οὐκοῦν ἐν τοῖς περὶ θεοῦ λόγοις, ὅταν μὲν περὶ τῆς οὐσίας ἡ ζήτησις ᾖ, καιρὸς τοῦ σιγᾶν, ὅταν δὲ περί τινος ἀγαθῆς ἐνεργείας, ἧς ἡ γνῶσις καὶ μέχρις ἡμῶν καταβαίνει, τότε λαλεῖν τὰς δυναστείας, ἐξαγγέλλειν τὰ θαύματα, διηγεῖσθαι τὰ ἔργα, μέχρις τούτου κεχρῆσθαι τῷ λόγῳ, ἐν δὲ τοῖς ὑπερέκεινα μὴ ἐφιέναι τῇ κτίσει τοὺς ἰδίους ὅρους ἐκβαίνειν, ἀλλ᾽ ἀγαπᾶν, εἰ ἑαυτὴν εἰδείη. οὔπω γὰρ ἔγνω, κατά γε τὸν ἐμὸν λόγον, ἑαυτὴν ἡ κτίσις, οὐδὲ κατέλαβεν τίς ψυχῆς ἡ οὐσία, τίς σώματος ἡ φύσις, πόθεν τὰ ὄντα, πῶς αἱ ἐξ ἀλλήλων γενέσεις, πῶς τὸ μὴ ὂν οὐσιοῦται, πῶς τὸ ὂν εἰς τὸ μὴ ὂν ἀναλύεται, τίς ἡ ἐκ τῶν ἐναντίων κατὰ τὸν κόσμον τοῦτον εὐαρμοστία. εἰ οὖν ἑαυτὴν ἡ κτίσις οὐκ οἶδε, τὰ ὑπὲρ ἑαυτὴν πῶς διηγήσεται; οὐκοῦν καιρὸς τοῦ ταῦτα σιγᾶν· κρείττων γὰρ ἐν τούτοις ἡ σιωπή. καιρὸς δὲ τοῦ λαλεῖν, δι᾽ ὧν ὁ βίος ἡμῖν πρὸς ἀρετὴν ἐπιδίδωσιν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.