Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν Ἐκκλησιαστήν

Γρηγόριος ὁ Νύσσης

Ομιλία Ζ': Η πνευματική ερμηνεία των καιρών και τα όρια της θεογνωσίας

Αλληγορική προσέγγιση του σαββατικού νόμου, των καιρών της αναζήτησης, απώλειας, σιγής και ομιλίας. Η αδυναμία της διάνοιας ενώπιον της ακατάληπτης θείας φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 8

ΟΜΙΛΙΑ Ζʹ Καιρὸς τοῦ βαλεῖν λίθους καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους. ηὔξησεν ἤδη, δι᾽ ὧν ἐδίδαξε, τὴν τῶν ἀκουόντων ἰσχὺν ὁ τῆς ἐκκλησιαστικῆς δυνάμεως ταξιάρχης, ὥστε καὶ βαλεῖν δύνασθαι τοὺς ἀντιτεταγμένους καὶ τὰς εἰς τὸ βαλεῖν παρασκευὰς συμπορίζεσθαι. ἃ γὰρ προεπαιδεύθημεν, δι᾽ ὧν πᾶσιν ἐφαρμόζειν τὸ ἐκ τοῦ χρόνου μέτρον καὶ τὴν ἐπὶ παντὶ εὐκαιρίαν ποιεῖσθαι τοῦ καλοῦ κριτήριον μεμαθήκαμεν, εἰς ταύτην ἡμᾶς ἄγει τὴν δύναμιν, ὡς τονωθῆναί τε ἡμῶν τῆς ψυχῆς τὸν βραχίονα καὶ κατὰ σκοποῦ πέμπειν τοὺς ἀναιρετικοὺς τοῦ ἐχθροῦ λίθους καὶ πάλιν ἀνακαλεῖσθαι τούτους, οἷς ἂν τὸν πολέμιον βάλωμεν, εἰς τὸ ἀεὶ ἔχειν διὰ τῶν αὐτῶν κατακοντίζειν τὸν ἀντικείμενον. οἱ μὲν οὖν πρὸς τὸ γράμμα βλέποντες μόνον καὶ τῇ προχείρῳ παριστάμενοι διανοίᾳ τῶν εἰρημένων τὸν Μωυσέως νόμον ἴσως τοῖς παροῦσι ῥητοῖς ἐφαρμόσουσιν, ἐφ᾽ ὧν προστάσσει ὁ νόμος βάλλειν λίθους, εἴ τι παρανομοῦντες εὑρίσκοιντο· οἷα δὴ καὶ δι᾽ αὐτῆς μεμαθήκαμεν τῆς ἱστορίας ἐπί τε τῶν εἰς τὸ σάββατον ἐξαμαρτόντων καὶ τοῦ τὰ ἱερὰ κεκλοφότος καὶ ἐπὶ τῶν ἄλλων πλημμελημάτων, οἷς τὴν διὰ τῶν λίθων τιμωρίαν ὁ νόμος ἐπέταξεν.

ἐγὼ δὲ εἰ μὴ καὶ τὸ συναγαγεῖν λίθους εὔκαιρον ὁ ἐκκλησιαστὴς ἐποιεῖτο, περὶ οὗ νόμος οὐδεὶς ἐγκελεύεται οὔτε τις ἐξ ἱστορίας πρᾶξις ὑφηγεῖται τὸ ὅμοιον, συνεθέμην ἂν τοῖς διὰ τοῦ νόμου τὸ ῥητὸν ἑρμηνεύουσιν, ὡς τότε ὄντος καιροῦ τοῦ βαλεῖν λίθους, ὅταν τις ἢ παρανομήσῃ τὸ σάββατον ἤ τι τῶν ἀνατεθέντων ὑφέληται. νυνὶ δὲ ἡ προσθήκη τοῦ δεῖν πάλιν συναγαγεῖν τοὺς λίθους, ὅπερ οὐδενὶ νόμῳ διώρισται, εἰς ἄλλην ἡμᾶς ἄγει διάνοιαν, ὡς ἂν μάθοιμεν ποῖον τοῦτο τὸ γένος λίθων ἐστίν, ὃ μετὰ τὴν βολὴν πάλιν κτῆμα τοῦ προεμένου γίνεσθαι χρή.

Ἐπειδὰν γὰρ βάλωμεν κατὰ καιρὸν τοὺς λίθους, πάλιν συνάγειν αὐτοὺς ἐν καιρῷ διδασκόμεθα. ἐμοὶ μὲν οὖν δοκεῖ μηδὲ τὸν νόμον οὑτωσὶ ψιλῶς ἐκλαμβάνειν κατὰ τὴν πρόχειρον ἔννοιαν. τί γὰρ θεοπρεπές τε καὶ μέγα τῇ ψιλῇ διανοίᾳ τῶν γεγραμμένων ἐμφαίνεται; εἰ φρυγανιζόμενός τις ἑάλω κατὰ τὸ σάββατον, διὰ τοῦτο καταλευσθῆναι τὸν ἄνθρωπον ἔδει, μηδεμιᾶς ἀδικίας ἐν τῷ πλημμελήματι φαινομένης; τί γὰρ ἠδίκει τινὰ κάρφη κατὰ τὸ συμβὰν διερριμμένα κατὰ τὴν ἔρημον πρὸς τὴν τοῦ πυρὸς χρείαν συγκομιζόμενος; οὐ γὰρ τὸ ἀλλότριον ἀφαιρεῖσθαι κατηγορεῖται, ὥστε δοκεῖν εὐλόγως τὴν ἀδικίαν κολάζεσθαι, ἀλλὰ τὸ κοινῇ πᾶσι προκείμενον αἴτιον αὐτῷ γίνεται τῆς τῶν λίθων βολῆς. ἀλλ᾽ ὅτι ἐν σαββάτῳ τοῦτο ἐποίησε, διὰ τοῦτο ὡς κακουργῶν κατακρίνεται. τίς οὐκ οἶδεν, ὅτι τῶν γινομένων ἕκαστον τῇ ἰδίᾳ κρίνεται φύσει, εἴτε κακὸν εἴτε μὴ τοιοῦτόν ἐστιν, ὁ δὲ χρόνος, καθ᾽ ὃν ἐνεργεῖται ἡ πρᾶξις, ἔξωθεν τῆς τοῦ γινομένου φύσεως θεωρεῖται; τί γὰρ κοινὸν ἔχει τὸ χρονικὸν διάστημα πρὸς τὸ ἐκ προαιρέσεως ἡμετέρας ἀποτελούμενον; ἐὰν ἔρηταί τις ἡμᾶς, τί ἡμέρα ἐστί, τὸ ὑπὲρ γῆς εἶναι τὸν ἥλιον πάντως ἀποκρινούμεθα καὶ μέτρον αὐτῆς ὄρθρον καὶ ἑσπέραν ποιούμεθα.

ὁ δὲ τοιοῦτος λόγος τῆς ἡμέρας οὐ μιᾷ τινι μόνῃ τῶν κατὰ τὴν ἑβδομαδικὴν περίοδον ἀνακυκλουμένων ἐφαρμοσθήσεται, ἀλλὰ καὶ πρώτης καὶ δευτέρας καὶ μέχρι τῆς ἑβδόμης ὁ αὐτός ἐστι λόγος καὶ οὐδὲν ἡ τοῦ σαββάτου ἡμέρα παρὰ τὰς λοιπὰς κατὰ τὸ εἶναι ἡμέρα παρήλλακται. ἐὰν δέ τις τὴν τοῦ ἁμαρτήματος ἐξετάσῃ διάνοιαν, τὸ μὴ δεῖν τι κατὰ τοῦ πέλας ποιεῖν πάντως ἐροῦμεν, οἷον Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις καὶ τὰ λοιπά, ὧν γενικός τις καὶ περιληπτικός ἐστι νόμος τὰ καθ᾽ ἕκαστον ἐν ἑαυτῷ περιέχων καὶ ὁ περὶ τοῦ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτόν. ταῦτα δὲ κατὰ πᾶσαν ἡμέραν ἐπ᾽ ἴσης κατορθούμενά τε καὶ παρανομούμενα ἢ καλὰ πάντως ἐστὶν ἢ ἐκ τοῦ ἐναντίου νοούμενα. οὐκ ἂν δέ τις, ὃ σήμερον κακὸν ἐκρίθη γενόμενον, εἴτε φόνος εἴη τὸ πλημμέλημα εἴτε τι ἄλλο τῶν ἀπειρημένων, τὸ αὐτὸ τοῦτο τῇ ἐφεξῆς καλὸν εἶναι νομίσειεν. εἰ οὖν τὸ κακὸν ἀεὶ τοιοῦτόν ἐστιν, ἐν ᾧπερ ἂν χρόνῳ τύχῃ τολμώμενον, καὶ τῶν ἀνευθύνων πάντως οὐδὲν ἂν γένοιτο παρὰ τὸν χρόνον ὑπεύθυνον. εἰ τοίνυν τὸ πρὸ τοῦ σαββάτου φρυγανίζεσθαι καὶ πῦρ ἀνάπτειν ἔξω ἀδικίας ἐστὶ καὶ κολάσεως, πῶς τὸ αὐτὸ τοῦτο τῇ ἐπιούσῃ ἡμέρᾳ πλημμέλημα γίνεται; ἀλλ᾽ οἶδα τὸ σάββατον τῆς ἀναπαύσεως, οἶδα τὸν τῆς ἀπραξίας νόμον, ὃς οὐχὶ πεδήσας τὸν ἄνθρωπον τῆς φυσικῆς ἐνεργείας ἄπρακτον εἶναι διακελεύεται.

ἦ γὰρ ἂν καὶ ἀδύνατα κελεύοι, ἀπρακτεῖν προστάσσων ἡμῖν, οἷς καὶ δίχα τῶν λοιπῶν ἔργων αὐτὸ τὸ τῆς ζωῆς εἶδος ἔργον ἐστίν; τίς γὰρ οὐκ οἶδεν, ὅτι ἔργον ἐστὶν ὀφθαλμῶν μὲν ἡ ὄψις, ἀκοῆς δὲ ἡ κατὰ φύσιν ἐνέργεια, μυκτήρων δὲ ἡ ὄσφρησις, στόματος ἡ τοῦ ἀέρος ὁλκή, γλώσσης ὁ λόγος, ὀδοῦσιν ἡ τῆς τροφῆς ὑπηρεσία, σπλάγχνοις ἡ πέψις, ποσὶν ἡ κίνησις, χερσὶν ἐκεῖνα, πρὸς ἃ πέφυκεν ἡμῖν ἐνεργεῖν ταῦτα τὰ μέλη. πῶς οὖν ἐστι δυνατὸν κυρωθῆναι τὸν τῆς ἀπραξίας νόμον, οὐ παραδεχομένης τὴν ἀργίαν τῆς φύσεως; πῶς πείσω τὸν ὀφθαλμὸν μὴ ὁρᾶν ἐν σαββάτῳ, οὗ φύσις ἐστὶ τὸ πάντως τι βλέπειν; πῶς τὴν ἀκουστικὴν ἐπίσχω ἐνέργειαν; πῶς πεισθήσεταί μοι ἡ ὄσφρησις τὴν ἀντιληπτικὴν τῶν ἀτμῶν αἴσθησιν ἀποθέσθαι κατὰ τὸ σάββατον; πῶς δὲ οὐκ ἐνεργήσει τὰ σπλάγχνα τὴν ἰδίαν ἐνέργειαν τῷ νόμῳ δουλεύοντα, ὥστε ἄπεπτον τὴν τροφὴν ἐμμεῖναι τῷ σώματι, ἵνα ἀργὴν δείξῃ τὴν φύσιν κατὰ τὸ σάββατον; εἰ δὴ τὰ λοιπὰ τοῦ σώματος ἡμῶν οὐ δύναται δέξασθαι τὸν τῆς ἀργίας νόμον (οὐδὲ γὰρ ὅλως ἐν τῷ ζῆν ἔσται μὴ ἐνεργοῦντα), οὐκ ἔστι πάντως τὸ μὴ παρανομηθῆναι τὸ σάββατον, κἂν ἀκίνητος ἡ χεὶρ ἢ ὁ ποῦς ἐπὶ τοῦ αὐτοῦ σχήματός τε καὶ τόπου μένῃ.

ἐπεὶ οὖν οὐχὶ μέρει τινί, ἀλλ᾽ ὅλῳ κεῖται τῷ ἀνθρώπῳ ὁ νόμος, οὐ μᾶλλον ἀπρακτοῦντες δι᾽ ἑνὸς τῶν μελῶν νόμον φυλάξομεν ἢ τοῖς λοιποῖς αἰσθητηρίοις κατὰ φύσιν ἐνεργοῦντες τὸ προσταχθὲν παραλύσομεν. ἀλλὰ μὴν θεόθεν ὁ νόμος, οὐδὲν δὲ τῶν παρὰ τοῦ θεοῦ προστασσομένων τοιοῦτον, οἷον ἢ παρὰ φύσιν εἶναι ἢ ἔξω τοῦ κατ᾽ ἀρετὴν δείκνυσθαι λόγου, ἡ δὲ ἄλογος ἀργία ἀρετὴ οὐκ ἔστιν. ζητεῖν ἄρα προσήκει τί βούλεται τὸ παράγγελμα τῆς τοῦ σαββάτου ἀργίας. φημὶ τοίνυν ἐγὼ πάσης νομοθεσίας τῆς θεόθεν γεγενημένης ἕνα σκοπὸν εἶναι τὸ καθαρεύειν τῶν τῆς κακίας ἔργων τοὺς δεξαμένους τὸν νόμον, καὶ πᾶς νόμος ὁ τὰ ἀπειρημένα κωλύων σαββατίζειν ἀπὸ τῶν πονηρῶν ἔργων διακελεύεται. τοῦτο αἱ πλάκες, τοῦτο ἡ λευϊτικὴ παρατήρησις, τοῦτο ἡ ἐν τῷ Δευτερονομίῳ ἀκρίβεια, τὸ ἀργοὺς ἡμᾶς καὶ ἀπράκτους ἐκείνων εἶναι, ὧν τὸ ἔργον κακία ἐστίν. εἰ μὲν οὖν οὕτω τις ἐκλαμβάνοι τὸν νόμον, ὡς ἀργὸν ἐν κακίᾳ εἶναι τὸν ἄνθρωπον, κἀγὼ συντίθεμαι τὸν σοφὸν ἐκκλησιαστὴν κατὰ τοῦ ξύλα ἑαυτῷ συνάγοντος καιρὸν ὁρίζειν εἰς τὸ βάλλειν λίθους, δι᾽ ὧν κωλύεται ἡ συλλογὴ τῶν τῆς κακίας φρυγάνων τῶν εἰς πυρὸς ὕλην συναγομένων· εἰ δὲ ψιλῷ τις παραμένοι τῷ γράμματι, οὐκ οἶδα, ὅπως τὸ θεοπρεπὲς ἐν τῷ νόμῳ λογίσαιτο.

Οὐκοῦν νοητέον τοὺς λίθους τίνες εἰσὶν οἱ κατὰ τοῦ τοιούτου βαλλόμενοι, ἵνα μὴ εἰς τέλος ἀφίκοιτο ἡ περὶ τὸν φρυγανισμὸν σπουδή. τί δὲ τὰ ξύλα, δι᾽ ὧν τὸ πῦρ ἐκκαυθήσεται τῷ συνειλοχότι; πάντως δὲ οὐκ ἄδηλα ταῦτα τῷ καὶ ὁπωσοῦν μυστικῶν ἐπαΐοντι λόγων. εἰ γὰρ καλῶς ὁ ἀπόστολος ξύλα καὶ καλάμην καὶ χόρτον τὴν πονηρὰν οἰκοδομὴν ὀνομάζει, διότι τὰ τοιαῦτα οἰκοδομήματα ἐν τῷ τῆς κρίσεως καιρῷ πῦρ γίνεται, καὶ τὸ ἄχυρόν φησιν ἡ τοῦ εὐαγγελίου φωνὴ πυρὶ ἑτοιμάζεσθαι, καὶ τὴν ἄκαρπον κληματίδα μόνῳ εὔθετον τῷ πυρὶ ἀπεφήνατο, δῆλον ἂν εἴη, ὅτι ξύλα ἐστὶν εἰς πυρὸς παρασκευὴν συναγόμενα τὰ μάταια τοῦ βίου ἐπιτηδεύματα, καὶ οὗτός ἐστιν ὁ ἐν καιρῷ τοῖς λίθοις βαλλόμενος, ὅνπερ τὸν εἰς τὰ κακὰ ῥέποντα λογισμόν τις νοήσας οὐκ ἂν ἁμάρτοι τοῦ δέοντος. χρὴ δὲ πάντως νοεῖν, ὅτι οἱ ἀναιρετικοὶ τῆς κακίας λογισμοὶ οὗτοί εἰσιν οἱ λίθοι οἱ εὐστόχως ὑπὸ τοῦ ἐκκλησιαστοῦ σφενδονώμενοι, οὓς ἀεὶ καὶ πέμπεσθαι χρὴ καὶ συνάγεσθαι· πέμπεσθαι μὲν εἰς καθαίρεσιν τοῦ κατὰ τῆς ἡμετέρας ζωῆς ὑψουμένου, συνάγεσθαι δὲ εἰς τὸ ἀεὶ πλήρη τὸν τῆς ψυχῆς εἶναι κόλπον τῶν τοιούτων παρασκευῶν, ὥστε πρόχειρον εἶναι κατὰ τοῦ ἐχθροῦ τὴν βολήν, εἴποτε ἄλλως τὴν καθ᾽ ἡμῶν ἐπιβουλὴν ἐννοήσειεν. πόθεν οὖν συναγάγωμεν λίθους, οἷς τὸν ἐχθρὸν καταλεύσομεν; ἤκουσα τῆς προφητείας εἰπούσης· Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς.

οὗτοι δ᾽ ἂν εἶεν οἱ ἀπὸ τῆς θεοπνεύστου γραφῆς εἰς ἡμᾶς κατιόντες λόγοι, οὓς χρὴ συνάγειν ἐν τῷ τῆς ψυχῆς κόλπῳ, ἵν᾽ ἐν καιρῷ κατὰ τῶν λυπούντων χρησώμεθα, ὧν ἡ βολὴ καὶ ἀναιρεῖ τὸν πολέμιον καὶ τῆς τοῦ βάλλοντος δεξιᾶς οὐ χωρίζεται. ὁ γὰρ τῷ λίθῳ τῆς σωφροσύνης καταβαλὼν τὸν ἀκόλαστον λογισμὸν τὸν διὰ τῶν ἡδονῶν τὰς τοῦ πυρὸς ὕλας φρυγανιζόμενον κἀκεῖνον τῇ βολῇ κατηγωνίσατο καὶ διὰ χειρὸς ἀεὶ φέρει τὸ ὅπλον. οὕτως καὶ ἡ δικαιοσύνη λίθος κατὰ τῆς ἀδικίας γίνεται κἀκείνην ἀναιρεῖ καὶ ἐν τῷ κόλπῳ τοῦ προεμένου φυλάσσεται. κατὰ τὸν αὐτὸν τρόπον πάντα τὰ πρὸς τὸ κρεῖττον νοούμενα ἀναιρετικὰ τῶν χειρόνων γίνεται καὶ τοῦ κατορθοῦντος τὴν ἀρετὴν οὐ χωρίζεται. οὕτως ἔστιν, κατά γε τὸν ἡμέτερον λόγον, ἐν καιρῷ βαλεῖν τοὺς λίθους καὶ ἐν καιρῷ συναγαγεῖν λίθους, ὥστε καὶ ἀεὶ πέμπειν τὰς ἀγαθὰς βολὰς ἐπὶ τὸ καταλεύειν τὰ χείρονα καὶ μηδέποτε ἡμᾶς ἐπιλείπειν τῶν τοιούτων ὅπλων τὴν ἀφθονίαν.

Ἡ δὲ ἐφεξῆς κατὰ τὸ ἀκόλουθον ἐγκειμένη ῥῆσις περιλήψεώς τινος καιρὸν καὶ ἀκαιρίαν ὁρίζεται· ἔχει δὲ ἡ λέξις οὕτως· Καιρὸς τοῦ περιλαβεῖν καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως. ταῦτα δὲ οὐκ ἂν ἄλλως γένοιτο ἡμῖν καταφανῆ τὰ νοήματα μὴ τῆς λέξεως πρότερον διὰ τῆς γραφῆς νοηθείσης, ὥστε γενέσθαι δῆλον ἡμῖν, ἐπὶ τίνος οἶδεν ὁ θεόπνευστος λόγος τῇ φωνῇ κεχρῆσθαι τῆς περιλήψεως. ὁ μὲν οὖν μέγας Δαβὶδ διὰ ψαλμῳδίας ἡμῖν ἐμβοᾷ λέγων· Κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν, αὐτὸς δὲ οὗτος ὁ Σολομών, ὅτε τὴν ἐνδιάθετον ἐποίει συζυγίαν τοῦ ἐρωτικῶς πρὸς τὴν Σοφίαν διατεθέντος, τά τε ἄλλα φησί, δι᾽ ὧν γίνεται ἡμῖν ἡ πρὸς τὴν ἀρετὴν συνάφεια, καὶ τοῦτο ἐπάγει· Τίμησον αὐτήν, ἵνα σε περιλάβῃ. εἰ οὖν Δαβὶδ μὲν τὴν Σιὼν ἡμᾶς περιλαμβάνειν διακελεύεται, Σολομὼν δὲ τοὺς τετιμηκότας τὴν Σοφίαν παρ᾽ αὐτῆς εἶπε περιλαμβάνεσθαι, τάχα τῆς προσηκούσης ἐννοίας οὐχ ἁμαρτάνομεν μαθόντες τὸ πρᾶγμα, οὗ εὔκαιρός ἐστιν ἡ περίληψις. τὸ γὰρ Σιὼν ὄρος ἐστὶ τῆς Ἱεροσολύμων Ἄκρας ὑπερφαινόμενον. ὁ οὖν ταύτην σε περιλαμβάνειν προτρεπόμενος τῇ ὑψηλῇ πολιτείᾳ συμφυῆναι παρακελεύεται, ὥστε εἰς αὐτὴν φθάσαι τῶν ἀρετῶν τὴν ἀκρόπολιν, ἣν τῷ ὀνόματι Σιὼν παραδηλοῖ δι᾽ αἰνίγματος· ὁ δὲ τῇ σοφίᾳ σε συνοικίζων τὴν παρ᾽ ἐκείνης ἐσομένην περίληψίν σοι εὐαγγελίζεται.

οὐκοῦν καιρός ἐστι τὴν Σιὼν περιλαμβάνειν καὶ ὑπὸ τῆς Σοφίας περιλαμβάνεσθαι, τοῦ μὲν ὀνόματος Σιὼν τὸ ὑψηλὸν τῆς πολιτείας ἐνδεικνυμένου, τῆς δὲ Σοφίας πᾶσαν ἀπὸ μέρους τὴν ἀρετὴν δι᾽ ἑαυτῆς σημαινούσης. εἰ τοίνυν ἐγνώκαμεν διὰ τῶν εἰρημένων τὸ τῆς περιλήψεως εὔκαιρον, διὰ τῶν αὐτῶν ἐδιδάχθημεν, τίνων ὁ χωρισμὸς τῆς συμφυΐας ἐστὶ λυσιτελέστερος. Καιρὸς γάρ, φησί, τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως. ὁ πρὸς τὴν ἀρετὴν οἰκειωθεὶς τῆς πρὸς τὴν κακίαν σχέσεως ἠλλοτρίωται. τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος ἢ Χριστῷ πρὸς Βελιάρ; ἢ πῶς δυνατόν ἐστι δυσὶ κυρίοις ἐναντίοις δουλεύοντα εὔνουν ἀμφοτέροις γενέσθαι; ἡ γὰρ τοῦ ἑνὸς ἀγάπη μῖσος τοῦ ἑτέρου ἐποίησεν. ὅταν οὖν ἡ ἀγαπητικὴ διάθεσις περιφυῇ τῷ καλῷ (τοῦτο δέ ἐστι τὸ εὔκαιρον), ἐπηκολούθησε πάντως ἡ πρὸς τὸ ἀντικείμενον ἀλλοτρίωσις. εἰ ἀληθῶς τὴν σωφροσύνην ἠγάπησας, ἐμίσησας πάντως τὸ ἀντικείμενον. εἰ πρὸς τὴν καθαρότητα βλέπεις ἐρωτικῶς, ἐβδελύξω δηλονότι τὴν τοῦ βορβόρου δυσωδίαν. εἰ τῷ ἀγαθῷ προσεκολλήθης, ἐμακρύνθης πάντως τῆς τοῦ πονηροῦ προσκολλήσεως. εἰ δὲ καὶ πρὸς τὴν τοῦ πλούτου περιβολὴν ἄγοι τις τὸ τῆς περιλήψεως σημαινόμενον, δείκνυσι καὶ οὗτος ὁ λόγος, ποῖον πλοῦτον ἀγαθόν ἐστι προσπεριβάλλεσθαι καὶ ποίων κτημάτων περιβολὴν ἀποπέμπεσθαι. οἶδα θησαυρὸν σπουδαζόμενον τὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ, οὐχὶ τὸν πᾶσι φαινόμενον.

οἶδα πάλιν πλοῦτον ἀτιμαζόμενον, οὐ τὸν ἐλπιζόμενον, ἀλλὰ τὸν τοῖς ὀφθαλμοῖς προφαινόμενον. διδάσκει τοῦτο ἡ τοῦ ἀποστόλου φωνὴ λέγουσα· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. εἰ ταῦτα νενοήκαμεν, καὶ τὸν ἐφεξῆς λόγον διὰ τούτων νενοηκότες ἐσόμεθα.

Καιρὸς γάρ, φησί, τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. ὁ γὰρ νοήσας διὰ τῶν ἐξετασθέντων, τίνων προσήκει μακρύνειν ἑαυτὸν ἀπὸ τῆς περιλήψεως καὶ τίσι συνάπτεσθαι, γνοίη ἄν, τί τε προσήκει ζητεῖν καὶ τίνων ἡ ἀπώλεια κέρδος ἐστίν.

Καιρὸς γάρ, φησί, τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. τί τοίνυν ἐστίν, ὅ με ζητῆσαι χρή, ὥστε ἐπιτυχεῖν τοῦ καιροῦ τοῦ καθήκοντος; ἀλλὰ τί μὲν ζητεῖσθαι δέον ἡ προφητεία δείκνυσι λέγουσα· Ζητήσατε τὸν κύριον καὶ κραταιώθητε· καὶ πάλιν· Ζητήσατε τὸν κύριον καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε, καὶ Εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον. ἔγνων τοίνυν διὰ τῶν εἰρημένων, ὅπερ ζητῆσαι χρή, οὗ ἡ εὕρεσίς ἐστιν αὐτὸ τὸ ἀεὶ ζητεῖν. οὐ γὰρ ἄλλο τί ἐστι τὸ ζητεῖν καὶ ἄλλο τὸ εὑρίσκειν, ἀλλὰ τὸ ἐκ τοῦ ζητῆσαι κέρδος αὐτὸ τὸ ζητῆσαί ἐστι. βούλει καὶ τὴν εὐκαιρίαν μαθεῖν, τίς ὁ καιρὸς τοῦ ζητεῖν τὸν κύριον; συντόμως λέγω· ὁ βίος ὅλος. ἐπὶ τούτου γὰρ μόνου εἷς καιρὸς τῆς σπουδῆς ἐστιν ἡ ζωὴ πᾶσα. οὐ γὰρ ἀποτεταγμένῳ τινὶ καιρῷ καὶ χρόνῳ ἀφωρισμένῳ τὸ ζητεῖν τὸν κύριον ἀγαθόν ἐστιν, ἀλλὰ τὸ μηδὲ ὅλως διαλείπειν ἀεὶ ζητοῦντα τοῦτό ἐστιν ἡ ἀληθὴς εὐκαιρία. Οἱ γὰρ ὀφθαλμοί μου, φησί, διὰ παντὸς πρὸς τὸν κύριον. ὁρᾷς πῶς ἐπιμελῶς ἐρευνᾷ ὁ ὀφθαλμὸς τὸ ζητούμενον, οὐδεμίαν ἄνεσιν ἑαυτῷ διδοὺς οὐδέ τι διάλειμμα τῆς τοῦ ζητουμένου κατανοήσεως; τῇ γὰρ τοῦ Διὰ παντὸς προσθήκῃ τὸ διηνεκές τε καὶ ἀδιάλειπτον τῆς σπουδῆς ἐνεδείξατο. ὡσαύτως δὲ νοήσωμεν καὶ τὸν τοῦ ἀπολέσαι καιρόν, κέρδος εἶναι κρίνοντες τὸ ἀπολέσαι ἐκεῖνο, οὗ ἡ ὕπαρξις ζημία τῷ ἔχοντι γίνεται. κακὸν κτῆμα ἡ φιλαργυρία· οὐκοῦν ἀπολέσωμεν.

πονηρὸν ἀπόθετον ἡ μνησικακία· οὐκοῦν προώμεθα. ὀλέθριον κτῆμα ἡ ἀκόλαστος ἐπιθυμία· τούτου μάλιστα πρὸ τῶν ἄλλων πτωχεύσωμεν, ἵνα διὰ τῆς τοιαύτης πτωχείας τὴν βασιλείαν κερδήσωμεν. Μακάριοι γὰρ οἱ πτωχοὶ τῷ πνεύματι, δηλαδὴ οἱ τοῦ τοιούτου πλούτου πενόμενοι καὶ τὰ ἄλλα πάντα τὰ πονηρὰ τοῦ διαβόλου κειμήλια. μακαριώτερον μὲν τὸ μηδὲ τὴν ἀρχήν τινα κτήσασθαι, ἵνα καθόλου ἀκτήμονες τῶν μολυνόντων γενώμεθα, καλὸν δὲ οὐχ ἧττον τῷ προληφθέντι τῇ πονηρᾷ κτήσει τὸ ἀπολέσαι τὰ τοιαῦτα κτήματα καὶ εἰς ἀφανισμὸν ἀγαγεῖν. ἀλλὰ τὸ μὲν μηδὲ ὅλως ποτὲ σχεῖν τῶν τοιούτων τὴν μετουσίαν κρεῖττον ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν ἐστί, τὸ δὲ λαβόντα ἐξαφανίσαι τούτου καὶ ἡ τῶν ἀνθρώπων δύναμις τὴν ἰσχὺν ἔχει. διὸ τὸ μηδὲν ἐσχηκέναι τῶν τοῦ ἀντικειμένου κτημάτων μόνου τοῦ κυρίου ἐστὶ τοῦ συμμετασχόντος ἡμῖν τῶν αὐτῶν παθημάτων χωρὶς ἁμαρτίας. Ἔρχεται γάρ, φησίν, ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρίσκει τῶν ἰδίων οὐδέν. τὸ δὲ δι᾽ ἐπιμελοῦς μεταμελείας ἑαυτὸν ἐκκαθῆραι, τοῦτο καὶ ἐπ᾽ ἀνθρώπων τῶν δι᾽ ἀρετῆς ἑαυτοὺς λαμπρυνόντων ἔστιν ἰδεῖν. ἀπώλεσεν ὁ Παῦλος τὸ πονηρὸν κτῆμα τῆς ἀπιστίας διὰ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ τῆς προφητείας τὴν χάριν, πλήρης τοῦ θησαυροῦ ἐγένετο ὃν ἐζήτησεν.

ἀπώλεσεν ὁ Ἡσαΐας ἐν τῷ καθαρσίῳ τοῦ θείου ἄνθρακος πᾶν ῥυπαρὸν καὶ ῥῆμα καὶ νόημα· διὰ τοῦτο ἐπληρώθη τοῦ ἁγίου πνεύματος. ἀπόλλυσι πᾶς ἐν τῇ μεταλήψει τοῦ κρείττονος πᾶν τὸ πρὸς τὸ ἐναντίον νοούμενον. οὕτως ὁ σώφρων τὴν ἀκολασίαν ἀπόλλυσι, τὴν ἀδικίαν ὁ δίκαιος, τὴν ὑπερηφανίαν ὁ μέτριος, ὁ εὔνους τὸν φθόνον, ὁ ἀγαπητικὸς τὴν ἀπέχθειαν. ὥσπερ γὰρ ὁ ἐν τῷ εὐαγγελίῳ τυφλὸς εὗρεν ὃ μὴ εἶχεν, ἐκ τοῦ ἀπολέσαι ὃ εἶχε· τῆς γὰρ τυφλότητος ἀφαιρεθείσης ἡ τοῦ φωτὸς ἀντεισῆλθεν αὐγή· καὶ ἐπὶ τοῦ λεπροῦ τοῦ πάθους ἀφανισθέντος ἡ τῆς ὑγείας ἐπανέρχεται χάρις, καὶ ἐπὶ τῶν ἐκ θανάτου ἀνισταμένων ἡ νεκρότης τῇ παρουσίᾳ τῆς ζωῆς ὑπεχώρησεν· οὕτως καὶ ἐπὶ τῆς προκειμένης ἡμῖν φιλοσοφίας οὐκ ἔστι τι τῶν ὑψηλῶν κτήσασθαι μὴ τὴν περὶ τὰ γήϊνά τε καὶ ταπεινὰ σπουδὴν ἀπολέσαντας. ἐν γὰρ τῷ ταῦτα εὑρίσκειν ἀπόλλυται ἡμῖν τὰ προτιμότερα, καὶ τὸ ἔμπαλιν ἡ τούτων ἀπώλεια τῆς τῶν τιμίων εὑρέσεως πρόξενος γίνεται. ταῦτα παρὰ τῆς τοῦ κυρίου φωνῆς μεμαθήκαμεν· Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. τὸ γὰρ ἐν τοῖς κατὰ τὴν ὕλην σπουδαζομένοις τὴν ψυχὴν εὑρεθῆναι αἴτιον γίνεται τοῦ ἐν τοῖς ἀληθινοῖς ἀγαθοῖς αὐτὴν μὴ εὑρεθῆναι, καὶ τὸ ἔμπαλιν ἡ τούτων στέρησις καὶ ἀπώλεια τῶν ἐλπιζομένων ὕπαρξις γίνεται.

Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Καιρός, φησί, τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι. εἰ τοίνυν ἔγνωμεν, τί ἐστι τὸ ζητούμενον κέρδος, ὃ διὰ τοῦ ἀπολέσαι τὰ κακῶς κτηθέντα εὑρίσκεται, τὸ μὲν ζητήσωμεν, τὸ δὲ ἀπολέσωμεν· τὰ καλὰ ζητήσωμεν, τὰ κακὰ ἀπολέσωμεν.

Καλῶς δὲ καὶ προσφυῶς τοῖς προεξητασμένοις καὶ ἡ ἀκολουθία τῶν γεγραμμένων ἐπάγεται. φησὶ γάρ· Καιρὸς τοῦ φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν. τί φυλάξαι; δηλονότι τὸ εὑρεθὲν ἡμῖν ἐκ τῆς ζητήσεως. τί ἐκβαλεῖν; ἐκεῖνο πάντως, οὗ ἡ ἀπώλεια λυσιτελεῖν ἐνομίσθη. ἐγένετό σοι νόημα δεξιόν, εἰσῆλθεν ἐπιθυμία τοῦ ἰδεῖν τὸν θεόν, ἐδίψησεν ἡ ψυχή σου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, πόθος ἐγένετό σοι τοῦ ἐν ταῖς αὐλαῖς τοῦ κυρίου γενέσθαι· αὐλαὶ δ᾽ ἂν εἶεν τοῦ κυρίου, κατά γε τὸν ἐμὸν λόγον, αἱ ἀρεταί, αἷς ἐναυλίζεται ὁ λόγος καὶ πᾶς ὁ τῷ λόγῳ ἑπόμενος. ταῦτα φύλαξον, ὡς μὴ διαρρυῆναί σοι τὸν πλοῦτον τῶν καθαρῶν τῆς διανοίας κτημάτων. παρεισδύεταί τις λογισμὸς ἐναντίος, οἷόν τις λαθραῖος κλέπτης ἀφανισμὸν τῶν καθαρῶν νοημάτων ποιούμενος· ἐκβλητέος οὗτος καὶ ἀποπεμπτέος τῆς διανοίας. ἐν γὰρ τῷ ἐκεῖνον ἀπώσασθαι δι᾽ ἀσφαλείας ἡμῖν ὁ τῶν ἀγαθῶν θησαυρὸς φυλαχθήσεται. εἰ δὲ μὴ ἐκβληθείη ὁ λυμαινόμενος, κέρδος οὐδὲν ἔσται τῆς κτήσεως, ἐν τῇ τῶν τοιχωρύχων ἐπιβουλῇ τῆς εὐπορίας ὑπορρεούσης. ἐπεὶ οὖν ἐδιδάχθημεν τὸν καιρὸν τοῦ ζητεῖν, Πᾶς δὲ ὁ ζητῶν εὑρίσκει, ὅπως ἂν τὸ εὑρεθὲν παραμείνειεν, ἀκριβῆ τινα τῷ θησαυρῷ τὴν φρουρὰν ἐπιστήσωμεν.

Πάσῃ φυλακῇ, φησί, τήρει σὴν καρδίαν μετὰ τὸ εὑρεῖν τὸ ζητούμενον· μεῖζον γὰρ τοῦ εὑρεῖν τὸ φυλάξαι τὴν εὑρεθεῖσαν χάριν· οἷον εὗρεν ὁ προσελθὼν τῇ πίστει τὴν διὰ τοῦ λουτροῦ καθαρότητα, ἀλλὰ μείζων ὁ πόνος ἐν τῷ φυλάξαι, ὃ ἔλαβεν, ἢ ἐν τῷ εὑρεῖν, ὃ οὐκ εἶχεν. ὥσπερ οὖν εἴπομεν μὴ χρόνῳ τινὶ τὴν τοῦ ζητεῖν εὐκαιρίαν περιορίζεσθαι, ἀλλὰ πάντα τὸν βίον ἕνα καιρὸν εἶναι τῆς ἀγαθῆς ἐκείνης ζητήσεως, οὕτως καὶ τὸν τῆς φυλακῆς καιρὸν πάσῃ τῇ ζωῇ μετρεῖσθαι ἀποφαινόμεθα, τὴν αὐτὴν φωνὴν τῆς προφητείας καὶ νῦν παραθέμενοι τὴν λέγουσαν· Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. ἐν τούτῳ γάρ ἐστι τὸ ἄσυλον τὴν ἀγαθὴν κτῆσιν ἡμῖν φυλάσσεσθαι ἐν τῷ τὸν θεὸν φύλακα τῶν ἡμετέρων ποιήσασθαι. ὅταν γὰρ οἱ ὀφθαλμοί μου ὦσι διὰ παντὸς πρὸς τὸν κύριον, τότε ἄπρακτοι γίνονται τοῦ ἀντικειμένου αἱ παγίδες, δι᾽ ὧν ἐκεῖνος τῶν ἐν τῇ ψυχῇ τιμίων τὴν ἐπιβουλὴν τεχνάζεται.

Μὴ δῷς, φησίν, εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε. οὐκοῦν ἀκόλουθος ἡ παροῦσα ῥῆσις τῷ προάγοντι λόγῳ. ἐκεῖνος ἐκέλευσε ζητεῖν, ἵνα εὕρωμεν, οὗτος φυλάττειν συμβουλεύει, ἵνα μὴ ἀπολέσωμεν. ὁ δὲ τοῦ φυλάττειν τὰ ἀγαθὰ τρόπος ἐστὶν ἐν τῷ ἐκβαλεῖν τὰ ἐκ τοῦ ἐναντίου νοούμενα· ὥσπερ ἐπὶ τῆς πολεμουμένης πόλεως ἀσφαλεστέρα γίνεται ἡ φρουρὰ τῶν προδοτῶν ἐκβληθέντων, ἕως δ᾽ ἂν ἐντὸς ὦσι, μᾶλλον ἐπιβουλεύουσι τῶν φανερῶν ἐχθρῶν οἱ λανθάνοντες. Καιρὸς γάρ, φησίν, τοῦ φυλάσσειν καὶ καιρὸς τοῦ ἐκβάλλειν.

Ἡ δὲ ἐφεξῆς ἀκολουθία τοῦ λόγου εἰς μείζονά τινα τὴν περὶ τῶν ὄντων φιλοσοφίαν τὴν ψυχὴν ἄγει. δείκνυσι γάρ, ὅτι συνεχές ἐστι τὸ πᾶν ἑαυτῷ καὶ οὐκ ἔχει τινὰ λύσιν ἡ ἁρμονία τῶν ὄντων, ἀλλά τίς ἐστι σύμπνοια τῶν πάντων πρὸς ἄλληλα. καὶ οὐκ ἀπέσχισται τὸ πᾶν τῆς πρὸς ἑαυτὸ συναφείας, ἀλλ᾽ ἐν τῷ εἶναι μένει τὰ πάντα τῇ τοῦ ὄντως ὄντος δυνάμει περικρατούμενα. τὸ δὲ ὄντως ὂν ἡ αὐτοαγαθότης ἐστὶν ἢ εἴ τι ὑπὲρ τοῦτό τις ἐπινοεῖ σημαντικὸν τῆς ἀφράστου φύσεως ὄνομα. πῶς δ᾽ ἄν τις εὕροι ἐκείνου ὄνομα, ὅπερ Ὑπὲρ πᾶν ὄνομα εἶναί φησιν ἡ θεία τοῦ ἀποστόλου φωνή; πλὴν ὅτιπερ ἂν εὑρεθῇ ὄνομα ἑρμηνευτικὸν τῆς ἀνεκφωνήτου δυνάμεώς τε καὶ φύσεως, ἀγαθόν ἐστι πάντως τὸ σημαινόμενον. τοῦτο τοίνυν τὸ ἀγαθὸν ἤτοι ὑπὲρ τὸ ἀγαθὸν αὐτό τε ὡς ἀληθῶς ἔστι καὶ δι᾽ ἑαυτοῦ τοῖς οὖσι δέδωκέ τε καὶ δίδωσι τήν τε τοῦ γενέσθαι δύναμιν καὶ τὴν ἐν τῷ εἶναι διαμονήν, πᾶν δὲ τὸ ἔξω αὐτοῦ θεωρούμενον ἀνυπαρξία ἐστί· τὸ γὰρ ἔξω τοῦ ὄντος ἐν τῷ εἶναι οὐκ ἔστιν. ἐπεὶ οὖν ἀντιθεωρεῖται τῇ ἀρετῇ ἡ κακία, θεὸς δὲ ἡ παντελὴς ἀρετή, ἔξω ἄρα τοῦ θεοῦ ἡ κακία, ἧς ἡ φύσις οὐκ ἐν τῷ αὐτήν τι εἶναι, ἀλλ᾽ ἐν τῷ ἀγαθὴν μὴ εἶναι καταλαμβάνεται· τῷ γὰρ ἔξω τοῦ ἀγαθοῦ νοήματι ὄνομα τὴν κακίαν ἐθέμεθα. οὕτως οὖν ἀντιθεωρεῖται τῷ ἀγαθῷ ἡ κακία, ὡς ἀντιδιαιρεῖται τὸ μὴ ὂν τῷ ὄντι.

ἐπεὶ οὖν τῷ αὐτεξουσίῳ τῆς ὁρμῆς τοῦ ἀγαθοῦ ἀπερρύημεν, ὥσπερ οἱ ἐν φωτὶ μύσαντες σκότος λέγονται βλέπειν· ἐν γὰρ τῷ μηδὲν βλέπειν ἐστὶ τὸ σκότος βλέπειν· τότε ἡ ἀνύπαρκτος τῆς κακίας φύσις ἐν τοῖς ἀπορρυεῖσι τοῦ ἀγαθοῦ οὐσιώθη, ἥτις ἕως τότε ἐστίν, ἕως ἂν ἡμεῖς ἔξω τοῦ ἀγαθοῦ ὦμεν. εἰ δὲ πάλιν ἡμῶν ἡ αὐτεξούσιος τοῦ θελήματος κίνησις ἀπορραγείη τῆς πρὸς τὸ ἀνύπαρκτον σχέσεως καὶ συμφυείη τῷ ὄντι, ἐκείνη μὲν τὸ ἐν ἐμοὶ εἶναι μηκέτι ἔχουσα οὐδὲ τὸ εἶναι ὅλως ἕξει· κακὸν γὰρ ἔξω προαιρέσεως ἐφ᾽ ἑαυτοῦ κείμενον οὐκ ἔστιν· ἐγὼ δὲ τῷ ἀληθῶς ὄντι ἐμαυτὸν προσκολλήσας τε καὶ προσράψας ἐν τῷ ὄντι μενῶ, ὃς ἀεί τε ἦν καὶ εἰς ἀεὶ ἔσται καὶ νῦν ἔστι. ταῦτά μοι δοκεῖ τὰ νοήματα ὁ τοῦ ῥῆξαι καιρὸς καὶ ὁ τοῦ ῥάψαι καιρὸς ὑποτίθεσθαι, ἵνα ἀπορραγέντες ἐκείνου, ᾧ κακῶς συνεφύημεν, προσκολληθῶμεν ἐκείνῳ, οὗ ἀγαθὴ ἡ προσκόλλησις. Ἐμοὶ γάρ, φησί, τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου. εἴποι δ᾽ ἄν τις καὶ πρὸς ἄλλα πολλὰ τὴν συμβουλὴν ταύτην χρησίμως ἔχειν, οἷον Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. ταῦτα κελεύει ὁ θεῖος ἀπόστολος, τὸν ἐπὶ τῇ παρανόμῳ μίξει κατεγνωσμένον τοῦ κοινοῦ τῆς ἐκκλησίας πληρώματος ἀπορραγῆναι κελεύων, ὡς ἂν μὴ Μικρά, φησί, ζύμη τῆς τοῦ κατεγνωσμένου κακίας ὅλον τὸ φύραμα τῆς ἐκκλησιαστικῆς εὐχῆς ἀχρειώσειεν.

τὸν δὲ ἀπορραγέντα διὰ τῆς ἁμαρτίας πάλιν προσράπτει διὰ τῆς μετανοίας λέγων, ἵνα Μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. οὕτως οἶδεν εὐκαίρως τε ἀπορρῆξαι τὸ σπιλωθὲν μέρος τοῦ τῆς ἐκκλησίας χιτῶνος καὶ πάλιν εὐκαίρως προσράψαι, ὅταν διὰ τῆς μετανοίας ἐκπλυθῇ τοῦ μολύσματος. καὶ πολλὰ τοιαῦτα ἔστιν ἰδεῖν ἔν τε τοῖς ἀρχαιοτέροις τῶν διηγημάτων καὶ ἐν τῷ καθ᾽ ἡμᾶς βίῳ, ὅσα ἐν ταῖς ἐκκλησίαις οἰκονομικῶς ἐπιτελεῖται. οἴδατε γὰρ τίνων ἀπορρηγνύμεθα καὶ τίσιν ἀεὶ προσραπτόμεθα· τῆς γὰρ αἱρέσεως ἀποσχιζόμενοι τῇ εὐσεβείᾳ διὰ παντὸς ἐνραπτόμεθα, τότε ἄρρηκτον βλέποντες τὸν τῆς ἐκκλησίας χιτῶνα, ὅταν ἀπορραγῇ τῆς πρὸς τὴν αἵρεσιν κοινωνίας. ἀλλ᾽ εἴτε κατὰ τὴν προεξετασθεῖσαν ἡμῖν θεωρίαν φιλοσοφεῖ περὶ τῶν ὄντων ὁ λόγος εἴτε τὰ τοιαῦτα διὰ τῆς συμβουλῆς ταύτης παιδεύει, κατὰ πάντα τὸ ἐπωφελές τε καὶ χρήσιμον περιέχει ἡ ῥῆσις ἡ ἐν καιρῷ τε ἀπορρηγνῦσα, ὧν πονηρὰ ἡ συνάφεια, καὶ κατὰ καιρὸν πάλιν συνάπτουσα, ὧν ἐπωφελής ἐστιν ἡ ἕνωσις.

Ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προέλθωμεν, δι᾽ οὗ μοι δοκεῖ μᾶλλον ὁ κατὰ τὴν ὑψηλοτέραν φιλοσοφίαν θεωρηθεὶς λόγος οἰκείως πρὸς τὸ ῥητὸν ἔχειν. προτέτακται γὰρ ὁ τοῦ σιγᾶν καιρὸς καὶ μετὰ τὴν σιγὴν ἔδωκε τὸν τοῦ λέγειν καιρόν. πότε οὖν καὶ περὶ τίνων τὸ σιγᾶν ἐστιν ἄμεινον; εἴποι μὲν ἄν τις τῶν πρὸς τὸ ἦθος βλεπόντων πολλαχῇ τὴν σιωπὴν εὐσχημονεστέραν εἶναι τοῦ λόγου, οἷον καθὼς διακρίνει τῆς σιωπῆς τε καὶ τοῦ λόγου τὴν εὐκαιρίαν ὁ Παῦλος, ποτὲ μὲν νομοθετῶν τὸ σιγᾶν, ποτὲ δὲ ἐπιτρέπων τὸ λέγειν. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· οὗτος σιωπῆς ὁ νόμος· Ἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν· οὗτος ὁ τοῦ λέγειν καιρός. Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· πάλιν ἔδωκε τῇ σιγῇ τὸν καιρόν· Εἰ δέ τι μαθεῖν θέλουσιν, ὧν ἀγνοοῦσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· πάλιν ὑπέδειξε τοῦ λόγου τὴν εὐκαιρίαν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους· καὶ αὕτη σιωπῆς εὐκαιρία· Λαλείτω ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· πάλιν ἡ ἐξουσία τοῦ λόγου. καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν καὶ ἐκ τῆς ἀρχαιοτέρας γραφῆς· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ Ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.

καὶ Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἄφωνος γίνεται ὁ πρὸς τὴν ἀντίδοσιν τοῦ κακοῦ μένων ἀκίνητος, ἐν οἷς δὲ προσήκει τῷ λόγῳ χρήσασθαι, ἀνοίγει ἐν παραβολαῖς τὸ στόμα, φθέγγεται προβλήματα, πληροῖ τὸ στόμα αἰνέσεως, κάλαμον ποιεῖ τὴν γλῶσσαν. ἀλλὰ τί χρή, μυρίων ὄντων ἐν τῇ γραφῇ τῶν ὑποδειγμάτων, λεπτουργεῖν ἐν τοῖς ὁμολογουμένοις τὸν λόγον; ὃ δέ μοι πρὸ τούτων ἐπὶ νοῦν ἦλθεν, ὡς συμφωνούσης τῆς περὶ τοῦ σιγᾶν τε καὶ λαλεῖν εὐκαιρίας τῇ ἀποδοθείσῃ περὶ τοῦ ῥήγματος καὶ τῆς ῥαφῆς θεωρίᾳ, τοῦτο βούλομαι πάλιν ἐπαναλαβὼν δι᾽ ὀλίγων εἰπεῖν. ἐκεῖ τε γὰρ τὴν κακῶς τῷ ἐναντίῳ προσφυεῖσαν ψυχὴν ἀπορρήξας ὁ λόγος εἰς γνῶσιν ἤγαγε τοῦ ὄντως ὄντος διὰ τῆς προσκολλήσεως, ὅπερ ὑπὲρ λόγον εἶναι ὁ προλαβὼν ἀποδέδωκε λόγος, ἐνταῦθά τε διὰ τοῦτό μοι δοκεῖ τὸ σιγᾶν προτετάχθαι, τοῦτ᾽ ἔστι διότι τὸ ὑπὲρ πᾶν ἐκεῖνο νόημά τε καὶ ὄνομα, ὃ ἡ τοῦ κακοῦ ἀπορραγεῖσα ψυχὴ καὶ ζητεῖ διὰ παντὸς καὶ ἐνραφῆναι τῷ εὑρεθέντι ἐφίεται, τοῦτο πάσης ἑρμηνευτικῆς φωνῆς ἐστιν ὑψηλότερον· ὅπερ ὁ φιλονεικῶν ὑπὸ τὴν τοῦ λόγου σημασίαν καθέλκειν λανθάνει πλημμελῶν εἰς τὸ θεῖον· τὸ γὰρ ὑπὲρ πᾶν εἶναι πεπιστευμένον καὶ ὑπὲρ λόγον πάντως ἐστίν.

ὁ δὲ λόγῳ διαλαμβάνειν ἐπιχειρῶν τὸ ἀόριστον οὐκέτι δίδωσι τὸ ὑπὲρ πᾶν εἶναι ἐκεῖνο, ᾧ ἀντεξάγει τὸν ἴδιον λόγον, τοιοῦτόν τι καὶ τοσοῦτον εἶναι οἰόμενος, οἷον καὶ ὅσον εἰπεῖν ὁ λόγος ἐχώρησεν, οὐκ εἰδὼς ὅτι ἐν τῷ πεπεῖσθαι ὑπὲρ γνῶσιν εἶναι τὸ θεῖον ἐν τούτῳ ἡ θεοπρεπὴς περὶ τοῦ ὄντως ὄντος φυλάσσεται ἔννοια. διὰ τί; ὅτι πᾶν τὸ ἐν τῇ κτίσει ὂν πρὸς τὸ συγγενὲς ἐκ φύσεως βλέπει καὶ οὐδὲν τῶν ὄντων ἔξω ἑαυτοῦ γενόμενον ἐν τῷ εἶναι μένει, οὐ πῦρ ἐν ὕδατι, οὐκ ἐν πυρὶ τὸ ὕδωρ, οὐκ ἐν τῷ βυθῷ τὸ χερσαῖον, οὐκ ἐν τῇ χέρσῳ τὸ ἔνυδρον, οὐκ ἐν ἀέρι τὸ ἔγγειον, οὐκ ἐν γῇ πάλιν τὸ ἐναέριον· ἀλλ᾽ ἐν τοῖς ἰδίοις ἕκαστον μένον ὅροις τῆς φύσεως ἕως τότε ἔστιν, ἕως ἂν ἐντὸς τῶν ἰδίων ὅρων μένῃ. εἰ δὲ ἔξω ἑαυτοῦ γένοιτο, ἐκτὸς καὶ τοῦ εἶναι γενήσεται. καὶ ὥσπερ τῶν αἰσθητηρίων ἡ δύναμις ταῖς κατὰ φύσιν ἐνεργείαις παραμένουσα μεταβῆναι πρὸς τὴν παρακειμένην οὐ δύναται· οὔτε γὰρ 〈ὁ〉 ὀφθαλμὸς τὰ τῆς ἀκοῆς ἐνεργεῖ, οὔτε ἡ ἁφὴ διαλέγεται, οὔτε ἡ ἀκοὴ γεύεται, οὔτε ἡ γλῶσσα τὰ τῆς ὄψεως ἢ τὰ τῆς ἀκοῆς ἐνεργεῖ, ἀλλ᾽ ἕκαστον ὅρον ἔχει τῆς ἰδίας δυνάμεως τὴν κατὰ φύσιν ἐνέργειαν· οὕτω καὶ πᾶσα ἡ κτίσις ἔξω ἑαυτῆς γενέσθαι διὰ τῆς καταληπτικῆς θεωρίας οὐ δύναται, ἀλλ᾽ ἐν ἑαυτῇ μένει ἀεὶ καὶ ὅπερ ἂν ἴδῃ, ἑαυτὴν βλέπει· κἂν οἰηθῇ τι ὑπὲρ ἑαυτὴν βλέπειν, τὸ ἐκτὸς ἑαυτῆς ἰδεῖν φύσιν οὐκ ἔχει.

οἷον τὴν διαστηματικὴν ἔννοιαν ἐν τῇ τῶν ὄντων θεωρίᾳ παρελθεῖν βιάζεται, ἀλλ᾽ οὐ παρέρχεται. παντὶ γὰρ τῷ εὑρισκομένῳ νοήματι συνθεωρεῖ πάντως τὸ συγκαταλαμβανόμενον τῇ ὑποστάσει τοῦ νοουμένου διάστημα· τὸ δὲ διάστημα οὐδὲν ἄλλο ἢ κτίσις ἐστίν. ἐκεῖνο δὲ τὸ ἀγαθόν, ὃ ζητεῖν τε καὶ φυλάττειν ἐμάθομεν καὶ ᾧ συνάπτεσθαι καὶ προσκολλᾶσθαι συνεβουλεύθημεν, ἄνω ὂν τῆς κτίσεως ἄνω ἐστὶ τῆς καταλήψεως. ἡ γὰρ ἡμετέρα διάνοια τῇ διαστηματικῇ παρατάσει ἐνδιοδεύουσα πῶς ἂν καταλάβοι τὴν ἀδιάστατον φύσιν; ἄνεισιν διὰ τοῦ χρόνου κατὰ ἀνάλυσιν ἀεὶ διερευνωμένη τὰ τῶν εὑρισκομένων πρεσβύτερα. καὶ τὰ μὲν γινωσκόμενα πάντα διὰ τῆς πολυπραγμοσύνης παρέδραμε, τὴν δὲ τοῦ αἰῶνος ἔννοιαν παραδραμεῖν οὐδεμίαν μηχανὴν ἐξευρίσκει, ὅπως ἂν ἔξω ἑαυτὴν στήσειε καὶ ὑπερθείη τοῦ προθεωρουμένου τῶν ὄντων αἰῶνος.

ἀλλ᾽ ὥσπερ ὁ ἐπί τινος εὑρεθεὶς ἀκρωρείας (ὑποκείσθω δὲ πέτρα τις εἶναι λεία καὶ ἀπότομος, κάτωθεν ἐν ὀρθίῳ τε καὶ περιεξεσμένῳ τῷ σχήματι εἰς ἄπειρον μῆκος ἀνατεινομένη καὶ ἄνωθεν ἐπὶ τοῦ ὕψους τὴν ἄκραν ἐκείνην ἀνέχουσα τὴν ἐν τῇ προβολῇ τῆς ὀφρύος εἴς τι βάθος ἀχανὲς κατακύπτουσαν)· ὅπερ οὖν εἰκὸς παθεῖν τὸν ἄκρῳ τῷ ποδὶ τῆς ἐπινευούσης τῷ βάθει ῥαχίας ἐπιψαύοντα καὶ οὐδεμίαν ἔτι οὔτε τῷ ποδὶ βάσιν οὔτε τῇ χειρὶ ἀντίληψιν ἐξευρίσκοντα, τοῦτό μοι καὶ ἡ ψυχὴ παρελθοῦσα τὸ ἐν τοῖς διαστηματικοῖς νοήμασι βάσιμον ἐν τῇ ζητήσει τῆς προαιωνίου τε καὶ ἀδιαστάτου φύσεως πάσχει. οὐκ ἔχουσά τι, οὗ περιδράξηται, οὐ τόπον, οὐ χρόνον, οὐ μέτρον, οὐκ ἄλλο τι τοιοῦτον οὐδέν, ὃ δέχεται τῆς διανοίας ἡμῶν τὴν ἐπίβασιν, ἀλλὰ πανταχόθεν τῶν ἀλήπτων ἀπολισθαίνουσα ἰλιγγιᾷ τε καὶ ἀμηχανεῖ καὶ πάλιν πρὸς τὸ συγγενὲς ἐπιστρέφεται, ἀγαπῶσα τοσοῦτον μόνον γνῶναι περὶ τοῦ ὑπερκειμένου, ὅσον πεισθῆναι, ὅτι ἄλλο τι παρὰ τὴν τῶν γινωσκομένων φύσιν ἐστί. διὰ τοῦτο ὅταν ἔλθῃ εἰς τὰ ὑπὲρ λόγον ὁ λόγος, γίνεται τότε καιρὸς τοῦ σιγᾶν καὶ τῆς ἀφράστου ἐκείνης δυνάμεως ἀνερμήνευτον ἐν τῷ ἀπορρήτῳ τῆς συνειδήσεως ἔχειν τὸ θαῦμα, εἰδότα ὅτι καὶ οἱ μεγάλοι 〈προφῆται〉 τὰ ἔργα τοῦ θεοῦ καὶ οὐ τὸν θεὸν ἐλάλουν λέγοντες· Τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου;

καὶ Διηγήσομαι πάντα τὰ ἔργα σου καὶ Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου. ταῦτα λαλοῦσι καὶ περὶ τούτων διεξέρχονται καὶ τὴν τῶν γεγονότων ἐξαγόρευσιν τῇ φωνῇ ἐπιτρέπουσιν. ὅταν δὲ περὶ αὐτοῦ τοῦ ὑπερανεστῶτος πάσης ἐννοίας ὁ λόγος ᾖ, σιωπὴν ἄντικρυς, δι᾽ ὧν λέγουσι, νομοθετοῦσι. λέγουσι γὰρ ὅτι Τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. ὢ τοῦ θαύματος! πῶς ἐφοβήθη τῇ τῆς θείας φύσεως θεωρίᾳ προσεγγίσαι ὁ λόγος, ὅς γε οὐδὲ τῶν ἔξωθέν τινος ἐπιθεωρουμένων τὸ θαῦμα κατέλαβεν. οὐ γὰρ εἶπεν, ὅτι τῆς οὐσίας τοῦ θεοῦ πέρας οὐκ ἔστι, τολμηρὸν κρίνων ὅλως τὸ καὶ εἰς ἔννοιαν τοῦτο λαβεῖν, ἀλλὰ τὴν ἐπιθεωρουμένην τῇ δόξῃ μεγαλοπρέπειαν θαυμάζει τῷ λόγῳ. πάλιν δὲ οὐδὲ αὐτῆς τῆς οὐσίας τὴν δόξαν ἰδεῖν ἠδυνήθη, ἀλλὰ τῆς ἁγιωσύνης αὐτοῦ τὴν δόξαν ἐξεπλάγη κατανοήσας. πόσον τοίνυν ἀπέσχε τοῦ τὴν φύσιν, ἥτις ἐστί, περιεργάσασθαι, ὅς γε τὸ ἔσχατον τῶν προφαινομένων θαυμάσαι οὐκ ἤρκεσεν; οὔτε γὰρ τὴν ἁγιωσύνην αὐτοῦ ἐθαύμασεν οὔτε τὴν δόξαν τῆς ἁγιωσύνης, ἀλλὰ τὴν μεγαλοπρέπειαν μόνην τῆς δόξης τῆς ἁγιωσύνης θαυμάσαι προθέμενος καὶ περὶ τὸ ταύτης θαῦμα ἠτόνησεν· οὐ γὰρ διέλαβε τῇ διανοίᾳ τοῦ θαυμαζομένου τὸ πέρας. διό φησι· Τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας.

οὐκοῦν ἐν τοῖς περὶ θεοῦ λόγοις, ὅταν μὲν περὶ τῆς οὐσίας ἡ ζήτησις ᾖ, καιρὸς τοῦ σιγᾶν, ὅταν δὲ περί τινος ἀγαθῆς ἐνεργείας, ἧς ἡ γνῶσις καὶ μέχρις ἡμῶν καταβαίνει, τότε λαλεῖν τὰς δυναστείας, ἐξαγγέλλειν τὰ θαύματα, διηγεῖσθαι τὰ ἔργα, μέχρις τούτου κεχρῆσθαι τῷ λόγῳ, ἐν δὲ τοῖς ὑπερέκεινα μὴ ἐφιέναι τῇ κτίσει τοὺς ἰδίους ὅρους ἐκβαίνειν, ἀλλ᾽ ἀγαπᾶν, εἰ ἑαυτὴν εἰδείη. οὔπω γὰρ ἔγνω, κατά γε τὸν ἐμὸν λόγον, ἑαυτὴν ἡ κτίσις, οὐδὲ κατέλαβεν τίς ψυχῆς ἡ οὐσία, τίς σώματος ἡ φύσις, πόθεν τὰ ὄντα, πῶς αἱ ἐξ ἀλλήλων γενέσεις, πῶς τὸ μὴ ὂν οὐσιοῦται, πῶς τὸ ὂν εἰς τὸ μὴ ὂν ἀναλύεται, τίς ἡ ἐκ τῶν ἐναντίων κατὰ τὸν κόσμον τοῦτον εὐαρμοστία. εἰ οὖν ἑαυτὴν ἡ κτίσις οὐκ οἶδε, τὰ ὑπὲρ ἑαυτὴν πῶς διηγήσεται; οὐκοῦν καιρὸς τοῦ ταῦτα σιγᾶν· κρείττων γὰρ ἐν τούτοις ἡ σιωπή. καιρὸς δὲ τοῦ λαλεῖν, δι᾽ ὧν ὁ βίος ἡμῖν πρὸς ἀρετὴν ἐπιδίδωσιν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.