος ἴασις γίνεται τοῦ διὰ τῆς ἁμαρτίας ἐξασθενήσαντος. φασὶν οἱ ἰατροὶ τὰς ἕλμινθας καὶ ἄλλα τινὰ τοιαῦτα θηρία ἔσωθεν ἐκ κακοχυμίας ἐνζωογονεῖσθαι τοῖς σπλάγχνοις, ὧν ἡ ζωὴ νόσος τῷ σώματι γίνεται· εἰ δὲ ἐκεῖνα διά τινος φαρμακοποσίας ἀναιρεθείη, πάλιν εἰς ὑγείαν ὁ κάμνων ἀναρρωσθήσεται. ἀναλογεῖ τὰ τοιαῦτα τοῦ σώματος πάθη πρὸς τὰ τῆς ψυχῆς ἀρρωστήματα. ὅταν ὁ θυμὸς ἔνδοθεν ἐκμυζῶν ἢ διὰ τῆς μνησικακίας τῆς ψυχῆς τὸν τόνον καὶ τοὺς λογισμοὺς ἐκνευρίζων ἢ τὸ τοῦ φθόνου θηρίον ἢ εἴ τι ἄλλο τοιοῦτον κακὸν ἡ κακὴ δίαιτα ζωογονήσῃ, ὁ αἰσθόμενος ὅτι θηρίον τρέφει ἔνδοθεν αὐτῷ ἡ ψυχὴ εὐκαίρως χρήσεται τῷ ἀναιρετικῷ τῶν παθῶν φαρμάκῳ.

τοῦτο δέ ἐστιν ἡ ἐκ τοῦ εὐαγγελίου διδασκαλία, ὥστε ἐκείνων φονοκτονηθέντων ἐπιγενέσθαι τῷ πεπονηκότι τὴν ἴασιν.

Καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομῆσαι. ταῦτα καὶ ἐν τοῖς πρὸς τὸν προφήτην Ἱερεμίαν παρὰ τοῦ θεοῦ ῥηθεῖσιν ἔστι μαθεῖν, ᾧ δέδοται θεόθεν ἡ δύναμις εἰς τὸ πρότερον καθαιρεῖν καὶ ἐκριζοῦν καὶ κατασκάπτειν καὶ τότε ἀνορθοῦν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. χρὴ γὰρ πρότερον ἐν ἡμῖν ἐρειπωθῆναι τὰ τῆς κακίας οἰκοδομήματα καὶ τότε καιρόν τε καὶ εὐρυχωρίαν εὑρεῖν πρὸς τὴν τοῦ ναοῦ τοῦ θεοῦ κατασκευὴν τοῦ ἐν ταῖς ψυχαῖς οἰκοδομουμένου, οὗ ἡ ὕλη ἀρετὴ γίνεται. εἴ τις γὰρ ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον καὶ ἀργύριον καὶ λίθους τιμίους, ταῦτα ἡ ἀρετὴ ὀνομάζεται· ξύλῳ δὲ καὶ χόρτῳ καὶ καλάμῃ ἡ τῆς κακίας ἑρμηνεύεται φύσις, ἥτις εἰς οὐδὲν ἄλλο ἢ εἰς πυρὸς δαπάνην παρασκευάζεται. ὅταν οὖν ἐκ χόρτου καὶ καλάμης τὰ οἰκοδομήματα ᾖ, τουτέστιν ἐξ ἀδικίας τε καὶ ὑπερηφανίας καὶ τῆς λοιπῆς τοῦ βίου κακίας, πρότερον ταῦτα εἰς ἀφανισμὸν ἀγαγεῖν ὁ λόγος διακελεύεται, εἶθ᾽ οὕτω τὸ χρυσίον τῆς ἀρετῆς ὕλην τῆς κατασκευῆς τοῦ πνευματικοῦ οἴκου ποιήσασθαι. οὐ γὰρ ἔστι τῇ καλάμῃ συμφυῆναι τὸν ἄργυρον ἢ τῷ χόρτῳ τὸ χρυσίον προσλιπανθῆναι ἢ τὸν μαργαρίτην τῷ ξύλῳ, ἀλλ᾽ εἰ μέλλοι τοῦτο εἶναι, χρὴ πάντως ἀφανισθῆναι τὸ ἕτερον. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; οὐκοῦν καθαιρεθήτω πρότερον τὰ τοῦ σκότους ἔργα καὶ τότε κατασκευασθήσεται τὰ φωτεινὰ τοῦ βίου οἰκοδομήματα.

Καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι. σαφηνίζεται οὗτος ὁ λόγος τῇ εὐαγγελικῇ φωνῇ τῇ ἐκ προσώπου τοῦ κυρίου γεγενημένῃ, ἥ φησιν ὅτι Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. νῦν οὖν ἐστιν ὁ τοῦ κλαῦσαι καιρός, ὁ δὲ τοῦ γελάσαι δι᾽ ἐλπίδος ἀπόκειται· ἡ γὰρ παροῦσα κατήφεια τῆς ἐλπιζομένης εὐφροσύνης μήτηρ γενήσεται. τίς δὲ οὐκ ἂν ἐν θρήνοις καὶ σκυθρωπότητι πάντα τὸν βίον ἑαυτοῦ δαπανήσειεν, εἴπερ αἴσθησιν λάβοι αὐτὸς ἑαυτοῦ καὶ γνοίη τὰ καθ᾽ ἑαυτόν, ἅ τε εἶχεν ἅ τε ἀπώλεσεν καὶ ἐν οἷς ἦν τὸ κατ᾽ ἀρχὰς ἡ φύσις καὶ ἐν τίσιν ἐπὶ τοῦ παρόντος ἐστίν; τότε θάνατος οὐκ ἦν, νόσος ἀπῆν, τὸ ἐμὸν καὶ τὸ σόν, τὰ πονηρὰ ταῦτα ῥήματα, τῆς ζωῆς τῶν πρώτων ἐξώριστο.

ὡς γὰρ κοινὸς ὁ ἥλιος καὶ ὁ ἀὴρ κοινὸς καὶ πρὸ πάντων τοῦ θεοῦ ἡ χάρις καὶ ἡ εὐλογία κοινή, οὕτως ἐν ἴσῳ καὶ ἡ παντὸς ἀγαθοῦ μετουσία κατ᾽ ἐξουσίαν προέκειτο, καὶ ἡ νόσος τῆς πλεονεξίας οὐκ ἐγνωρίζετο, καὶ τὸ πρὸς τὸ ἐλαττοῦσθαι μῖσος κατὰ τῶν ὑπερεχόντων οὐκ ἦν (οὐδὲ γὰρ ὅλως τὸ ὑπερέχον ἦν) καὶ μυρία ἐπὶ τούτοις ἄλλα, ἃ οὐδ᾽ ἂν παραστῆσαί τις δυνηθείη τῷ λόγῳ παμπληθὲς τῶν εἰρημένων κατὰ τὸ μεγαλεῖον προέχοντα, λέγω δὴ τὴν πρὸς ἀγγέλους ὁμοτιμίαν, τὴν ἐπὶ θεοῦ παρρησίαν, τὴν τῶν ὑπερκοσμίων ἀγαθῶν θεωρίαν, τὸ τῷ ἀφράστῳ κάλλει τῆς μακαρίας φύσεως καὶ ἡμᾶς ὡραΐζεσθαι, δεικνύντας ἐν ἑαυτοῖς τὴν θείαν εἰκόνα τῇ ὥρᾳ τῆς ψυχῆς ἐπιστίλβουσαν. τὰ δὲ ἀντ᾽ ἐκείνων, οἷα ὁ πονηρὸς τῶν παθημάτων ἑσμός, ἡ κακὴ τῶν λυπηρῶν σφηκιά, τί ἄν τις πρῶτον εἴποι τῶν τοῦ βίου κακῶν; πάντα ὁμοτίμως ἔχει πρὸς ἄλληλα, πάντα προτερεύει ταῖς τῶν κακῶν ἐξοχαῖς, πάντα τῶν ἴσων θρήνων ἀφορμὴ γίνεται. τί μᾶλλον γάρ τις θρηνήσει τῆς ἀθλιότητος;

πόθεν πλέον τὴν φύσιν ἀπολοφυρεῖται, τὸ ὠκύμορον τῆς ζωῆς, τὸ ἐπίπονον, τὸ ἀπὸ δακρύων ἄρχεσθαι καὶ καταλήγειν εἰς δάκρυον, τὴν ἐλεεινὴν νηπιότητα, τὴν ἐν τῷ γήρᾳ παράνοιαν, τὸ ἀστατοῦν τῆς νεότητος, τὸ πολύμοχθον τῶν τῇ ἡλικίᾳ καθεστηκότων, τοῦ γάμου τὸ φορτικόν, τῆς ἀγαμίας τὸ ἔρημον, τῆς πολυπαιδίας τὸ ἐπαχθές, τῆς ἀπαιδίας τὸ ἄρριζον, τοῦ πλούτου τὸ ἐπίφθονον, τῆς πενίας τὸ ἐπώδυνον; καὶ σιωπῶ τὰς πολυτρόπους τῶν νοσημάτων διαφοράς, τὰς λώβας, τοὺς ἀκρωτηριασμούς, τὰς σήψεις, τὰς τῶν αἰσθητηρίων πηρώσεις, τὰς ἐκ δαιμόνων παραφοράς, πάντα ὅσα ἡ φύσις ἐν ἑαυτῇ περιέχει, ἃ τῇ δυνάμει ἕκαστος τῶν ἀνθρώπων ἐστὶν ἔχων ἐν τῇ φύσει τὰ πάθη. τὴν δὲ τῶν ἐρώτων μανίαν καὶ τὸν δυσώδη βόρβορον, εἰς ὃν καταστρέφεται ἡ τοιαύτη λύσσα, παρίημι· καὶ τὴν συνεζευγμένην τῇ τροφῇ διὰ τῆς ἀποποιήσεως ἀηδίαν οὐ λέγω, ὡς ἂν μὴ δόξαιμι διὰ πάντων στηλιτεύειν τῷ λόγῳ τὸν βίον, κοπροποιόν τινα τὴν φύσιν ἡμῶν ἀποδεικνύων. ταῦτα ἀφεὶς πάντα καὶ τὰ τοιαῦτα ἐκεῖνο μάλιστά φημι δακρύων ἄξιον εἶναι τοῖς αἰσθανομένοις τὸ εἰδέναι πάντας, ὅτι τῆς σκιοειδοῦς ταύτης παραδραμούσης ζωῆς μένει ἡμᾶς Φοβερά τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. ὁ οὖν ταῦτα καὶ τὰ τοιαῦτα λογιζόμενος ἆρ᾽ οὐκ ἀεὶ τῷ θρήνῳ συζήσεται; οὐκοῦν καιρὸς ἂν εἴη νῦν ταῦτα τῷ λογισμῷ λαμβάνειν.

ἐκ γὰρ τοῦ σκυθρωπῶς πρὸς τὴν παροῦσαν ἔχειν ζωὴν τὸ μηδὲν πλημμελεῖν ἐν ταύτῃ κατὰ τὸ εἰκὸς προσγενήσεται. τούτου δὲ κατορθωθέντος ἡ ἐπαγγελθεῖσα τῆς εὐφροσύνης χάρις δι᾽ ἐλπίδος ἡμῖν ἀποκείσεται. ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, καθώς φησιν ὁ ἀπόστολος.

Τὸ δὲ ἐπαγόμενον οἷον ἐπανάληψις τοῦ προειρημένου ἐστίν. εἰπὼν γὰρ τοῦ δακρύου καὶ τοῦ γέλωτος τὴν εὐκαιρίαν ἐπήγαγε· Καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι, ὅπερ οὐδὲν ἄλλο ἢ ἐπίτασις ἑκατέρου τῶν μνημονευθέντων ἐστίν. ὁ γὰρ ἐμπαθής τε καὶ ἐνδιάθετος θρῆνος κοπετὸς ὑπὸ τῆς γραφῆς ὀνομάζεται. ὡσαύτως δὲ καὶ ἡ ὄρχησις σημαίνει τὴν τῆς εὐφροσύνης ἐπίτασιν, καθὼς ἐν τῷ εὐαγγελίῳ τὸ τοιοῦτον ἐμάθομεν, ἐν οἷς φησιν· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε. οὕτω φησὶν ἡ ἱστορία κοπετὸν μὲν ἐπὶ τῇ μεταστάσει τοῦ Μωυσέως τοῖς Ἰσραηλίταις γενέσθαι, ὀρχήσασθαι δὲ τὸν Δαβὶδ τῆς κιβωτοῦ προπομπεύοντα, ὅτε αὐτὴν ἐκ τῶν ἀλλοφύλων ἀνεκομίσατο, μὴ ἐν τῷ συνήθει δεικνύμενον σχήματι. ὑποφθέγγεσθαι γὰρ αὐτόν τί φησι τῶν ἐναρμονίων μελῶν ἐν τῷ μουσικῷ ὀργάνῳ ἀνακρουόμενον, συγκινεῖσθαι δὲ πρὸς τὸν ῥυθμὸν τῷ ποδὶ καὶ τῇ ἐνρύθμῳ κινήσει τοῦ σώματος τὴν ἔνδον δημοσιεύειν διάθεσιν. ἐπειδὴ τοίνυν διπλοῦς μὲν ὁ ἄνθρωπος, ἐκ ψυχῆς λέγω καὶ σώματος, διπλῆ δὲ καὶ ἡ ζωὴ καταλλήλως ἐν ἑκατέρῳ τῶν ἐν ἡμῖν ἐνεργουμένη, καλὸν ἂν εἴη τῇ σωματικῇ ζωῇ κοπτομένους (πολλαὶ δὲ τῶν θρήνων κατὰ τὸν βίον τοῦτον αἱ ἀφορμαί) τῇ ψυχῇ παρασκευάζειν τὴν ἐναρμόνιον ὄρχησιν. ὅσῳ γὰρ πλέον καταστυγνάζεται διὰ κατηφείας ὁ βίος, τοσούτῳ μᾶλλον αἱ τῆς εὐφροσύνης ἀφορμαὶ τῇ ψυχῇ συναθροίζονται.

στυγνὸν ἡ ἐγκράτεια, κατηφὲς ἡ ταπεινότης, θρῆνος τὸ ζημιοῦσθαι, πένθους ὑπόθεσις τὸ μὴ τὸ ἴσον πρὸς τοὺς κρατοῦντας ἔχειν, ἀλλ᾽ Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται καὶ ὁ ἐναθλῶν τῇ πενίᾳ στεφανωθήσεται καὶ ὁ τοῖς ἕλκεσι βρύων καὶ διὰ πάντων θρήνου ἄξιον τὸν ἑαυτοῦ βίον ἐπιδεικνύμενος τῷ κόλπῳ τοῦ πατριάρχου ἐναναπαύσεται, ἐν ᾧ καὶ ἡμεῖς γενοίμεθα ἐλέει τοῦ σῴζοντος ἡμᾶς Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.