Ἀλλ᾽ οὗ χάριν ταῦτα ἡμῖν προτεθεώρηται; ὅτι οὔτε τὸ ἄμετρον ἀγαθόν ἐστιν οὔτε τὸ ἄκαιρον, ἀλλ᾽ ἐκεῖνο καλόν τε καὶ αἱρετόν, ὃ δι᾽ ἀμφοτέρων ἔχει τὸ τέλειον. εἰ γὰρ μόνον τὸ ἓν ἐξ αὐτῶν σπουδασθείη, παροφθείη δὲ τὸ λειπόμενον, ἀνόνητον ἔσται καὶ τὸ κατορθωθὲν ἐν τῷ λείποντι. οὐκοῦν καθάπερ δύο ποσὶν ἐνεργούντων ἡμῶν τὴν κίνησιν, εἴ τι συμβαίη περὶ τὸν ἕτερον, ἄχρηστός ἐστι καὶ ὁ ἀπαθὴς πρὸς τὸν δρόμον διὰ τὴν τοῦ συνεργοῦντος ἀσθένειαν, οὕτως εἰ λείποι τῷ καιρῷ τὸ μέτρον ἢ τῷ μέτρῳ ἡ εὐκαιρία, τῷ λείποντι πάντως καὶ τὸ παρὸν συνηχρείωται. ἀλλὰ καὶ ἐν τῷ καιρῷ ἡ συμμετρία καὶ ἐν τῷ μέτρῳ ἡ εὐκαιρία τὸ χρήσιμον ἔχει. χρόνος οὖν ἀντὶ τοῦ μέτρου ἡμῖν νενόηται, διότι παντὸς τοῦ καθ᾽ ἕκαστον μετρου〈μένου〉 ὁ χρόνος μέτρον ἐστίν. τὰ γὰρ γινόμενα ἐν χρόνῳ γίνεται πάντως, καὶ τῇ παρατάσει ἑκάστου τῶν γινομένων καὶ τὸ διάστημα τοῦ χρόνου συμπαρατείνεται, ὀλίγον ἐν τῷ ἐλάττονι καὶ ἐν τῷ πλείονι πλεῖον. ὁ χρόνος μέτρον κυήσεως, μέτρον τῆς τῶν ἀσταχύων αὐξήσεως, μέτρον τῆς τῶν καρπῶν τελειώσεως, μέτρον ναυτιλίας, μέτρον πορείας, μέτρον τῆς καθ᾽ ἕκαστον ἡλικίας, βρέφους, παιδίου, μειρακίου, παιδός, ἐφήβου, ἀνδρός, μεσήλικος, τελείου, παρήλικος, πρεσβύτου, γέροντος.