Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν Ἐκκλησιαστήν

Γρηγόριος ὁ Νύσσης

Ομιλία Η': Η κατάλληλη χρήση των ψυχικών δυνάμεων και η αληθινή ειρήνη

Ερμηνεία των καιρών αγάπης, μίσους, πολέμου και ειρήνης. Η καλή χρήση των παθών κατά της αμαρτίας, η ματαιότητα των ανθρώπινων μεριμνών και η πνευματική ευφροσύνη ως δώρο Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 8 από 8

ΟΜΙΛΙΑ Ηʹ Καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι. τίς ἄρα οὕτως ἔσται τὴν ἀκοὴν κεκαθαρμένος, ὥστε καθαρῶς δέξασθαι τὸν περὶ τοῦ φιλῆσαι λόγον, μηδὲν τῆς ῥυπαρᾶς φιλίας ἑαυτῷ συνεισφέροντα; τάχα καὶ τὰ ἡμέτερα ὦτα χρῄζει τῶν δακτύλων τοῦ Ἰησοῦ, ἵνα διὰ τῆς θείας ἐπαφῆς τοῦ ἀληθινοῦ λόγου ἐλευθερωθῇ παντὸς ῥύπου τοῦ τὴν ἀκοὴν ἐμφράσσοντος ἡ ἀκουστικὴ τῆς ψυχῆς ἡμῶν δύναμις, ὥστε καὶ συνιέναι τὴν ἐπαινετὴν φιλίαν καὶ τῇ ψυχῇ παραδέξασθαι, τίς ὁ καιρὸς τοῦ φιλῆσαι καὶ τίς ὁ καιρὸς τοῦ μισῆσαι. οὐκ οἶμαι τοῦτον ἄλλον εἶναι καιρὸν πλὴν τοῦ συμφέροντος. ἡ γὰρ ἀφ᾽ ἑκατέρου τούτων ὠφέλεια, κατά γε τὴν ἐμὴν κρίσιν, ἡ εὐκαιρία τῆς χρήσεως ἀμφοτέρων ἐστίν, ὡς εἴ γε ἔξω τοῦ λυσιτελοῦντος γένοιτο, ἔξω ἂν εἴη καὶ τοῦ καιροῦ τὸ γινόμενον.

Πρότερον δέ, οἶμαι, χρὴ νοῆσαι τῶν δύο τούτων ῥημάτων τὸ σημαινόμενον, τοῦ φιλῆσαι λέγω καὶ τοῦ μισῆσαι, ἵν᾽ οὕτως καὶ τὴν εὔκαιρον αὐτῶν χρῆσιν τῷ λόγῳ κατανοήσωμεν. φίλτρον ἐστὶν ἡ ἐνδιάθετος περὶ τὸ καταθύμιον σχέσις δι᾽ ἡδονῆς καὶ προσπαθείας ἐνεργουμένη, μῖσος δὲ ἡ πρὸς τὸ ἀηδὲς ἀλλοτρίωσις καὶ ἡ τοῦ λυποῦντος ἀποστροφή. ἔστι δὲ τούτων ἑκατέρᾳ τῶν διαθέσεων καὶ λυσιτελῶς καὶ ἐπὶ τῶν ἐναντίων χρήσασθαι, καὶ ὡς ἐπίπαν πᾶς ὁ κατ᾽ ἀρετὴν καὶ κακίαν βίος ἐντεῦθεν τὴν ἀρχὴν ἔχει. ὅπου γὰρ ἂν τῇ ἀγάπῃ ῥέψωμεν, ἐκεῖνο ταῖς ψυχαῖς οἰκειούμεθα, καὶ πρὸς ὅπερ ἂν μισητικῶς διατεθῶμεν, τούτου ἀλλοτριούμεθα. εἴτε γὰρ πρὸς τὸ καλὸν εἴτε πρὸς τὸ κακὸν ἡ τῆς ψυχῆς γένοιτο σχέσις, κατακιρνᾶταί πως τῇ ψυχῇ τὸ ἀγαπώμενον. ὅ τι δ᾽ ἂν ᾖ καὶ οὗπερ ἂν παρεμπέσῃ διὰ μέσου τὸ μῖσος, τούτου τὸν χωρισμὸν κατειργάσατο, εἴτε τοῦ καλοῦ εἴτε τοῦ χείρονος. οὐκοῦν ἐπισκεπτέον ἂν εἴη, τί μὲν ἀγαπητόν, τί δὲ μισητόν ἐστι τῇ φύσει, ὡς ἂν ἐν καιρῷ τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει χρησάμενοι τῶν τε κακῶν ἀλλότριοι διὰ τοῦ μίσους γενοίμεθα καὶ τῇ φύσει τῶν ἀγαθῶν συγκραθείημεν. καὶ εἴθε τοῦτο πρὸ πάντων ἡ τῶν ἀνθρώπων ἐπαιδεύετο φύσις, τὴν τοῦ καλοῦ λέγω καὶ μὴ τοιούτου διάκρισιν! οὐ γὰρ ἂν ἔσχεν πάροδον κατὰ τῆς ζωῆς ἡμῶν τὰ πάθη, εἰ ἐξ ἀρχῆς τὸ καλὸν ἐγνωρίζομεν.

νυνὶ δὲ τὴν ἄλογον αἴσθησιν τοῦ καλοῦ κριτήριον παρὰ τὴν πρώτην ποιούμενοι συντρεφόμεθα τῇ κατ᾽ ἀρχὰς ἐγγινομένῃ περὶ τῶν ὄντων κρίσει καὶ τούτου χάριν δυσαποσπάστως ἔχομεν τῶν τῇ αἰσθήσει νομισθέντων εἶναι καλῶν, βεβαίαν ἑαυτοῖς τὴν περὶ ταῦτα σχέσιν τῇ συντροφίᾳ ποιήσαντες. καλὸν φαίνεται τοῖς ἀνθρώποις, ὃ τοῖς ὀφθαλμοῖς τινα ἡδονὴν διὰ τῆς εὐχροίας ἐντίθησιν, εἴτε ἐν τῇ ἀψύχῳ ὕλῃ εἴτε ἐν τοῖς ἐμψύχοις θεάμασι. καλὸν τῇ ἀκοῇ τὸ μελῴδημα, καὶ ἐν τοῖς χυμοῖς τε καὶ ἐν τοῖς ἀτμοῖς τὸ τοιόνδε καλὸν ὁρίζεται τὸ μὲν ἡ γεῦσις, τὸ δὲ ἡ ὄσφρησις. τὸ δὲ πάντων βαρύτατόν τε καὶ ἀλογώτατόν ἐστιν ἡ ἁφή, δι᾽ ἧς ἡ ἀκόλαστος ἡδονὴ ἐν τῇ τοῦ καλοῦ ψήφῳ προτερεύει τῇ φύσει. ἐπεὶ οὖν αἱ μὲν αἰσθήσεις ἡμῖν εὐθὺς γινομένοις συναποτίκτονται, καὶ ταύταις παρὰ τὴν πρώτην ζωὴν συντρεφόμεθα, πολλὴ δέ ἐστι τῇ αἰσθητικῇ δυνάμει πρὸς τὴν ἄλογον ζωὴν ἡ οἰκείωσις· πάντα γὰρ τὰ τοιαῦτα καὶ ἐν τοῖς ἀλόγοις ὁρᾶται· ὁ δὲ νοῦς ἐμποδίζεταί πως πρὸς τὴν οἰκείαν ἐνέργειαν ὑπὸ τῆς νηπιότητος μήπω χωρούμενος, ἀλλ᾽ ἐκθλίβεται τρόπον τινὰ τῇ ἐπικρατήσει τῆς ἀλογωτέρας αἰσθήσεως· διὰ τοῦτο ἡ πεπλανημένη τε καὶ διημαρτημένη τῆς ἀγαπητικῆς διαθέσεως χρῆσις ἀρχὴ καὶ ὑπόθεσις τοῦ κατὰ κακίαν γίνεται βίου.

ἐπειδὴ γὰρ διπλῆ τίς ἐστιν ἡμῖν ἡ φύσις τῷ νοητῷ τε καὶ αἰσθητῷ συγκεκραμένη, διπλῆ κατὰ τὸ ἀκόλουθόν ἐστιν ἡμῖν καὶ ἡ ζωὴ ἑκατέρῳ τῶν ἐν ἡμῖν καταλλήλως ἐγγινομένη, σωματικὴ μὲν τῷ αἰσθητῷ μέρει, τῷ δὲ ἑτέρῳ νοητὴ καὶ ἀσώματος. ὡσαύτως δὲ καὶ τὸ καλόν τε καὶ μὴ τοιοῦτον οὐ τὸ αὐτό ἐστιν ἑκατέρῳ τῷ τῆς ζωῆς ἡμῶν εἴδει, ἀλλὰ νοητὸν μὲν τῷ νοητῷ, τῷ δὲ αἰσθητῷ τε καὶ σωματικῷ μέρει τοιοῦτον, οἷον ἡ αἴσθησις βούλεται. ἐπεὶ οὖν ἡ μὲν αἴσθησις ἅμα τῇ πρώτῃ γενέσει συμφύεται, ὁ δὲ νοῦς ἀναμένει τὴν εἰς τὸ σύμμετρον τῆς ἡλικίας ἀναδρομήν, ὥστε δυνηθῆναι κατ᾽ ὀλίγον ἐμφανῆναι τῷ ὑποκειμένῳ, τούτου χάριν δυναστεύεται ὑπὸ τῆς αἰσθήσεως ὅλης οὔσης ὁ κατὰ μικρὸν ἐγγινόμενος νοῦς καὶ κατὰ κράτος ἀεὶ τῷ πλεονάζοντι πρὸς τὸ ὑπακούειν αὐτῇ συνεθίζεται, ἐκεῖνο καλὸν ἢ φαῦλον κρίνων, ὅπερ ἂν ἢ προέληται ἢ ἀποβάλῃ ἡ αἴσθησις. διὰ τοῦτο χαλεπή τε καὶ δυσκατόρθωτος ἡμῖν ἡ τοῦ ἀληθῶς ἀγαθοῦ κατανόησις γίνεται, ὅτι προειλήμμεθα τοῖς αἰσθητικοῖς κριτηρίοις, ἐν τῷ εὐφραίνοντί τε καὶ ἥδοντι τὸ καλὸν ὁριζόμενοι. ὥσπερ γὰρ οὐκ ἔστι πρὸς τὰ ἐν οὐρανῷ κάλλη βλέπειν, ὁμίχλης τὸν ὑπὲρ κεφαλῆς ἀέρα διαλαβούσης, οὕτως οὐδὲ ὁ τῆς ψυχῆς ὀφθαλμὸς πρὸς τὴν ἀρετὴν καθορᾷ, οἷον ἀχλύϊ τινὶ πρὸς τὴν ὄψιν διὰ τῆς ἡδονῆς ἀμβλυνόμενος.

ἐπεὶ οὖν ἡ μὲν αἴσθησις πρὸς τὴν ἡδονὴν βλέπει, ὁ δὲ νοῦς διὰ τῆς ἡδονῆς πρὸς τὴν ἀρετὴν ὁρᾶν ἐμποδίζεται, αὕτη γίνεται ἡ τῆς κακίας ἀρχή, διότι τὴν ἄλογον περὶ τοῦ καλοῦ κρίσιν καὶ ὁ νοῦς ὑπὸ τῆς αἰσθήσεως δυναστευθεὶς ἐπεψήφισε, κἂν εἴπῃ ὁ ὀφθαλμὸς ἐν τῇ εὐχροίᾳ τοῦ φαινομένου τὸ καλὸν εἶναι, συνεπιρρέπει τούτῳ καὶ ἡ διάνοια· καὶ ἐπὶ τῶν λοιπῶν δὲ ὡσαύτως τὸ εὐφραῖνον τὴν αἴσθησιν τὴν τοῦ καλοῦ ψῆφον ἠνέγκατο. εἰ δέ πως οἷόν τε ἦν ἐξ ἀρχῆς ἡμῖν τὴν ἀληθῆ περὶ τοῦ καλοῦ κρίσιν ἐγγίνεσθαι, τοῦ νοῦ τὸ ἀγαθὸν ἐφ᾽ ἑαυτοῦ δοκιμάζοντος, οὐκ ἂν τῇ ἀλόγῳ αἰσθήσει δεδουλωμένοι κτηνώδεις γινόμενοι κατεδουλούμεθα. ὡς ἂν οὖν ἡ τοιαύτη σύγχυσις ἐν ἡμῖν διακριθείη καὶ τὸ τῇ φύσει ἀγαπητὸν καὶ τὸ ὡς ἑτέρως ἔχον ἀπλανῶς ἐπιγνωσθείη, ταῦτά φησι νῦν ὁ ἐκκλησιαστὴς ἐν τῷ λόγῳ, ὅτι καιρός ἐστι τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι. δι᾽ ὧν διακρίνει τὴν τῶν πραγμάτων φύσιν, δεικνὺς τί τὸ συμφερόντως φιλούμενον καὶ τί τὸ μισούμενον. λέγει ἡ νεότης τοῖς τῆς ἡλικίας πάθεσι ζέουσα καιρὸν εἶναι αὐτῇ τοῦ φιλῆσαι ταῦτα, ἃ τῇ νεότητι φίλα ἐστίν. ἀλλ᾽ ἀντιβοᾷ ὁ ἐκκλησιαστὴς τῇ νεότητι ἄλλον τῆς καθαρᾶς φιλίας καιρὸν ὁριζόμενος· μηδὲ γὰρ εἶναι τοῦτο φιλίαν τὴν διημαρτημένην τῆς ψυχῆς περὶ τὰ ἄτοπα σχέσιν.

ὥσπερ γὰρ εὐοδουμένης ἐν ὑγείᾳ τῆς φύσεως ἐν καιρῷ προσγίνεται τὸ δίψος τῷ σώματι, οἷς δὲ τὸ δῆγμα τῆς διψάδος ἐχίδνης τὴν τοιαύτην διάθεσιν ἐνεποίησεν, οὐκ ἄν τις εἴποι κατὰ καιρὸν ἐνεργεῖσθαι τὴν δίψαν· οὐ γὰρ φυσικὴ ὄρεξις ἐπὶ τούτων, ἀλλὰ πάθος ἡ δίψα γίνεται· οὕτως καὶ τὸ ῥυπαρὸν τῆς νεότητος φίλτρον οὐ φίλτρον, ἀλλὰ νόσος ἐστὶ τῷ διακαεῖ τε καὶ ἰώδει τῆς ἡλικίας δήγματι ἐγγινομένη. οὐ πᾶσα τοίνυν φιλία τὸ εὔκαιρον ἔχει, ἀλλ᾽ ἡ περὶ τὸ μόνον ἀγαπητὸν γινομένη. ἀλλ᾽ οὐκ ἔστι σαφῆ τὴν περὶ τούτων γνῶσιν λαβεῖν μὴ οὑτωσὶ διελόμενον ἐν τῇ θεωρίᾳ τὸν λόγον· τῶν ἀγαθῶν ὅσα παρὰ τῶν ἀνθρώπων σπουδάζεται τὰ μὲν ὄντως τοιαῦτά ἐστιν, οἷα καὶ ὀνομάζεται, τὰ δὲ ψευδώνυμον τὴν ἐπωνυμίαν ἔχει. ὅσα γὰρ οὐχὶ πρόσκαιρον δίδωσι τὴν ἀπόλαυσιν οὐδέ τινι δοκοῦντα καλὰ ἑτέροις ἄχρηστα γίνεται, ἀλλὰ πάντοτε καὶ διὰ πάντων καὶ ἐν πᾶσίν ἐστιν ἀγαθά, οἷς ἂν ἐγγένηται, ταῦτα ὡς ἀληθῶς ἐστιν ἀγαθά, ἀεὶ ὡσαύτως ἔχοντα καὶ τὴν τοῦ χείρονος ἐπιμιξίαν οὐ προσδεχόμενα· ἅπερ τοῖς ἀκριβῶς ἐξετάζουσι περὶ μόνην τὴν θείαν τε καὶ ἀΐδιον θεωρεῖται φύσιν. τὰ δὲ ἄλλα πάντα, ὅσα τῇ αἰσθήσει καλά ἐστι, διὰ τῆς κατὰ τὴν οἴησιν ἀπάτης καλὰ φαινόμενα οὔτε ἔστι τῇ φύσει οὔτε ὑφέστηκεν, ἀλλὰ τῆς ῥοώδους καὶ παροδικῆς ὄντα φύσεως δι᾽ ἀπάτης τινὸς καὶ ματαίας προλήψεως ὡς κατ᾽ ἀλήθειαν ὄντα τοῖς ἀπαιδεύτοις νομίζεται.

οἱ οὖν τῶν ἀστάτων περιεχόμενοι τῶν ἀεὶ ἑστώτων οὐκ ἐπορέγονται. ἔοικε τοίνυν οἷον ἐπί τινος ὑψηλῆς σκοπιᾶς ἑστὼς ὁ ἐκκλησιαστὴς ἐμβοᾶν τῇ ἀνθρωπίνῃ φύσει, δι᾽ ὧν λέγει· Καιρὸς τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, ὅτι ἄλλα ἐστὶ τὰ ὄντως ἀγαθά, ἃ καὶ αὐτά ἐστι καλὰ καὶ τοὺς μετέχοντας τοιούτους ποιεῖ. οἷον γὰρ ἂν ᾖ τῇ φύσει τὸ μετεχόμενον, πρὸς τοῦτο ἀνάγκη καὶ τὸ μετέχον συμμετατίθεσθαι. οἷον εὔπνουν γίνεται τὸ στόμα τοῦ λαβόντος τι τῶν εὐπνοούντων ἀρωμάτων διὰ τοῦ στόματος καὶ δυσῶδες πάλιν τοῦ σκορόδων ἐντραγόντος ἤ τινος ἄλλου τῶν δυσωδεστέρων. οὐκοῦν ἐπειδὴ δυσώδης μὲν πᾶς ῥύπος τῆς ἁμαρτίας, ἐκ δὲ τοῦ ἐναντίου ἡ ἀρετὴ Χριστοῦ ἐστιν εὐωδία, ἡ δὲ ἀγαπητικὴ σχέσις τὴν πρὸς τὸ ἀγαπώμενον ἀνάκρασιν φυσικῶς κατεργάζεται· ὅπερ ἂν οὖν διὰ τῆς φιλίας ἑλώμεθα, ἐκεῖνο γινόμεθα, ἢ εὐωδία Χριστοῦ ἢ δυσωδία. ὁ γὰρ τὸ καλὸν ἀγαπήσας καλὸς καὶ αὐτὸς ἔσται, τῆς ἀγαθότητος τοῦ ἐν αὐτῷ γενομένου πρὸς ἑαυτὴν τὸν δεξάμενον μεταποιούσης. διὰ τοῦτο ἐδώδιμον ἡμῖν ἑαυτὸν προτίθησιν ὁ ἀεὶ ὤν, ἵνα ἀναλαβόντες αὐτὸν ἐν ἑαυτοῖς ἐκεῖνο γενώμεθα, ὅπερ ἐκεῖνός ἐστι· φησὶ γάρ, ὅτι Ἡ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις. ὁ οὖν ταύτην ἀγαπῶν τὴν σάρκα οὐκ ἔσται φιλόσαρκος, καὶ ὁ πρὸς τοῦτο τὸ αἷμα διατεθεὶς τοῦ αἰσθητοῦ αἵματος καθαρεύσει.

ἡ γὰρ τοῦ λόγου σὰρξ καὶ τὸ τῇ σαρκὶ ταύτῃ ἐγκείμενον αἷμα οὐ μίαν τινὰ χάριν ἔχει, ἀλλ᾽ ἡδύ τε γίνεται τοῖς γευομένοις καὶ ὀρεκτὸν τοῖς ἐπιθυμοῦσι καὶ τοῖς ἀγαπῶσιν ἐράσμιον. εἰ δέ τις τρέψειε πρὸς τὰ μὴ ὑφεστῶτα τὸ φίλτρον, οἷα τῇ φύσει ταῦτά ἐστιν ἀνάγκη πᾶσα τοιοῦτον γενέσθαι καὶ τὸν ἐν ἐκείνοις γενόμενον. ἐπεὶ οὖν ἐν τοῖς οὖσι τὸ μέν τι ἀληθές ἐστι, τὸ δὲ μάταιον, γνῶναι προσήκει τὸ μάταιον, ἵνα διὰ τῆς ἀντιπαραθέσεως τὴν τῶν ἀληθῶς ὄντων φύσιν νοήσωμεν. οὕτω γὰρ ποιοῦσι πάντες οἱ ἅγιοι οἱ τοὺς ἀποσφαλέντας τῆς εὐθείας ὁδοῦ καὶ διὰ τῆς πεπλανημένης ὁδοιποροῦντας πρὸς τὴν ὁδόν, ἀφ᾽ ἧς ἐξετράπησαν, ἐπανάγοντες, ἐμβοῶντες πόρρωθεν, ὅτι φύγε τὴν ὁδόν, ἐν ᾗ πορεύῃ· λῃσταὶ γὰρ κατ᾽ αὐτὴν καὶ λωποδύται καὶ φονέων ἐνέδραι, ἵνα μαθὼν ὁ ὁδίτης τὸν κίνδυνον ἐκτραπῇ τῆς ὀλεθρίας ὁδοῦ· ἡ δὲ ἀναχώρησις ἐκείνης ὁδηγία τῆς σῳζούσης γίνεται. οὕτως καὶ ὁ μέγας ἐκκλησιαστὴς ἄνωθεν ἐμβοᾷ τῇ ἀνθρωπίνῃ φύσει τῇ ἐν ἀβάτῳ πλανωμένῃ καὶ οὐχ ὁδῷ, καθώς φησιν ὁ προφήτης, ταῦτα ἄντικρυς, δι᾽ ὧν φθέγγεται, λέγων· τί πλανᾶσθε διὰ τοῦ βίου, ὦ ἄνθρωποι; τί ἀγαπᾶτε τὰ μάταια καὶ φιλεῖτε τὰ ἀνυπόστατα καὶ προστετήκατε τῇ διαθέσει τούτοις, ὧν οὐκ ἔστιν ὑπόστασις; ἄλλη ἐστὶν ὁδὸς ἀπλανής τε καὶ σωτήριος.

ἐκείνην φιλήσατε, ἐν ἐκείνῃ διὰ τῆς ἀγάπης ὁδοιπορήσατε, ἧς τὸ ὄνομα ἀλήθειά ἐστι καὶ ζωὴ καὶ φῶς καὶ ἀφθαρσία καὶ τὰ τοιαῦτα. αὕτη δὲ ἡ ὁδός, δι᾽ ἧς νῦν τρέχετε, μίσους καὶ ἀποστροφῆς ἀξία· ἀφεγγὴς γάρ ἐστι καὶ σκότῳ διειλημμένη, εἰς κρημνοὺς δὲ ἄγει καὶ βάραθρα καὶ θηριώδεις τόπους καὶ λῃστῶν ἐνέδρας. ὁ τοίνυν εἰπὼν ὅτι Καιρὸς τοῦ φιλῆσαι τὸ φιλητὸν ὡς ἀληθῶς καὶ ἀγαπητὸν ἐνεδείξατο, καὶ ὁ τῷ μίσει τὸν καιρὸν προσγράψας ὧν χρὴ τὴν ἀποστροφὴν ἔχειν ἐδίδαξεν. οὐκοῦν μαθόντες τὸ ἀγαπητὸν τῇ φύσει τούτου διὰ τῆς ἀγάπης περιεχώμεθα, μηδαμοῦ παρατραπέντες ὑπὸ τῆς περὶ τὸ καλὸν ἀκρισίας, ἐν τούτοις τὸ φίλτρον δαπανήσαντες, ἐν οἷς ἀπαγορεύει καὶ ὁ μέγας Δαβὶδ λέγων· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; ἓν γὰρ μόνον ἀγαπητὸν τῇ φύσει τὸ ἀληθῶς ὄν, περὶ οὗ φησι καὶ ἡ δεκάλογος νομοθεσία, ὅτι Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ ἓν πάλιν μισητὸν τῇ ἀληθείᾳ ὁ τῆς κακίας εὑρετής, ὁ τῆς ζωῆς ἡμῶν πολέμιος, περὶ οὗ φησιν ὁ νόμος, ὅτι Μισήσεις τὸν ἐχθρόν σου. ἡ γὰρ τοῦ θεοῦ ἀγάπη ἰσχὺς τοῦ ἀγαπῶντος γίνεται, ἡ δὲ πρὸς τὴν κακίαν διάθεσις ὄλεθρον φέρει τῷ τὸ κακὸν ἀγαπῶντι.

οὕτω γάρ φησιν ἡ προφητεία· Ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου· κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου, περὶ δὲ τοῦ ἐναντίου φησίν· Ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν, ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδα. καιρὸς οὖν τοῦ πρὸς τὸν θεὸν φίλτρου ἡ ζωὴ πᾶσα καὶ τῆς τοῦ ἀντικειμένου ἀλλοτριώσεως ὁ βίος ὅλος. ὁ δὲ μικρόν τι τῆς ἑαυτοῦ ζωῆς ἔξω τοῦ φιλεῖν τὸν θεὸν γενόμενος ἔξω γίνεται πάντως, οὗ τῆς ἀγάπης κεχώρισται. τὸν δὲ ἔξω τοῦ θεοῦ γενόμενον ἔξω εἶναι τοῦ φωτὸς ἀνάγκη, διότι φῶς ὁ θεός, ἔξω δὲ καὶ τῆς ζωῆς καὶ τῆς ἀφθαρσίας καὶ παντὸς τοῦ πρὸς τὸ κρεῖττον θεωρουμένου νοήματός τε καὶ πράγματος· ἅπερ πάντα ὁ θεός ἐστιν. ὁ γὰρ ἐν τούτοις μὴ ὢν ἐν τοῖς ἐναντίοις πάντως ἐστίν. οὐκοῦν ἐκδέχεται τὸν τοιοῦτον σκότος καὶ διαφθορὰ καὶ πανωλεθρία καὶ θάνατος.

Ταῦτα ἐν βραχείᾳ φωνῇ ὁ τοῦ ἐκκλησιαστοῦ λόγος διελὼν ἐπιδείκνυσι, τῇ εὐκαίρῳ φιλίᾳ καὶ τῷ κατὰ καιρὸν ἐνεργουμένῳ μίσει τὴν ἑκατέρου τῶν κατὰ τὸ ἐναντίον νοουμένων φύσιν ἀποκαλύψας. Καιρός, φησίν, τοῦ φιλῆσαι, σὺ τὸ ἀγαθὸν πρόσθες, πάλιν Καιρὸς τοῦ μισῆσαι λέγει, σὺ πρὸς τὸ κακὸν οἴου βλέπειν τὸν λόγον. ἡ γὰρ ὑπηλλαγμένη τε καὶ πεπλανημένη πρὸς ἑκάτερον τούτων τῆς ψυχῆς ἡμῶν διάθεσις ῥίζα καὶ ἀρχὴ τῆς ἁμαρτίας ἐστίν. Οὐδεὶς δύναται, φησίν, δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει. ἔδειξεν ἡ ἀντιδιαστολή, τίς ὁ κακῶς κυριεύων, οὗ χρὴ διὰ τοῦ μίσους ἀλλοτριοῦσθαι, καὶ τίς ὁ ἐπ᾽ ἀγαθῷ τοῦ ἀρχομένου κρατῶν, ᾧ προσήκει δι᾽ ἀγάπης συνάπτεσθαι. εἰ δέ τις τοῦ μισητοῦ μὲν ἀντέχοιτο, τοῦ δὲ ἀγαπητοῦ καταφρονοίη, οὗτός ἐστιν ὁ ὑπαλλάσσων τῆς φιλίας καὶ τοῦ μίσους τὴν εὐκαιρίαν τῷ ἰδίῳ κακῷ. ὁ γὰρ καταφρονῶν πράγματος καταφρονηθήσεται ὑπ᾽ αὐτοῦ, ὁ δὲ ἀντεχόμενος τῆς ἀπωλείας περιποιήσεται τοῦτο ἑαυτῷ, οὗ ἀντέσχετο. διαστείλας τοίνυν τῷ λόγῳ τὰ κατ᾽ ἀρετήν τε καὶ κακίαν νοούμενα ἐπιγνώσῃ τὴν εὐκαιρίαν τοῦ πῶς χρὴ πρὸς ἑκάτερον τούτων ἔχειν. ἐγκράτεια καὶ ἡδονή, σωφροσύνη καὶ ἀκολασία, μετριότης καὶ τῦφος, εὔνοια καὶ κακόνοια καὶ πάντα τὰ ἐξ ἐναντίου νοούμενα φανερῶς ὑπὸ τοῦ ἐκκλησιαστοῦ σοι ὑποδείκνυται, ὅπως τῇ ψυχῇ περὶ ταῦτα διατεθειμένος λυσιτελῶς βουλεύσῃ.

καιρὸς οὖν τοῦ φιλῆσαι τὴν ἐγκράτειαν καὶ τοῦ μισῆσαι τὴν ἡδονήν, ἵνα μὴ γένῃ φιλήδονος μᾶλλον ἢ φιλόθεος, καὶ τὰ ἄλλα πάντα ὡσαύτως, τὸ φιλόνεικον, τὸ φιλοκερδές, τὸ φιλόδοξον καὶ πάντα, ἃ τῇ ἐπὶ τὰ μὴ δέοντα τῆς φιλίας χρήσει τῆς πρὸς τὸ ἀγαθὸν σχέσεως ἀφορίζει. οἷον ἐκ παρόδου δόγμα ἐμάθομεν, ὅτι πᾶσα τῆς ψυχῆς κίνησις ἐπ᾽ ἀγαθῷ παρὰ τοῦ δημιουργήσαντος τὴν φύσιν ἡμῶν κατεσκευάσθη, ἀλλ᾽ ἡ διημαρτημένη τῶν τοιούτων κινημάτων χρῆσις τὰς εἰς κακίαν ἐγέννησεν ἀφορμάς· καλὸν γάρ τι οὖσα ἡ αὐτεξούσιος δύναμις ἡμῶν, ὅταν πρὸς τὸ κακὸν ἐνεργῇ, κακῶν ἔσχατον γίνεται. καὶ τὸ ἔμπαλιν ὄργανον ἀρετῆς ἐστιν ἡ ἀπωστικὴ τῶν ἀηδῶν δύναμις, ᾗ ὄνομα τὸ μῖσός ἐστιν, ὅταν κατὰ τοῦ ἐναντίου ὁπλίζηται, ἀλλὰ ἁμαρτίας γίνεται ὅπλον, ὅταν πρὸς τὸ ἀγαθὸν ἀντιστατικῶς ἔχῃ. οὐκοῦν πᾶν κτίσμα θεοῦ τῶν ἐν ἡμῖν κατεσκευασμένων καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον, ἡ δὲ ἀχάριστος τούτων χρῆσις πάθος τὸ κτίσμα ἐποίησε, δι᾽ οὗ ἐκβαίνει μὲν ἡ πρὸς τὸν θεὸν οἰκειότης, ἀντεισελθόντα δὲ τὰ ἐναντία εἰς τὸν τοῦ θεοῦ τόπον ἀντικαθίσταται, ὥστε τοῖς τοιούτοις θεοποιεῖσθαι τὰ πάθη. οὕτω τοῖς λαιμαργοῦσι γίνεται θεὸς ἡ κοιλία. οὕτως εἰδωλοποιοῦσιν ἑαυτοῖς οἱ πλεονέκται τὴν νόσον. οὕτως οἱ δι᾽ ἀπάτης σκοτισθέντες ἐν τῷ αἰῶνι τούτῳ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς θεὸν ἑαυτοῖς τὴν κενοδοξίαν ἐποίησαν.

καὶ συνελόντι φράσαι ᾧπερ ἄν τις τὸν ἑαυτοῦ λογισμὸν ὑποζεύξας δοῦλον ποιήσῃ καὶ ὑποχείριον, τοῦτο ἐν τῷ ἰδίῳ πάθει ἐθεοποίησεν, οὐκ ἂν τοῦτο παθών, εἰ μὴ διὰ τῆς ἀγάπης τὸ κακὸν ᾠκειώσατο. εἰ οὖν ἐνοήσαμεν τῆς τε φιλίας καὶ τοῦ μίσους τὴν εὐκαιρίαν, τὸ μὲν ἀγαπήσωμεν τὸ δὲ πολεμήσωμεν.

Καιρὸς γάρ, φησί, πολέμου καὶ καιρὸς εἰρήνης. ὁρᾷς τῶν ἀντικειμένων παθῶν τὴν παράταξιν, τὸν νόμον τῆς σαρκὸς τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός σου καὶ αἰχμαλωτίζοντα τῷ νόμῳ τῆς ἁμαρτίας. πρόσχες τῇ ποικίλῃ τῆς μάχης διασκευῇ, πῶς μυριότροπός ἐστι κατὰ τῆς σῆς πόλεως τοῦ ἀντικειμένου ἡ στρατηγία. κατασκόπους πέμπει, προδότας ὑποποιεῖται, ταῖς ὁδοῖς ἐφεδρεύει, λόχους καὶ ἐνέδρας συνίστησι, συμμάχους προσεταιρίζεται, μηχανήματα κατασκευάζει, σφενδονήτας καὶ τοξότας καὶ τοὺς συστάδην συμπλεκομένους καὶ τὴν ἱππικὴν δύναμιν καὶ πάντα τὰ τοιαῦτα κατά σου ἐξαρτύεται. πάντως δὲ οὐκ ἀγνοεῖς τὴν τῶν εἰρημένων διάνοιαν, τίς ὁ προδότης, τίς ὁ κατάσκοπος, τίνες οἱ ἐνεδρευταί, τίνες οἱ σφενδονῆται καὶ ἀκοντισταὶ καὶ τοξόται καὶ τίνες οἱ ἀγχέμαχοι καὶ ἡ τῶν ἱππέων ἴλη καὶ ποῖα τὰ μηχανήματα, δι᾽ ὧν τὸ τῆς ψυχῆς κατασείεται τεῖχος. πρὸς ἃ πάντα οὖν βλέποντας χρὴ καὶ αὐτοὺς καθοπλίζεσθαι καὶ τοὺς συμμάχους παρακαλεῖν καὶ φυλοκρινεῖν ἐν τοῖς ὑποχειρίοις, μή τις τὰ τῶν πολεμίων φρονῇ, προβλέπειν τε τὰς παροδίους ἐνέδρας καὶ θυρεοῖς τὰς βολὰς ἀσφαλίζεσθαι πρός τε τοὺς συστάδην ἡμῖν συμπλεκομένους ἀντέχειν καὶ ἀποταφρεύειν τοῖς καθ᾽ ἡμῶν ἱππόταις τὴν πάροδον, ἐρύμασι δέ τισι καὶ προβολαῖς τὰ τείχη κατασφαλίζεσθαι, ὡς ἂν μὴ κατασεισθείη τοῖς μηχανήμασι.

πάντως δὲ οὐδενὶ λόγῳ τὰ καθ᾽ ἕκαστον ἑρμηνεύειν δεόμεθα, πῶς ὁ ἐχθρὸς τῆς ἑκάστου ἡμῶν πόλεως τῆς ἐν τῇ ψυχῇ παρὰ τοῦ θεοῦ συνῳκισμένης διὰ κατασκόπων ἀποπειρᾶται ἡμῶν τῆς δυνάμεως καί τίνας ἔχει τοὺς ἐξ ἡμῶν αὐτῶν προδότας γινομένους τῆς ἡμετέρας δυνάμεως. ὡς δ᾽ ἂν φανερώτερον τὸ νόημα ἐκκαλυφθείη, τοιοῦτόν ἐστιν ἡ πρώτη τοῦ πειρασμοῦ προσβολὴ, ὅθεν τὰ πάθη τὴν ἀρχὴν λαμβάνει, τοῦτο τῆς ἡμετέρας δυνάμεως κατάσκοπος γίνεται, οἷον ἐνέπεσε τῷ ὀφθαλμῷ θέαμα τὴν ἐπιθυμίαν ἀνακινῆσαι δυνάμενον. διὰ οὖν τούτου κατασκοπεῖ τὴν ἔν σοι δύναμιν ὁ πολέμιος, εἴτε ἰσχυρός τις καὶ ἐμπαράσκευος εἶ εἴτε ἄτονος καὶ εὐάλωτος. εἰ γὰρ οὐκ ὤκλασας τῷ θεάματι οὐδέ σοι πρὸς τὸ φανὲν διελύθη τῆς διανοίας ὁ τόνος, ἀλλ᾽ ἀπαθῶς παρεπέμψω τὴν συντυχίαν, εὐθὺς ἐπτόησας τὸν κατάσκοπον οἷον ὁπλιτῶν τινα φάλαγγα τοῖς δόρασι φρίσσουσαν, τὴν τῶν λογισμῶν λέγω παρασκευήν, τῷ κατασκόπῳ δείξας. εἰ δὲ μαλαχθείη δι᾽ ἡδονῆς πρὸς τὴν θέαν ἡ αἴσθησις καὶ τὸ τοῦ χαρακτῆρος εἴδωλον ἐντὸς τῆς διανοίας διὰ τῶν ὀφθαλμῶν εἰσδύη, τότε καταπολεμεῖται μὲν ὁ στρατηγὸς τῶν ἔνδον ὁ νοῦς, ὡς οὐδὲν ἀνδρῶδες ἢ νεανικὸν ἔχων, ἀλλὰ βλακώδης τις καὶ ἔκλυτος ὤν, καὶ πλῆθος προδοτῶν ἐκ τοῦ δήμου τῶν λογισμῶν περὶ τὸν κατάσκοπον συγκροτεῖται.

οὗτοι δέ εἰσιν οἱ προδόται, περὶ ὧν φησιν ὁ κύριος, ὅτι Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ οἱ ἐκ τῆς καρδίας ἐκπορευόμενοι καὶ κοινοῦντες τὸν ἄνθρωπον, ὧν τὰ ὀνόματα σαφῶς ἔστιν ἐκ τοῦ εὐαγγελίου μαθεῖν. τὸ δὲ ἀπὸ τούτου οὐκέτι ἄν σοι γένοιτο δυσχερὲς δι᾽ ἀκολούθου τὰ καθ᾽ ἕκαστον τῆς πολεμικῆς ἐκείνης διασκευῆς κατανοῆσαι· τοὺς ἐκ τοῦ ἀφανοῦς προλοχίζοντας, οἷς περιπίπτουσιν οἱ ἀπροόπτως κατὰ τὴν τοῦ βίου ὁδὸν πορευόμενοι· οἱ γὰρ ἐν σχήματι φιλίας καὶ εὐνοίας πρὸς τὸν τῆς ἁμαρτίας ὄλεθρον καθέλκοντες τὸν πειθόμενον οὗτοί εἰσιν οἱ κατὰ τὰς ὁδοὺς ἐνεδρεύοντες, οἱ τῆς ἡδονῆς ἐπαινέται, οἱ πρὸς τὰ θέατρα χειραγωγοῦντες, οἱ τοῦ κακοῦ τὴν εὐκολίαν ὑποδεικνύοντες, καὶ δι᾽ ὧν ποιοῦσι πρὸς τὴν τῶν ὁμοίων μίμησιν ἐκκαλούμενοι, ἀδελφοὺς ἑαυτοὺς καὶ φίλους ἐπ᾽ ὀλέθρῳ τῶν ἀπολλυμένων κατονομάζοντες. περὶ ὧν γέγραπται, ὅτι Πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δόλῳ πορεύσεται. εἰ δὴ νενοήκαμεν τὰς ἐνέδρας, σαφὲς ἂν εἴη καὶ τὸ τῶν σφενδονητῶν τε καὶ τοξοτῶν καὶ ἀκοντιστῶν στῖφος. οἱ γὰρ ὑβρισταί τε καὶ θυμώδεις καὶ λοίδοροι τῷ προκατάρχειν τῶν ὕβρεων ἀντὶ βελῶν ἢ λίθων τοὺς παροξυντικοὺς λόγους ἀποτοξεύοντες καὶ σφενδονῶντες, καὶ ἀκοντίζοντες μέσην τιτρώσκουσι τὴν καρδίαν τῶν ἀθωρακίστως καὶ ἀφυλάκτως διοδευόντων.

τὸ δὲ τοῦ τύφου καὶ τῆς ὑπερηφανίας πάθος εἰς τὸ γαυρίαμα τῶν ἵππων μετενεγκών τις οὐκ ἂν ἁμάρτοι. ἵπποι γάρ εἰσί τινες ἀτεχνῶς ὑψαύχενές τε καὶ ὑψικάρηνοι ... τοῖς ὑπερόγκοις τοῦ τύφου ῥήμασιν οἷόν τισιν ὁπλαῖς κοίλαις τοὺς μετρίους κατακροαίνοντες· περὶ ὧν φησιν ἡ γραφή, ὅτι Μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας. τὰ δὲ μηχανήματα, δι᾽ ὧν λύεται ἡ ἁρμονία τοῦ τείχους, καλῶς ἄν τις τὴν φιλοχρηματίαν κατονομάσειεν. οὐδὲν γὰρ οὕτως ἐστὶ βαρὺ καὶ δυσάντητον ἐν τῇ τῶν πολεμίων παρασκευῇ ὡς τὸ τῆς φιλαργυρίας μηχάνημα. κἂν ὅτι μάλιστα τὰς ἄλλας ἀρετὰς διὰ τῆς ἐναρμονίου συνθέσεως ταῖς ψυχαῖς περιοικοδομήσωσιν, οὐδὲν ἧττον καὶ διὰ τῶν τοιούτων πολλάκις εἰσδύεται τὸ μηχάνημα. ἔστι γὰρ ἰδεῖν καὶ διὰ σωφροσύνης τὴν φιλοχρηματίαν εἰσπίπτουσαν καὶ πίστεως καὶ μυστηρίων ἀκριβείας ἐγκρατείας τε καὶ ταπεινοφροσύνης καὶ τῶν τοιούτων πάντων ἐντὸς γινομένην τὴν βαρεῖαν ταύτην καὶ ἄμαχον τοῦ κακοῦ προσβολήν, ὅθεν τινὲς ἐγκρατεῖς τε καὶ σώφρονες καὶ περὶ τὴν πίστιν διάπυροι καὶ κατεσταλμένοι τὸν τρόπον καὶ διὰ τῶν ἠθῶν μετριάζοντες πρὸς ταύτην μόνην ἀντισχεῖν τὴν νόσον ἀδυνατοῦσιν.

Εἰ οὖν νενόηται ἡμῖν τῶν πολεμίων τὸ στῖφος, καιρὸς ἂν εἴη τοῦ πολεμεῖν. οὐκ ἂν δέ τις θαρσήσειε τὴν τῶν ἐναντίων παράταξιν μὴ τῇ πανοπλίᾳ τοῦ ἀποστόλου φραξάμενος. πάντως δὲ οὐδεὶς ἀγνοεῖ τὸν τρόπον τῆς θείας ἐκείνης ὁπλίσεως, δι᾽ ἧς ἄτρωτον ποιεῖ τοῖς ἐναντίοις βέλεσι τὸν πρὸς τὴν φάλαγγα τῶν πολεμίων ἱστάμενον. διελὼν γὰρ εἰς εἴδη τὰς ἀρετὰς ὁ ἀπόστολος ἴδιον ὅπλον ἑκάστου τῶν ἐν ἡμῖν καιρίων ἕκαστον ἀρετῆς εἶδος πεποίηται. τῇ πίστει γὰρ τὴν δικαιοσύνην ἐμπλέξας καὶ συνυφήνας διὰ τούτων κατασκευάζει τῷ ὁπλίτῃ τὸν θώρακα, καλῶς καὶ ἀσφαλῶς δι᾽ ἀμφοτέρων θωρακίζων τὸν στρατιώτην. οὐ γὰρ ἔστιν ἕτερον τοῦ ἑτέρου διεζευγμένον ἀσφαλὲς ὅπλον ἐφ᾽ ἑαυτοῦ τῷ μεταχειριζομένῳ γενέσθαι. οὔτε γὰρ ἡ πίστις χωρὶς τῶν ἔργων τῆς δικαιοσύνης ἱκανὴ περισώσασθαι, οὐδ᾽ αὖ πάλιν ἡ τοῦ βίου δικαιοσύνη ἀσφαλὴς εἰς σωτηρίαν ἐστὶ καθ᾽ ἑαυτὴν διεζευγμένη τῆς πίστεως. διὰ τοῦτο καθάπερ ὕλας τινὰς τῷ ὅπλῳ τούτῳ τὴν πίστιν τε καὶ τὴν δικαιοσύνην συμπλέξας τὸ περικάρδιον μέρος τοῦ ὁπλίτου κατασφαλίζεται· ἐν γὰρ τῷ θώρακι ἡ καρδία νοεῖται. τὴν δὲ κεφαλὴν τοῦ ἀριστέως τῇ ἐλπίδι κατασφαλίζεται, σημαίνων, ὅτι προσήκει τοῦ καλοῦ στρατιώτου τὴν ἐλπίδα τῶν ὑψηλῶν οἷόν τινα λοφιὰν εἰς τὸ ἄνω νεύειν. ὁ δὲ θυρεός, τὸ σκεπαστήριον ὅπλον, ἡ ἀρραγὴς πίστις ἐστίν, ἧς ἡ τῶν ἀκίδων ἀκμὴ διαδυῆναι οὐ δύναται.

ἀκίδας δὲ πάντως τὰς παρὰ τῶν πολεμίων ἐκτοξευομένας τὰς ποικίλας προσβολὰς τῶν παθημάτων νοήσωμεν. τὸ δὲ ἀμυντήριον ὅπλον, ὃ τὴν δεξιὰν ὁπλίζει τοῦ κατὰ τῶν ἐχθρῶν ἀριστεύοντος, τὸ ἅγιον πνεῦμά ἐστι, φοβερὸν μὲν τῷ ὑπεναντίῳ, τῷ δὲ μεταχειριζομένῳ σωτήριον. πᾶσα δὲ ἡ εὐαγγελικὴ διδασκαλία τοῖς ποσὶ ποιεῖ τὴν ἀσφάλειαν, ὡς μηδὲν τοῦ σώματος εὑρεθῆναι γυμνὸν καὶ πρὸς πληγὴν ἐπιτήδειον.

Εἰ οὖν μεμαθήκαμεν, οἷς τε πολεμεῖν χρὴ καὶ ὅπως τῆς μάχης ἀντιλαμβάνεσθαι, μαθεῖν προσήκει καὶ τὸ ἕτερον μέρος, οἷς ἔνσπονδον εἶναι καὶ εἰρηνικὸν ὁ λόγος διαμαρτύρεται. τίς οὖν ὁ ἀγαθὸς στρατός, ᾧ διὰ τῆς εἰρήνης ἐμαυτὸν οἰκειώσω; τίς δὲ ὁ τοῦ τοιούτου στρατοῦ βασιλεύς; ἦ δῆλόν ἐστιν, ἀφ᾽ ὧν παρὰ τῆς θεοπνεύστου γραφῆς ἀκηκόαμεν, ὅτι στρατιᾶς οὐρανίου ἡ παράταξις τῶν ἀγγέλων ἐστίν.

Ἐγένετο γάρ, φησί, πλῆθος οὐρανίου στρατιᾶς αἰνούντων τὸν θεόν. καὶ ὁ Δανιὴλ μυρίας μυριάδας παρεστώτων ὁρᾷ καὶ χιλιάδων χιλιάδας ἐν τοῖς λειτουργοῦσι βλέπει. καὶ οἱ προφῆται τὸ τοιοῦτον μαρτύρονται, κύριον στρατιῶν καὶ κύριον δυνάμεων τὸν τοῦ παντὸς ὀνομάζοντες κύριον. καὶ πρὸς τὸν τοῦ Ναυῆ Ἰησοῦν ὁ δυνατὸς ἐν πολέμῳ Ἐγώ, φησίν, ὁ ἀρχιστράτηγός εἰμι τῆς δυνάμεως. εἰ δὴ νενοήκαμεν, τίς ἐστιν ἡ ἀγαθὴ συμμαχία καὶ τίς ὁ τῶν συμμάχων τούτων ἡγούμενος, σπονδὰς πρὸς αὐτὸν ποιησώμεθα, προσδράμωμεν αὐτοῦ τῇ δυναστείᾳ, φίλοι γενώμεθα τοῦ τοσαύτην δύναμιν κεκτημένου. τίς δὲ ὁ τρόπος τῆς πρὸς αὐτὸν οἰκειώσεως διδάσκει ὁ τῆς φιλίας ταύτης συναγωγεὺς, ὁ μέγας ἀπόστολος, ἐν οἷς φησι· Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεόν, καὶ πάλιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ. ἕως γὰρ ἦμεν Τέκνα φύσει ὀργῆς ἐν τῷ ποιεῖν τὰ μὴ καθήκοντα, τοῖς ἀνθεστηκόσι τῇ δεξιᾷ τοῦ ὑψίστου συνετετάγμεθα· ἀποθέμενοι δὲ τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας ἐν τῷ ὁσίως καὶ δικαίως καὶ εὐσεβῶς ζῆν διὰ τῆς εἰρήνης ταύτης τῇ ἀληθινῇ εἰρήνῃ συναφθησόμεθα. οὕτως γὰρ περὶ αὐτοῦ φησι ὁ ἀπόστολος, ὅτι Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν. οὗτος ὁ λόγος πάντων τῶν κατὰ καιρὸν γινομένων τὸ πέρας ἐστὶ καὶ τὸ κεφάλαιον.

πάντα γὰρ ἐν καιρῷ ποιεῖν ἐδιδάχθημεν, ἵνα τοῦτο ἑαυτοῖς κατορθώσωμεν τὸ εἰρήνην ἔχειν πρὸς τὸν θεὸν διὰ τοῦ πολεμίως διατεθῆναι πρὸς τὸν ἀντίπαλον. πάντως δὲ κἂν τὰς ἀρετάς τις εἴπῃ τὸν εἰρηναῖον στρατόν, πρὸς ἃς χρὴ φιλικῶς ἔχειν ἡμᾶς, οὐκ ἔξω τῆς ἀποδοθείσης διανοίας ἄξει τὸν λόγον, διότι πᾶν ἀρετῆς ὄνομά τε καὶ νόημα εἰς τὸν κύριον τῶν ἀρετῶν ἀναφέρεται.

Καὶ τί ἄν τις ἐν τοῖς τοιούτοις τὸν λόγον μηκύνοι, ἱκανῶν ὄντων καὶ τῶν εἰρημένων ἐκκαλύψαι τὴν τοῖς ῥητοῖς ἐγκειμένην διάνοιαν; ἀλλ᾽ ἐπειδὴ διὰ τούτων ἐπῆρέ πως τὴν ψυχὴν τοῦ προπαιδευθέντος ἐν τοῖς ὑψηλοῖς τούτοις μαθήμασι, πάλιν ἀνάγει πρὸς ὑψηλήν τινα κατάστασιν τὴν ψυχὴν τοῦ ἑπομένου τῷ λόγῳ καί φησι· Τίς περισσεία τοῦ ποιοῦντος, ἐν οἷς αὐτὸς μοχθεῖ; ὅπερ ἴσον ἐστὶ τῷ εἰπεῖν· τί ἐκ τῶν πόνων τῷ ἀνθρώπῳ πλέον, ἐξ ὧν οὐδέν ἐστι πλέον; γεωργεῖ, ναυτίλλεται, στρατιωτικοῖς ἐγκακοπαθεῖ πόνοις, ἐμπορεύεται, κτᾶται, ζημιοῦται, κερδαίνει, δικάζεται, μάχεται· ἡττηθεὶς ἀπῆλθε, τὴν νικῶσαν φέρεται ψῆφον· ταλανίζεται, μακαρίζεται· μένει ἐφέστιος, ἐν ἀλλοτρίοις πλανᾶται· πάντα ὅσα κατὰ τὸν βίον ὁρῶμεν ἐν ποικίλοις ἐπιτηδεύμασιν ἄλλα ἐν ἄλλοις, τί φέρει πλέον τῷ διὰ τῶν τοιούτων τὸν ἴδιον δαπανῶντι βίον ἡ περὶ ταῦτα σπουδή; οὐχ ὁμοῦ τε τοῦ ζῆν ἐπαύσατο καὶ λήθῃ συνεκαλύφθη τὰ πάντα· καὶ μονωθεὶς τῶν ἐσπουδασμένων γυμνὸς οἴχεται, ἐπαγόμενος μεθ᾽ ἑαυτοῦ τῶν τῇδε πραγμάτων οὐδὲν πλὴν τῆς ἐπὶ τοῖς πράγμασι συνειδήσεως μόνης; παρ᾽ ἧς τρόπον τινὰ αὕτη μετὰ τοῦτο γίνεται πρὸς τὸν ἄνθρωπον ἡ φωνὴ τὸν διὰ τῶν τοιούτων ἀσχολιῶν ἐμπλανηθέντα τῷ βίῳ, ὅτι· τίς περισσεία γέγονέ σοι τῶν πολλῶν ἐκείνων πόνων, ἐν οἷς ἐμόχθησας; ποῦ αἱ λαμπραὶ οἰκίαι; ποῦ τὰ κατορωρυγμένα βαλλάντια;

ποῦ αἱ χαλκαῖ εἰκόνες καὶ αἱ τῶν εὐφημούντων φωναί; ἰδοὺ πῦρ καὶ μάστιγες καὶ ἡ ἀδέκαστος κρίσις καὶ ἡ ἀπαραλόγιστος τῶν βεβιωμένων ἐξέτασις.

Τίς περισσεία τοῦ ποιοῦντος, ἐν οἷς αὐτὸς μοχθεῖ; καὶ μετὰ ταῦτα, Εἶδον, φησί, τὸν περισπασμόν, ὃν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. τὰ σύμπαντα, ἃ ἐποίησε καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ θεὸς ἀπ᾽ ἀρχῆς μέχρι τέλους. τί ταῦτα λέγει; ἐπέγνων, φησίν, ὅθεν περιεσπάσθη τῆς ζωῆς ἡ ἀνθρωπίνη φύσις, ἐκ τῶν θείων εὐεργεσιῶν τὰς ἀφορμὰς λαβοῦσα. ὁ μὲν γὰρ ἐπ᾽ ἀγαθῷ τὰ πάντα ἐποίησε καὶ λογισμὸν ἔδωκε τοῖς τῶν ὄντων μετέχουσι διακριτικὸν τοῦ βελτίονος, δι᾽ οὗ ἡ εὐκαιρία τῆς ἑκάστου χρήσεως ἐπιγνωσθεῖσα τὴν τοῦ καλοῦ αἴσθησιν τοῖς κεχρημένοις χαρίζεται. ἐπειδὴ δὲ ἀπεσφάλη τῆς ὀρθῆς περὶ τῶν ὄντων κρίσεως διὰ πονηρᾶς συμβουλῆς παρατραπεὶς τοῦ καθεστῶτος ὁ λογισμός, ἡ ὑπαλλαγὴ τοῦ καιροῦ τὸ ἀφ᾽ ἑκάστου χρήσιμον εἰς ἐναντίαν ἔτρεψε πεῖραν.

ὥσπερ εἴ τις ἐπὶ τραπέζης πᾶσαν προθεὶς παρασκευὴν εὐωχίας καὶ σκεύη τινὰ πρὸς τὴν τῆς τροφῆς συνεργίαν ἐπιτηδείως ἔχοντα συμπαραθείη, οἷα δὴ παρὰ τῶν τὰ τοιαῦτα φιλοτεχνούντων κατασκευάζεται, ἢ λεπτὰς μαχαίρας, δι᾽ ὧν οἱ δαιτυμόνες ἑαυτοῖς τι διαιροῦνται τῶν προτεθέντων, ἢ τὰς ἀργυρᾶς περόνας, αἷς ἡ συμπεφυκυῖα κατὰ τὸ ἕτερον μέρος κοιλότης πρὸς τὸ ἔτνος ἐπιτηδείως ἔχειν πεποίηται· ἔπειτά τις τῶν ἐπ᾽ εὐωχίᾳ συγκεκλημένων ὑπαλλάξας τῶν προκειμένων τὴν χρῆσιν ἑκάστῳ πρὸς τὰ μὴ δέοντα χρῷτο καὶ τῇ μαχαίρᾳ μὲν ἢ ἑαυτὸν ἤ τινα τῶν παρανακειμένων τέμοι, τῇ δὲ περόνῃ τὸν ὀφθαλμὸν ἢ τοῦ πέλας ἢ τὸν ἑαυτοῦ ἐκκεντήσειεν· εἴποι τις ἄν, ὅτι τῇ παρασκευῇ τοῦ ἑστιάτορος ὁ δεῖνα εἰς κακὸν ἀπεχρήσατο, οὐ τοῦ παρασκευάσαντος τὴν αἰτίαν τῶν ἐκβησομένων προετοιμάσαντος, ἀλλὰ τῆς κακῆς τῶν προτεθέντων χρήσεως εἰς τοῦτο τὸ πάθος προαγαγούσης τὸν ἀβούλως τοῖς προκειμένοις χρησάμενον· οὕτως, φησίν, ἔγνων καὶ ἐγώ, ὅτι παρὰ τοῦ θεοῦ μὲν γέγονεν ἕκαστον ἐπὶ παντὶ τῷ βελτίονι, εἴπερ ἐν καιρῷ κατὰ τὸ προσῆκον ἡ ἑκάστου γίνοιτο χρῆσις, ἡ δὲ παρατροπὴ τῆς ὀρθῆς περὶ τῶν ὄντων κρίσεως εἰς ἀφορμὴν κακῶν τὰ ἀγαθὰ περιήγαγεν. οἷον τί λέγω; τί γλυκύτερον τῆς τῶν ὀφθαλμῶν ἐνεργείας;

ἀλλ᾽ ὅταν ἡ ὄψις πάθους ὑπηρέτις γίνηται τοῖς τοιούτοις, τὸ ἐπ᾽ εὐεργεσίᾳ γενόμενον αἴτιον κακοῦ γεγενῆσθαι λέγεται· ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι κακῶς τῷ καλῷ τις χρησάμενος πάθος τὴν χρῆσιν ἐποίησεν. οὕτω καὶ τὰ ἄλλα πάντα, ὅσα παρὰ τοῦ θεοῦ ἔχει ἡ φύσις, ἐν τῇ προαιρέσει τῶν κεχρημένων κεῖται ἢ καλῶν ἢ κακῶν ὕλη γενέσθαι. διό φησι· Τὰ σύμπαντα, ἃ ἐποίησε καλὰ ἐν καιρῷ αὐτοῦ, καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν. ὁ δὲ αἰὼν διαστηματικόν τι νόημα ὢν πᾶσαν δι᾽ ἑαυτοῦ σημαίνει τὴν κτίσιν τὴν ἐν αὐτῷ γενομένην. οὐκοῦν ἐκ τοῦ περιέχοντος ἅπαν τὸ ἐμπεριεχόμενον δείκνυσιν ὁ λόγος. πάντα οὖν ὅσα ἐν τῷ αἰῶνι γέγονεν, ἔδωκε τῇ ἀνθρωπίνῃ καρδίᾳ ἐπ᾽ ἀγαθῷ ὁ θεός, ὥστε ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναθεωρεῖν δι᾽ αὐτῶν τὸν ποιήσαντα. οἱ δὲ δι᾽ ὧν εὐεργετήθησαν, διὰ τούτων ἐβλάβησαν τῷ μὴ κατὰ τὸ δέον ἑκάστῳ καὶ πρὸς τὸ λυσιτελοῦν ἀποχρήσασθαι. διὰ τοῦτό φησιν· Ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ θεός, ὅπερ σημαίνει, ὅτι διὰ τοῦτο ἐπεκράτησεν ἡ ἀπάτη τῆς ἀνθρωπίνης ψυχῆς, ὅπως μὴ ἐπιγνῷ τὸ ἀγαθὸν Ποίημα, ὃ ἐποίησεν ὁ θεὸς ἐπὶ τῷ τῆς ὠφελείας σκοπῷ, ἐν πᾶσι τοῖς γεγονόσιν ἀπ᾽ ἀρχῆς τῆς κτίσεως καὶ μέχρι τῆς τοῦ παντὸς συμπληρώσεως οὐδενὸς ἐν τοῖς οὖσιν ὄντος κακοῦ· οὐδὲ γὰρ ἔχει φύσιν ἐξ ἀγαθοῦ κακόν τι φῦναι.

εἰ δὲ ἀγαθὸς ὁ τῶν πάντων αἴτιος, ἀγαθὰ πάντως, ὅσα ἐκ τοῦ ἀγαθοῦ τὴν ὑπόστασιν ἔχει.

Εἶτα, Ἔγνων, φησίν, ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. ἀνακεφαλαιοῦται τῷ λόγῳ τὰ εἰρημένα. εἰ γὰρ ἡ ἐν καιρῷ τῶν θείων ποιημάτων χρῆσις τὸ καλὸν ὁρίζει τῇ ἀνθρωπίνῃ ζωῇ, ἓν ἂν εἴη καλὸν ἡ διηνεκὴς ἐπὶ τοῖς καλοῖς εὐφροσύνη, ἥτις ἐκ τῶν ἀγαθῶν ἔργων γεννᾶται. ἡ γὰρ τῶν ἐντολῶν ἐργασία νῦν μὲν διὰ τῆς ἐλπίδος εὐφραίνει τὸν τῶν καλῶν προϊστάμενον ἔργων, μετὰ ταῦτα δὲ ἡ ἀπόλαυσις τῶν ἀγαθῶν τὴν ἐλπίδα ἐκδεξαμένη ἀΐδιον τοῖς ἀξίοις τὴν εὐφροσύνην προτίθησιν, ὅτε φησὶν ὁ κύριος τοῖς τὸ ἀγαθὸν πεποιηκόσιν, ὅτι Δεῦτε οἱ εὐλογημένοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. καὶ ὅπερ ἐστὶν ἡ βρῶσις καὶ ἡ πόσις τῷ σώματι, δι᾽ ὧν συντηρεῖται ἡ φύσις, τοῦτό ἐστι τῇ ψυχῇ τὸ πρὸς τὸ ἀγαθὸν βλέπειν· καὶ τοῦτο ὡς ἀληθῶς δόμα ἐστὶ θεοῦ τὸ ἐνατενίζειν θεῷ. τοῦτο γάρ ἐστι τὸ νόημα, ὃ ἐν τοῖς ἐφεξῆς εἰρημένοις διερμηνεύεται. ἔχει δὲ ἡ λέξις οὕτως· Καί γε πᾶς ἄνθρωπος, ὃς φάγεται καὶ πίεται καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν.

ὡς γὰρ ὁ ἄνθρωπος, φησίν, ὁ σαρκώδης ἐν τῷ φαγεῖν καὶ πιεῖν τὴν ἰσχὺν ἔχει, οὕτως ὁ τὸ ἀγαθὸν βλέπων (ἀγαθὸν δὲ ἀληθινὸν ὁ μόνος ἀγαθὸς ἂν εἴη) δόμα θεοῦ ἔχει ἐν παντὶ μόχθῳ αὐτοῦ αὐτὸ τοῦτο τὸ πρὸς τὸ ἀγαθὸν ἀεὶ βλέπειν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.