Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν Ἐκκλησιαστήν

Γρηγόριος ὁ Νύσσης

Ομιλία Δ': Ο έλεγχος της πλεονεξίας, της δουλείας και της φιλαργυρίας

Θεολογική καταδίκη του θεσμού της δουλείας βάσει της ισοτιμίας της ανθρώπινης φύσης. Στηλίτευση της συσσώρευσης πλούτου, του τόκου και της παραχώρησης στα πάθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 8

ΟΜΙΛΙΑ Δʹ Ἔτι ἡμῖν ὁ τῆς ἐξομολογήσεως τόπος παρακατέχει τὸν λόγον. πάντα γὰρ σχεδὸν καθεξῆς διεξέρχεται ὁ τὰ ἑαυτοῦ διηγούμενος, δι᾽ ὧν τῶν κατὰ τὸν βίον τοῦτον πραγμάτων ἡ ματαιότης γνωρίζεται. νυνὶ δὲ καθάπερ μείζονός τινος κατηγορίας ἅπτεται τῶν αὐτῷ πεπραγμένων, ἐξ ὧν τὸ κατὰ τὴν ὑπερηφανίαν διαβάλλεται πάθος. τί γὰρ τοσοῦτον εἰς τῦφον ἐν τοῖς ἀπηριθμημένοις ἐστίν, οἶκος πολυτελὴς καὶ πλῆθος ἀμπέλων καὶ ἡ ἐν κήποις ὥρα καὶ τῶν ὑδάτων ἥ τε κατὰ τὰς κολυμβήθρας σύστασις καὶ ἡ ἐν παραδείσοις διάχυσις, ὅσον τὸ ἄνθρωπον ὄντα δεσπότην ἑαυτὸν τῶν ὁμοφύλων οἴεσθαι; Ἐκτησάμην γάρ, φησί, δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι. ὁρᾷς τὸν ὄγκον τῆς ἀλαζονείας; θεῷ ἄντικρυς ἡ τοιαύτη φωνὴ ἀντεπαίρεται. τὰ σύμπαντα γὰρ δοῦλα εἶναι τῆς πάντων ὑπερκειμένης ἐξουσίας παρὰ τῆς προφητείας ἠκούσαμεν. ὁ οὖν κτῆμα ἑαυτοῦ τὸ τοῦ θεοῦ κτῆμα ποιούμενος ἐπιμερίζων τε τῷ γένει τὴν δυναστείαν, ὡς ἀνδρῶν τε ἅμα καὶ γυναικῶν ἑαυτὸν κύριον οἴεσθαι, τί ἄλλο καὶ οὐχὶ διαβαίνει τῇ ὑπερηφανίᾳ τὴν φύσιν, ἄλλο τι ἑαυτὸν παρὰ τοὺς ἀρχομένους βλέπων;

Ἐκτησάμην δούλους καὶ παιδίσκας. τί λέγεις; δουλείᾳ καταδικάζεις τὸν ἄνθρωπον, οὗ ἐλευθέρα ἡ φύσις καὶ αὐτεξούσιος, καὶ ἀντινομοθετεῖς τῷ θεῷ, ἀνατρέπων αὐτοῦ τὸν ἐπὶ τῇ φύσει νόμον. τὸν γὰρ ἐπὶ τούτῳ γενόμενον, ἐφ᾽ ᾧτε κύριον εἶναι τῆς γῆς καὶ εἰς ἀρχὴν τεταγμένον παρὰ τοῦ πλάσαντος, τοῦτον ὑπάγεις τῷ τῆς δουλείας ζυγῷ, ὥσπερ ἀντιβαίνων τε καὶ μαχόμενος τῷ θείῳ προστάγματι. ἐπιλέλησαι τῶν τῆς ἐξουσίας ὅρων, ὅτι σοι μέχρι τῆς τῶν ἀλόγων ἐπιστασίας ἡ ἀρχὴ περιώρισται. Ἀρχέτωσαν γάρ, φησί, πετεινῶν καὶ ἰχθύων καὶ τετραπόδων καὶ ἑρπετῶν. πῶς παρελθὼν τὴν ὑποχείριόν σοι δουλείαν κατ᾽ αὐτῆς ἐπαίρῃ τῆς ἐλευθέρας φύσεως, μετὰ τῶν τετραπόδων ἢ καὶ τῶν ἀπόδων ἀριθμῶν τὸ ὁμόφυλον;

Πάντα ὑπέταξας τῷ ἀνθρώπῳ, βοᾷ διὰ τῆς προφητείας ὁ λόγος καὶ ὑπ᾽ ἀριθμὸν ἄγει τῷ λόγῳ τὰ ὑποχείρια, κτήνη καὶ βόας καὶ πρόβατα. μὴ ἐκ τῶν κτηνῶν σοι γεγόνασιν ἄνθρωποι; μὴ αἱ βόες σοι τὴν ἀνθρωπίνην γονὴν ἐτεκνώσαντο; μία δουλεία τῶν ἀνθρώπων τὰ ἄλογα. σοὶ δὲ ταῦτα ὀλίγα;

Ἐξανατέλλων, φησί, χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. σὺ δὲ τὴν φύσιν δουλείᾳ καὶ κυριότητι σχίσας αὐτὴν ἑαυτῇ δουλεύειν καὶ ἑαυτῆς κυριεύειν ἐποίησας. Ἐκτησάμην γὰρ δούλους καὶ παιδίσκας. ποίας, εἰπέ μοι, τιμῆς; τί εὗρες ἐν τοῖς οὖσι τῆς φύσεως ταύτης ἀντάξιον; πόσου κέρματος ἐτιμήσω τὸν λόγον; πόσοις ὀβολοῖς τὴν εἰκόνα τοῦ θεοῦ ἀντεστάθμησας; πόσων στατήρων τὴν θεόπλαστον φύσιν ἀπενεπόλησας; Εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. τὸν καθ᾽ ὁμοιότητα τοῦ θεοῦ ὄντα καὶ πάσης ἄρχοντα τῆς γῆς καὶ πάντων τῶν ἐπὶ τῆς γῆς τὴν ἐξουσίαν παρὰ τοῦ θεοῦ κληρωσάμενον τίς ὁ ἀπεμπολών, εἰπέ, τίς ὁ ὠνούμενος; μόνου θεοῦ τὸ δυνηθῆναι τοῦτο, μᾶλλον δὲ οὐδὲ αὐτοῦ τοῦ θεοῦ. Ἀμεταμέλητα γὰρ αὐτοῦ, φησί, τὰ χαρίσματα. οὐκ ἂν οὖν ὁ θεὸς τὴν φύσιν καταδουλώσειεν, ὅς γε καὶ αὐθαιρέτως ἡμᾶς τῇ ἁμαρτίᾳ δουλωθέντας εἰς ἐλευθερίαν ἀνεκαλέσατο. εἰ δὲ ὁ θεὸς οὐ δουλοῖ τὸ ἐλεύθερον, τίς ὁ ὑπερτιθεὶς τοῦ θεοῦ τὴν ἑαυτοῦ δυναστείαν; πῶς δὲ καὶ πραθήσεται ὁ ἄρχων πάσης τῆς γῆς καὶ τῶν ἐπιγείων πάντων; ἀνάγκη γὰρ πᾶσα καὶ τὸ κτῆμα τοῦ πωλουμένου συναποδίδοσθαι. πόσου τοίνυν πᾶσαν τὴν γῆν τιμησόμεθα; πόσου δὲ τὰ ἐπὶ τῆς γῆς πάντα; εἰ δὲ ταῦτα ἀτίμητα, ὁ ὑπὲρ ταῦτα ποίας ἄξιος τιμῆς, εἰπέ μοι; κἂν τὸν κόσμον ὅλον εἴπῃς, οὐδὲ οὕτως εὗρες τὴν πρὸς ἀξίαν τιμήν.

οὐδὲ γὰρ ὅλον εἶπε τὸν κόσμον ὁ εἰδὼς τὴν ἀνθρωπίνην φύσιν ἀκριβῶς τιμᾶσθαι ἄξιον εἶναι τῆς ψυχῆς τοῦ ἀνθρώπου ἀντάλλαγμα. ἄνθρωπος τοίνυν ὅταν ὤνιος ᾖ, οὐδὲν ἕτερον ἢ ὁ τῆς γῆς κύριος ἐπὶ τὸ πωλητήριον ἄγεται. οὐκοῦν συναποκηρυχθήσεται αὐτῷ δηλαδὴ καὶ ἡ ὑπάρχουσα κτῆσις. αὕτη δέ ἐστι γῆ τε καὶ νῆσοι καὶ θάλασσα καὶ τὰ ἐν τούτοις πάντα. τί οὖν καταθήσεται ὁ ὠνούμενος; τί δὲ λήψεται ὁ ἀποδιδόμενος, τοσούτου κτήματος ἑπομένου τῷ συναλλάγματι; ἀλλὰ τὸ βραχὺ βιβλίδιον καὶ ἡ ἐγγεγραμμένη συνθήκη καὶ ἡ τῶν ὀβολῶν ἀπαρίθμησις δεσπότην σε τῆς εἰκόνος τοῦ θεοῦ εἶναι ἠπάτησεν; ὢ τῆς ἀνοίας. εἰ δὲ ἀπόλοιτο τὸ συμβόλαιον, εἰ δὲ ὑπὸ σητῶν διαβρωθείη τὰ γράμματα, εἰ δὲ ὕδατός ποθεν παρεμπεσοῦσα ῥανὶς ἐξαλείψειεν, ποῦ σοι τὰ τῆς δουλείας ἐνέχυρα; ποῦ σοι τὰ τῆς δεσποτείας ἐφόδια; οὐδὲν γὰρ ὁρῶ πλέον παρὰ τὸν ὑποχείριον ἐκ τοῦ ὀνόματός σοι προσγενόμενον πλὴν τοῦ ὀνόματος. τί γὰρ τῇ σῇ φύσει ἡ ἐξουσία προσέθηκεν; οὐ χρόνον, οὐ κάλλος, οὐκ εὐεξίαν, οὐ τὰ κατ᾽ ἀρετὴν προτερήματα. ἐκ τῶν αὐτῶν σοι ἡ γένεσις, ὁμοιότροπος ἡ ζωή, κατὰ τὸ ἴσον ἐπικρατεῖ τά τε τῆς ψυχῆς καὶ τὰ τοῦ σώματος πάθη σοῦ τε τοῦ κυριεύοντος κἀκείνου τοῦ ὑπεζευγμένου τῇ κυριότητι, ὀδύναι καὶ εὐθυμίαι, εὐφροσύναι καὶ ἀδημονίαι, λύπαι καὶ ἡδοναί, θυμοὶ καὶ φόβοι, νόσοι καὶ θάνατοι.

μή τις ἐν τούτοις διαφορὰ πρὸς τὸν δοῦλον τῷ κυριεύοντι; οὐ τὸν αὐτὸν ἕλκουσιν ἀέρα διὰ τοῦ ἄσθματος; οὐχ ὡσαύτως ὁρῶσι τὸν ἥλιον; οὐχ ὁμοίως τῇ τῆς τροφῆς προσθήκῃ συντηροῦσι τὴν φύσιν; οὐχ αἱ αὐταὶ τῶν σπλάγχνων διασκευαί; οὐ μία κόνις οἱ δύο μετὰ τὸν θάνατον; οὐχ ἓν τὸ κριτήριον; οὐ κοινὴ βασιλεία καὶ γέεννα κοινή; ὁ οὖν ἐν πᾶσι τὸ ἴσον ἔχων ἐν τίνι τὸ πλέον ἔχεις, εἰπέ, ὥστε ἄνθρωπον ὄντα δεσπότην ἀνθρώπου σεαυτὸν οἴεσθαι καὶ Ἐκτησάμην λέγειν δούλους καὶ παιδίσκας, ὥσπερ αἰπόλιόν τι ἢ συβόσιον. εἰπὼν γὰρ ὅτι Ἐκτησάμην δούλους καὶ παιδίσκας προσέθηκε τὴν ἐν τοῖς ποιμνίοις καὶ βουκολίοις προσγενομένην εὐθηνίαν αὐτῷ.

Καὶ κτῆσις γάρ, φησί, βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλή, ὡς ἐν τῇ ἴσῃ τάξει τούτων τε κἀκείνων ὑπεζευγμένων τῇ ἐξουσίᾳ. Εἶτα ἐπὶ τούτοις ὁδῷ πρόεισιν ἐπὶ τὰ μείζω τῶν ἁμαρτημάτων ἡ ἐξαγόρευσις· βοᾷ γὰρ καθ᾽ ἑαυτοῦ τὴν πάντων τῶν κακῶν ῥίζαν, ἥτις ἐστὶν ἡ φιλαργυρία. καί φησιν ἐπὶ λέξεως οὕτως, ὅτι Συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον. τί γὰρ ἐλύπησε καταμεμιγμένον τῇ γῇ τὸ χρυσίον κἀκείνοις ἐγκεχυμένον τοῖς τόποις, οἷς ἐξ ἀρχῆς ἐνετέθη παρὰ τοῦ κτίσαντος; τί ὀφείλειν σοι πλέον παρὰ τοὺς καρποὺς τὴν γῆν ὁ δημιουργήσας ἐποίησεν; οὐ μόνα σοι τὰ ἀκρόδρυα καὶ τὰ σπέρματα πρὸς τὴν τροφὴν ἀπεκλήρωσεν; διὰ τί παρέρχῃ τῆς ἐξουσίας τοὺς ὅρους; ἢ δεῖξον καὶ ταῦτά σοι συγκεχωρημένα παρὰ τοῦ κτίσαντος, ὥστε μεταλλεύειν τε καὶ ἀνορύσσειν καὶ πυρὶ καταχωνεύειν τὸ ὑποκείμενον καὶ συνάγειν ταῦτα, ἃ μὴ ἐσκόρπισας. ἢ ταῦτα μὲν ἴσως οὐδὲ ἔγκλημά τις εἶναι λογίσεται τὸ οὕτως ἑαυτῷ συνάγειν ἐκ τῶν τῆς γῆς μετάλλων τὰ χρήματα. ἀλλ᾽ ἐπειδὴ πρόσκειται τῷ λόγῳ, ὅτι Περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν, οὐκέτι πρὸς τὸ ἀνεύθυνον ἡ τοῦ συναγαγεῖν διάνοια φέρεται.

ὡς γὰρ ἐξὸν τῇ βασιλικῇ δυναστείᾳ ἐκ τῶν χωρῶν τὸν περιουσιασμὸν τῶν χρημάτων συνάγειν, δηλονότι φόρους ἐπιβάλλειν, δεκάτας εἰσπράττεσθαι, εἰσφέρειν χρήματα τοὺς ὑποχειρίους καταναγκάζειν, οὕτως συνειλοχέναι φησὶ τό τε χρυσίον καὶ τὸ ἀργύριον. πλὴν εἴτε οὕτως εἴτε ὡς ἑτέρως, ἡδέως ἂν μάθοιμι τί πλέον ἔσται τῷ τὰς τοιαύτας ὕλας συνάγοντι. δεδόσθω καθ᾽ ὑπόθεσιν μὴ κατὰ μνᾶν ἢ δραχμὴν ἢ τάλαντον τοῖς φιλοχρηματοῦσι προσγίνεσθαι, ἀλλ᾽ ἀθρόως αὐτοῖς ἀποχρυσωθῆναι τὰ πάντα. τὴν γῆν, τὴν ψάμμον, τὰ ὄρη, τὰ πεδία, τὰς νάπας, πάντα ὑποθώμεθα πρὸς ταύτην κατὰ τὸ ἀθρόον μεταβεβλῆσθαι τὴν ὕλην. τί πρὸς εὐδαιμονίαν διὰ τούτων ἐπιδώσει ὁ βίος; εἰ ἐκεῖνο ἐν παντὶ βλέπει, ὃ νῦν ἐν ὀλίγῳ ὁρᾷ, τί τῶν τῆς ψυχῆς ἀγαθῶν, τί τῶν κατὰ τὸ σῶμα σπουδαζομένων διὰ τῆς τοιαύτης περιουσίας γενήσεται; ἄρα τίς ἐλπὶς ἔσται διὰ τούτου τὸν ἐν τοσούτῳ ζῶντα χρυσῷ γενέσθαι σοφόν, ἀγχίνουν, θεωρητικόν, ἐπιστήμονα, φίλον θεῷ, σώφρονα, καθαρόν, ἀπαθῆ, παντὸς τοῦ πρὸς κακίαν καθέλκοντος ἀμιγῆ τε καὶ ἀπαράδεκτον; ἢ τοῦτο μὲν οὐχί, δυνατὸν δὲ τῷ σώματι καὶ ἡδὺν ὀφθῆναι καὶ εἰς πολλὰς ἐτῶν ἑκατοντάδας τὴν ζωὴν παρατείνοντα, ἀγήρω καὶ ἄνοσον καὶ ἀπήμονα καὶ πάντα, ὅσα περὶ τὸν ἐν σαρκὶ βίον σπουδάζεται;

ἀλλ᾽ οὐδεὶς οὕτω μάταιος οὐδὲ τῆς φύσεως τῆς κοινῆς ἀνεπίσκεπτος, ὡς ταῦτα νομίσαι τοῖς ἀνθρώποις προσγίνεσθαι, εἴπερ εἰς πλῆθος ἄφθονον ἡ τῶν χρημάτων ὕλη κατ᾽ ἐξουσίαν πᾶσι προχέοιτο· ἐπεὶ καὶ νῦν ἔστιν ἰδεῖν πολλοὺς τῶν κατὰ τὴν τοιαύτην προεχόντων περιουσίαν ἐν ἐλεεινῷ σώματι ζῶντας, ὡς εἰ μὴ παρεῖεν οἱ θεραπεύοντες μὴ ἂν ἑαυτοῖς πρὸς τὴν ζωὴν ἱκανοὺς εἶναι. εἰ οὖν ἡ καθ᾽ ὑπόθεσιν ἡμῖν τοῦ χρυσίου περιουσία προτεθεῖσα τῷ λόγῳ οὔτε σώματος οὔτε ψυχῆς τι κέρδος ὑπέδειξεν, πολλῷ μᾶλλον εἰκὸς τὸ ἐν ὀλίγῳ δεικνύμενον ἄχρηστον εἰς ὠφέλειαν τῶν ἐχόντων ἐλέγχεσθαι. ἦ τί γὰρ ἂν γένοιτο παρ᾽ αὐτῆς τῆς ὕλης κέρδος τῷ ἔχοντι, ὃ μήτε γεύσει μήτε ὀσφρήσει μήτε τῇ ἀκοῇ ἐνεργὸν γίνεται, ὃ κατὰ τὴν ἁφὴν ὁμοτίμως πρὸς πᾶν τὸ ἀντίτυπον ἔχει; μὴ γάρ μοι τὴν ἐκ συναλλάγματος ποριζομένην τροφὴν ἢ περιβολὴν τῷ χρυσῷ προστιθέτω τις. ὁ γὰρ χρυσίῳ τὸν ἄρτον ἢ τὸ ἱμάτιον ἀλλαξάμενος τοῦ ἀχρήστου τὸ ἐπωφελὲς διημείψατο καὶ ζῇ τροφὴν ἑαυτῷ τὸν ἄρτον, οὐ τὸν χρυσὸν ποιησάμενος. ὁ δὲ τὴν ὕλην ταύτην διὰ τῶν τοιούτων συναλλαγμάτων ἑαυτῷ συναγαγὼν εἰς τί τῶν χρημάτων ἀπώνατο, τίς συμβουλὴ διὰ τούτων, τίς διδασκαλία πραγμάτων, ποία τοῦ μέλλοντος πρόρρησις, τίς πρὸς τὰς τοῦ σώματος ὀδύνας παραμυθία; ἔσχεν, ἠρίθμησεν, ἀπέθετο, σφραγῖδι κατεσημήνατο, αἰτηθεὶς ἠρνήσατο, ἀπιστηθεὶς καὶ ἐπώμοσεν.

οὗτος ὁ μακαρισμός, τοῦτο τῆς σπουδῆς τὸ πέρας, αὕτη ἡ ἀπόλαυσις, μέχρι τούτου ἡ εὐδαιμονία τὸ ὕλην τῇ ἐπιορκίᾳ πορίσασθαι. ἀλλ᾽ εὔχρουν, φησί, τοῦ χρυσίου τὸ εἶδος. μὴ καὶ τοῦ πυρὸς εὐχροώτερον; μὴ τῶν ἄστρων περικαλλέστερον; μὴ τῶν ἀκτίνων τοῦ ἡλίου φανότερον; τίς ὁ κωλύων σε τῆς ἀπολαύσεως ταύτης, ὥστε σοι ἀνάγκην εἶναι διὰ τῆς εὐχροίας τοῦ χρυσοῦ τὰ καθ᾽ ἡδονὴν πορίζειν ταῖς ὄψεσιν; ἀλλὰ σβέννυται, φησί, τὸ πῦρ καὶ ὁ ἥλιος δύεται καὶ οὐ διαρκεῖ τῆς λαμπηδόνος ἡ χάρις. τοῦ δὲ χρυσοῦ τίς, εἰπέ μοι, διὰ τοῦ σκότους παραλλαγὴ πρὸς τὸν μόλυβδον; ἀλλ᾽ οὐκ ἄν, φησίν, ἐκ τοῦ πυρὸς ἢ τῶν ἄστρων γένοιτο ἡμῖν δέραια καὶ περιδέξια καὶ πόρπαι καὶ ζῶναι καὶ μανιάκαι καὶ στέφανοι καὶ τὰ τοιαῦτα, ὁ δὲ χρυσὸς ταῦτά τε ποιεῖ καὶ εἴ τι ἄλλο πρὸς κόσμον ἐπιτηδεύεται. ἤγαγε πρὸς τὸ κεφάλαιον τῆς ματαιότητος τὴν σπουδὴν ἡ συνηγορία τῆς ὕλης· αὐτὸ γὰρ τοῦτο πρὸς αὐτοὺς εἴποιμι ἄν· [ἀντὶ] τί[νων] σπουδάζει ὁ χρυσῷ τὴν κόμην περιανθίζων ἢ τῶν ὤτων ἐξάπτων τὰ προκοσμήματα ἢ τὴν δέρριν περιβάλλων τοῖς περιτραχηλίοις χλίδωσιν ἢ ἐν ἄλλῳ τινὶ φέρων μέρει τοῦ σώματος; χρυσὸν προδείκνυσιν, ὅπουπερ ἂν τύχῃ προβεβλημένος τοῦ σώματος, οὐδὲν αὐτὸς πρὸς τὴν αὐγὴν τοῦ χρυσίου μεταμορφούμενος.

ὁ γὰρ πρὸς τὸν χρυσοφοροῦντα βλέπων τὸ μὲν χρυσίον οὕτως ὁρᾷ ὡς εἰ τύχοι καὶ ἐν τοῖς πρατηρίοις προκείμενον, τὸν δὲ φοροῦντα οἷος πέφυκε τοιοῦτον βλέπει. κἂν εὐεργές τε καὶ διάγλυφον ᾖ τὸ χρυσίον, κἂν τὰς χλοερὰς ἢ πυραυγεῖς ψηφῖδας ἐν ἑαυτῷ περιείργῃ, οὐδὲν μᾶλλον αἴσθησίν τινα τῶν παρακειμένων ἡ φύσις ἐδέξατο, ἀλλ᾽ εἴτε λώβη τις εἴη περὶ τὰ πρόσωπα εἴτε τι λείποι τῶν κατὰ φύσιν, ἢ ὀφθαλμοῦ ἐκρυέντος ἢ παρειᾶς εἰδεχθῶς ἐν οὐλῇ κοιλανθείσης, μένει τὸ αἶσχος ἐν τῷ φαινομένῳ, μηδὲν τῇ αὐγῇ τοῦ χρυσίου ἐπισκοτούμενον· κἂν ἐπαλγὴς ὤν 〈τις〉 τύχῃ τῷ σώματι, οὐδεμίαν ἐπήγαγε παραμυθίαν τῷ πονοῦντι ἡ ὕλη.

Ὃ οὖν μήτε πρὸς κάλλος μήτε πρὸς εὐεξίαν σώματος μήτε πρὸς τὴν τῶν ἀλγημάτων παραμυθίαν φέρει τι χρήσιμον τοῖς σπουδάζουσιν, ὑπὲρ τίνος σπουδάζεται; καὶ τίς ἡ διάθεσις τῶν τῇ καρδίᾳ προστετηκότων τῇ ὕλῃ, ὅταν ἐν τῷ συνειδότι τῆς τοιαύτης κτήσεως τύχωσιν ὄντες; ὡς τί πλέον ἔχοντες ἑαυτοῖς ἐπαγάλλονται; ἆρ᾽ εἴ τις αὐτοὺς ἐρωτήσειεν, εἰ δέχονται αὐτοῖς ἀμειφθῆναι πρὸς ἐκεῖνο τὴν φύσιν καὶ γενέσθαι αὐτοὶ τοῦτο, ὃ τῇ τοσαύτῃ παρ᾽ αὐτῶν διαθέσει τετίμηται, ἕλοιντο ἂν τὴν μεταβολήν, ὥστε ἐξ ἀνθρώπου πρὸς τὸν χρυσὸν αὐτοῖς μεταβῆναι τὴν φύσιν καὶ δειχθῆναι μηκέτι λογικοί τε καὶ διανοητικοὶ καὶ τοῖς αἰσθητηρίοις πρὸς τὴν ζωὴν κεχρημένοι, ἀλλ᾽ ὠχροί τε καὶ βαρεῖς καὶ ἄναυδοι ἄψυχοί τε καὶ ἀναίσθητοι, οἷα ἡ τοῦ χρυσοῦ φύσις ἐστίν; οὐκ ἂν οἶμαι ταῦτα ἑλέσθαι οὐδὲ τοὺς σφόδρα διὰ τῆς ἐπιθυμίας συντετηκότας τῇ ὕλῃ. εἰ οὖν ἐν κατάρας εἴδει τοῖς εὖ φρονοῦσίν ἐστι τὸ ἐν τοῖς ἰδιώμασι τῆς ἀψύχου ὕλης γενέσθαι, τίς ἡ ἄλογος περὶ τὴν κτῆσιν τούτων μανία, ὧν τὸ πέρας ἡ ματαιότης ἐστίν, ὡς καὶ φόνων διὰ τοῦτο καὶ λῃστείας κατατολμᾶν τοὺς προσλελυσσηκότας τοῖς χρήμασι; καὶ οὐ τούτων μόνον, ἀλλὰ καὶ τῆς πονηρᾶς ἐπινοίας τῶν τόκων, ἣν ἄλλην τις λῃστείαν καὶ μιαιφονίαν ὀνομάσας οὐκ ἂν ἁμάρτοι τοῦ δέοντος.

ἢ τί γὰρ διαφέρει λαθραίως ἐκ τοιχωρυχίας ἀλλότρια ληϊσάμενον ἔχειν καὶ τῷ φόνῳ τοῦ παροδεύοντος δεσπότην ἑαυτὸν τῶν ἐκείνου ποιεῖν ἢ διὰ τῆς τῶν τόκων ἀνάγκης κτᾶσθαι τὰ μὴ προσήκοντα; ὢ κακῆς προσηγορίας! τόκος ὄνομα τῇ λῃστείᾳ γίνεται. ὢ πικρῶν γάμων! ὢ πονηρᾶς συζυγίας, ἣν ἡ φύσις μὲν οὐκ ἐγνώρισεν, ἡ δὲ τῶν φιλοχρηματούντων νόσος ἐν τοῖς ἀψύχοις ἐκαινοτόμησεν. ὢ χαλεπῶν κυημάτων, ἀφ᾽ ὧν ὁ τοιοῦτος τόκος ἐκφύεται. μόνον ἐν τοῖς οὖσι τὸ ἔμψυχον τῇ κατὰ τὸ ἄρρεν καὶ θῆλυ διαφορᾷ διεκρίθη. τούτοις εἶπεν ὁ πλάσας θεὸς Αὐξάνεσθε καὶ πληθύνεσθε, ὥστε διὰ τῆς ἐξ ἀλλήλων γενέσεως εἰς πλῆθος τὸ ζωογονούμενον αὔξεσθαι. ὁ δὲ τοῦ χρυσίου τόκος ἐκ ποίων γάμων συνίσταται; ἐκ ποίας τελεσφορεῖται κυήσεως; ἀλλ᾽ οἶδα τὴν ὠδῖνα τοῦ τοιούτου τόκου, παρὰ τοῦ προφήτου μαθὼν Ἰδού, φησίν, ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. οὗτος ἐκεῖνός ἐστιν ὁ τόκος, ὃν ὠδίνησε μὲν ἡ πλεονεξία, τίκτει δὲ ἡ ἀνομία καὶ ἡ μισανθρωπία μαιεύεται.

ὁ γὰρ ἀεὶ κρύπτων τὴν εὐπορίαν καὶ ὅρκῳ τὸ μὴ ἔχειν πιστούμενος, ἐπειδὰν ἴδῃ τινὰ ἀνάγκῃ καταπνιγόμενον, τότε ἐγκύμων τῷ βαλλαντίῳ προφαίνεται, τότε τὸν πονηρὸν τῆς φιλοκερδίας ὠδίνει τόκον, ἐλπίδα τοῦ δανείσματος τῷ δυστυχοῦντι προδείκνυσιν, [ἵν᾽] ἐπιβάλλει ὕλην τῷ δυστυχήματι ὥσπερ ὁ τῷ ἐλαίῳ κατασβεννύων τὴν φλόγα· οὐ γὰρ ἐθεράπευσε τῷ δανείῳ τὴν ζημίαν, ἀλλ᾽ ἐπέτεινεν· καὶ ὥσπερ ἐν τοῖς αὐχμοῖς αὐτομάτως ἀκανθοφοροῦσιν αἱ ἄρουραι, οὕτω καὶ ἐν ταῖς συμφοραῖς τῶν στενοχωρουμένων οἱ τῶν πλεονεκτῶν ὑλομανοῦσι τόκοι. εἶτα προτείνει τὴν χεῖρα μετὰ τοῦ χρήματος, ὥσπερ ἡ ὁρμιὰ τὸ κεκρυμμένον ἄγκιστρον τῷ δελεάματι, περιχανὼν δὲ ὁ δείλαιος τῇ πρὸς τὸ παρὸν εὐπορίᾳ καὶ εἴ τι κρυπτὸν ἐν ἀποθέτοις εἶχε τῇ τοῦ ἀγκίστρου ὁλκῇ συνεξήμεσε. τοιαῦτα τὰ τῶν τόκων εὐεργετήματα. κἂν μέν τις πρὸς βίαν ἀφέληταί τινος τὸ ἐφόδιον ἢ λαθὼν ὑποκλέψῃ, βίαιος καὶ λωποδύτης καὶ τὰ τοιαῦτα λέγεται, ὁ δὲ δημοσιεύων ἐν συμβολαίοις τὴν ἀδικίαν καὶ ἐμμάρτυρον τὴν πικρίαν ποιούμενος καὶ συνθήκαις τὴν παρανομίαν κρατύνων φιλάνθρωπος καὶ εὐεργέτης καὶ σωτὴρ καὶ πάντα τὰ χρηστὰ τῶν ὀνομάτων προσαγορεύεται· καὶ τὸ μὲν ἐξ ὑφαιρέσεως κέρδος κλέμμα λέγεται, ὁ δὲ διὰ τῆς τοιαύτης ἀνάγκης ἀπογυμνῶν τὸν χρεώστην φιλανθρωπίᾳ τὴν πικρίαν ὑποκορίζεται· οὕτω γὰρ τὰς ζημίας τῶν δειλαίων κατονομάζουσι.

Συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον. ἀλλὰ τούτου χάριν ὁ σοφῶς παιδεύων τὸν βίον ἐν τῷ καταλόγῳ τῶν ἐξαγορευομένων καὶ ταῦτα κατηριθμήσατο, ἵνα μαθόντες οἱ ἄνθρωποι παρὰ τοῦ τῇ πείρᾳ κατεγνωκότος, ὅτι ἓν τῶν ἐπ᾽ ἀτοπίᾳ κατεγνωσμένων τοῦτό ἐστι, φυλάξωνται πρὸ τῆς πείρας τὴν τοῦ κακοῦ προσβολήν, καθάπερ ἔστι καὶ τοὺς λῃστρικούς τε καὶ θηριώδεις τόπους ἀπαθῶς παρελθεῖν διὰ τοῦ προμαθεῖν τοὺς ἐν τούτοις προκινδυνεύσαντας.

Καλῶς δὲ ὁ θεῖος ἀπόστολος τὸ πάθος τῆς φιλαργυρίας ὁρίζεται, ῥίζαν αὐτὴν πάντων τῶν κακῶν εἶναι ἀποφηνάμενος. ὥσπερ γὰρ ἐάν τινι μέρει διεφθορὼς καὶ σηπεδονώδης ἐπιρρυῇ χυμὸς καὶ φλεγμονὴ τῷ τόπῳ ἐγγένηται, ἀνάγκη πᾶσα εἰς ἀπόστασίν τινα καὶ διαφθορὰν τὸ ἐνσκῆψαν ὑγρὸν ἀπορραγῆναι, διαφαγόντος τοῦ πύου τὴν ἐπιφάνειαν, οὕτως οἷς ἂν ἐνρυῇ τῆς φιλοχρηματίας ἡ νόσος, εἰς ἀκολασίαν ὡς τὰ πολλὰ τὸ πάθος ἀπέσκηψε. διὰ τοῦτο προστίθησι τῇ περιουσίᾳ τοῦ χρυσίου τε καὶ ἀργυρίου τὴν ἀκολούθως τῷ προκατασχόντι νοσήματι ἐπακολουθοῦσαν ἀσχημοσύνην. Ἐποίησα γάρ, φησίν, ᾄδοντας καὶ ᾀδούσας, τῶν συμποσίων τὰ ἐντρυφήματα, οἰνοχόους καὶ οἰνοχόας. ἤρκεσεν ἡ μνήμη τῶν ὀνομάτων στηλιτεῦσαι τὸ πάθος, ὅπερ ἡ περὶ τὰ χρήματα νόσος προωδοποίησεν. ὢ τῆς ἀτόπου ταύτης φιλοτεχνίας! ὡς ἀθρόον ἐπιβάλλει τῶν ἡδονῶν τὸ ῥεῦμα, οἷόν τισι χειμάρροις διπλοῖς δι᾽ ἀκοῆς τε καὶ ὄψεως τὰς ψυχὰς ἐπικλύζον, ἵνα καὶ βλέπηται τὸ κακὸν καὶ ἀκούηται. ἡ ᾠδὴ τὴν ἀκοὴν καταστρέφεται, ἡ ὄψις τὴν ὄψιν καταγωνίζεται. ἐκεῖθεν ὁ θῆλυς φθόγγος διὰ τῆς λελυμένης τῶν ᾠδῶν ἁρμονίας συνεισάγει ἑαυτῷ ἐπὶ τὴν καρδίαν τὰ πάθη, ἐντεῦθεν ἡ ὄψις οἷόν τι μηχάνημα πολεμικὸν τοῖς ὀφθαλμοῖς τοῦ ταῖς ᾠδαῖς προδιαλυθέντος ἐμπίπτουσα τὴν ψυχὴν καταστρέφεται.

στρατηγὸς δὲ τῆς παρατάξεως ταύτης ὁ οἶνος γίνεται, ὥσπερ τις πονηρὸς τοξότης διπλοῖς βέλεσι κατατοξεύων τὸν ἄνθρωπον ἐπί τε τὴν ἀκοὴν καὶ τὴν ὄψιν τὰς τῆς ἡδονῆς εὐθύνων ἀκίδας· βέλος γὰρ γίνεται τῆς μὲν ἀκοῆς ἡ ᾠδή, τῆς δὲ ὄψεως τὸ φαινόμενον. οὐ γὰρ ψιλὸν ὄνομα τῶν οἰνοχόων ἐστίν, ἀλλ᾽ ἐκ τοῦ ἔργου πάντως ἡ ἐπωνυμία γίνεται. ὅταν τοίνυν ἐγχέηται μὲν ἀφειδῶς τοῖς συμπόταις ὁ ἄκρατος, ὑπηρετῇ δὲ τῇ τοιαύτῃ διακονίᾳ νεότης εἰς κάλλος ἐξησκημένη ἢ παίδων διὰ τοῦ κόσμου θηλυνομένων ἢ καὶ αὐτοῦ τοῦ θήλεος γένους ἀναστρεφομένου τῷ συμποσίῳ καὶ ταῖς φιλοτησίαις τὸν ἀπρεπῆ φλογμὸν συνεγχέοντος, εἰς τί ποτε εἰκὸς τελευτῆσαι τὰς τοιαύτας σπουδάς; ὁ γὰρ σκοπὸν ἑκάστου τῶν γινομένων τὴν ἡδονὴν ποιούμενος καὶ παριὼν τῇ περιεργίᾳ τὴν χρείαν, ὅπως μὲν κατακοσμήσει τὰς τὴν ᾠδὴν μουσουργούσας, οἵαν δὲ περιθήσει ταῖς οἰνοχοούσαις τὴν στολήν, σιωπᾶν χρὴ τὰ τοιαῦτα μᾶλλον καὶ μὴ ἐμβαθύνειν τῷ λόγῳ τῇ τῶν τοιούτων ὑπογραφῇ, ὡς ἂν μὴ δι᾽ αὐτῆς τῆς κατηγορίας ἐπιξαίνοι τοῖς ἐμπαθεστέροις ἡ μνήμη τὰ τραύματα. διὰ ταῦτα ὁ χρυσὸς καὶ ὑπὲρ τούτων ὁ ἄργυρος, ἵνα τὰ τοιαῦτα παρασκευάσῃ τῆς τρυφῆς δελεάματα.

Ἢ τούτου χάριν τὸ κατὰ τὴν ἡδονὴν πάθος ὄφις ὑπὸ τῆς γραφῆς ὀνομάζεται, ᾧ φύσις ἐστίν, εἰ ἡ κεφαλὴ πρὸς τὴν ἁρμονίαν τοῦ τοίχου παραδυείῃ, πάντα τὸν κατόπιν ὁλκὸν συνεπάγεσθαι. οἷον τί λέγω; ἀναγκαίαν τοῖς ἀνθρώποις ποιεῖ ἡ φύσις τὴν οἴκησιν, ἀλλὰ διὰ τῆς χρείας ταύτης ἡ ἡδονὴ τῇ ἁρμονίᾳ τῆς ψυχῆς παραδυεῖσα εἰς ἄμετρόν τινα καλλωπισμοῦ πολυτέλειαν τὴν χρείαν παρέτρεψεν καὶ τὴν σπουδὴν μετεποίησεν. εἶτα πρὸς ἀμπελῶνάς τινας καὶ κολυμβήθρας καὶ παραδείσους καὶ τὰ τῶν κήπων ἐγκαλλωπίσματα μεθέρπει τὸ θηρίον, ἡ ἡδονή. μετὰ ταῦτα ἐπικορυφοῦται τῇ ὑπερηφανίᾳ καὶ τῷ τύφῳ περιελίσσεται τὴν κατὰ τῶν ὁμοφύλων ἀρχὴν ἑαυτῇ ὑποζεύξασα. ἐπὶ τούτοις τὸν τῆς φιλοχρηματίας ὁλκὸν ἐπισύρεται, ᾧ κατ᾽ ἀνάγκην ἕπεται τὸ ἀκόλαστον, τὸ ἔσχατόν τε καὶ οὐραῖον μέρος τῆς κατὰ τὴν ἡδονὴν θηριώσεως. ἀλλ᾽ ὥσπερ οὐκ ἔστιν ἐκ τοῦ οὐραίου τὸν ὄφιν ἀνελκυσθῆναι, τῆς τραχείας φυσικῶς φολίδος πρὸς τὸ ἔμπαλιν τοῖς ἐφελκομένοις ἀντιβαινούσης, οὕτως οὐκ ἔστιν ἐκ τῶν τελευταίων ἄρξασθαι τῆς ψυχῆς ἐξοικίζειν τὴν τῆς ἡδονῆς ἑρπηδόνα, εἰ μή τις τῷ κακῷ τὴν πρώτην εἴσοδον ἀποκλείσειε. διὸ καὶ τὴν κεφαλὴν αὐτοῦ ἐπιτηρεῖν ὁ τῆς ἀρετῆς ὑφηγητὴς ἐγκελεύεται, κεφαλὴν ὀνομάζων τὴν ἀρχὴν τῆς κακίας, ἧς μὴ παραδεχθείσης ἄπρακτόν ἐστι τὸ λειπόμενον.

ὁ γὰρ καθόλου πρὸς τὴν ἡδονὴν πολεμίως διατεθεὶς οὐκ ἂν ταῖς μερικαῖς προσβολαῖς τοῦ πάθους ὑπενεχθείη, ὁ δὲ τὴν ἀρχὴν τοῦ πάθους ὑποδεξάμενος ἅπαν ἐν ἑαυτῷ τὸ θηρίον συμπαρεδέξατο. διὰ τοῦτο πάντα διεξελθὼν ὁ τὰ τοιαῦτα δημοσιεύων πάθη ἐπὶ κεφαλαίῳ ἀναλαμβάνει τὸν λόγον. εἰπὼν γὰρ ἐξ ἀρχῆς ὅτι Ἐμεγάλυνα ποίημά μου καὶ νῦν ἐπάγει μετὰ τὴν ἐπὶ μέρους ἔκθεσιν τῶν γεγονότων, ὅτι Ἐμεγαλύνθην δεικνὺς ὅτι οὐ διὰ μικρῶν τινων γέγονεν αὐτῷ τῶν ἐναντίων ἡ γνῶσις, ἀλλ᾽ ὡς εἰς τὸ ἀκρότατον μέγεθος προελθεῖν τὴν πεῖραν, ὡς μηδεμίαν τῶν ὁμοίων μνήμην ἐν τοῖς πρὸ αὐτοῦ γεγενημένοις τὸ ἴσον ἔχειν. φησὶ γὰρ ὅτι Ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ ὅτου χάριν προπαιδευθεὶς πάσῃ σοφίᾳ πρὸς τὴν τῶν τοιούτων κατῆλθε πεῖραν νῦν τὸν σκοπὸν ἐξεκάλυψε. Σοφία γάρ μου, φησίν, ἐστάθη μοι. σημαίνει δὲ διὰ τῶν εἰρημένων, ὅτι διὰ τῆς σοφίας ἀνηρευνησάμην πᾶσαν ἀπολαυστικὴν ἐπίνοιαν, καὶ ἔστη μοι ἡ διάνοια ἐπὶ τοῦ ἀκροτάτου τῶν ἐν τούτοις εὑρισκομένων. ἥ τε γὰρ ὄψις τῇ ἐπιθυμίᾳ συνήργησε καὶ ἡ προαίρεσις διὰ τῆς τῶν ὄψεων ἡδονῆς τῶν καταθυμίων ἐνεφορήθη· ὡς μηδὲν ὑπολειφθῆναι τῶν εἰς ἀπόλαυσιν ἐπινοουμένων, ἀλλά μοι γενέσθαι μερίδα κτήσεως τὴν τῶν καθ᾽ ἡδονὴν μετουσίαν.

ὅπερ οὐδὲν ἄλλο σημαίνειν μοι φαίνεται ἢ ὅτι περιέσχον ἐν ἐμαυτῷ πᾶσαν ἀπολαυστικὴν ἐπίνοιαν, οἷον ἀπό τινος κτήματος τὴν εὐφροσύνην ἀπὸ τῶν γινομένων καρπούμενος. Οὐκ ἀπεκώλυσα γάρ, φησί, τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης, καὶ ἡ καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου, καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου, μερίδα τὴν κτῆσιν λέγων. ἐπεὶ οὖν διεξῆλθε τὴν ἐπὶ μέρους τρυφήν, ἀπ᾽ ἀρχῆς εἰς τέλος ἐπιδραμὼν καὶ πάντα τῷ λόγῳ διεξελθών, δι᾽ ὧν τοῖς ἀπολαύουσιν αἱ ἡδοναὶ συναγείρονται, τὰ τῶν οἰκοδομημάτων κάλλη, τοὺς ἀμπελῶνας, τοὺς κήπους, τὰς κολυμβήθρας, τοὺς παραδείσους, τὴν κατὰ τῶν ὁμοφύλων ἀρχήν, τὴν τῶν χρημάτων περιουσίαν, τὴν ἐν τοῖς συμποσίοις πρὸς τὰς θυμηδίας παρασκευήν, πάντα, καθὼς αὐτὸς ὀνομάζει, τὰ ἐντρυφήματα, ἐν οἷς ἀπησχολήθη αὐτοῦ ἡ σοφία τὰ τοιαῦτα διερευνωμένη καὶ εἰς ἐπίνοιαν ἄγουσα, ὧν ἀπολελαυκέναι φησὶ διὰ πάσης αἰσθήσεως, τῶν τε ὀφθαλμῶν τὰ πρὸς ἡδονὴν εὑρισκόντων τῆς τε ψυχῆς ἐχούσης πᾶν τὸ κατ᾽ ἐπιθυμίαν ἀκώλυτον· τότε τὴν πρώτην ἑρμηνεύει φωνήν, ἣν ἐν προοιμίοις τοῦ λόγου πεποίηται, μάταια εἶναι τὰ πάντα ἀποφηνάμενος. φησὶ γὰρ πρὸς ταῦτα βλέπων περὶ τῆς ἀνθρωπίνης ζωῆς ἀποφήνασθαι, ὅτι Πάντα ματαιότης ἐστίν, ὅσα ἥ τε αἴσθησις βλέπει καὶ παρὰ τῶν ἀνθρώπων εἰς εὐφροσύνην ἐπιτηδεύεται.

Ἐπέβλεψα γὰρ ἐγὼ ἐν πᾶσι τοῖς ποιήμασί μου, οἷς ἐποίησαν αἱ χεῖρές μου, καὶ ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα τοῦ ποιεῖν, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος, καὶ οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον. πᾶσα γὰρ ἡ τῶν αἰσθήσεων δύναμίς τε καὶ ἐνέργεια ὅρον ἔχει τὴν ὑφ᾽ ἡλίῳ ζωήν, τὸ δὲ ἐπέκεινα διαβῆναι καὶ τῶν ὑπερκειμένων ἀγαθῶν ἐν περινοίᾳ γενέσθαι ἡ αἰσθητικὴ φύσις οὐ δύναται. ταῦτα οὖν πάντα καὶ τὰ τοιαῦτα κατασκεψάμενος παιδεύει τὸν βίον τὸ πρὸς μηδὲν τῶν ὧδε θαυμαστικῶς διατίθεσθαι, πλοῦτον, φιλοτιμίαν, τὴν κατὰ τῶν ὑποχειρίων ἀρχήν, θυμηδίας τε καὶ τρυφὰς καὶ συμπόσια καὶ εἴ τι ἄλλο τῶν τιμίων εἶναι νενόμισται, ἀλλ᾽ ὁρᾶν, ὅτι ἓν τέλος τῶν τοιούτων πάντων ἡ ματαιότης ἐστίν, ἧς περισσεία εἰς τὸ ἐφεξῆς οὐχ εὑρίσκεται. καθάπερ γὰρ οἱ καθ᾽ ὕδατος γράφοντες ἐνεργοῦσι μὲν διὰ τῆς χειρὸς τὴν γραφὴν τοὺς τύπους τῶν χαρακτήρων ἐν τῷ ὑγρῷ διαγράφοντες, μένει δὲ τῶν χαραγμάτων οὐδὲν ἐπὶ σχήματος, ἀλλ᾽ ἡ τοῦ γράφειν σπουδὴ ἐν μόνῳ τῷ γράφειν ἐστίν· ἕπεται γὰρ ἀεὶ τῇ χειρὶ ἡ τοῦ ὕδατος ἐπιφάνεια τὸ κεχαραγμένον ἐπιλεαίνουσα· οὕτως πᾶσα ἡ ἀπολαυστικὴ σπουδὴ καὶ ἐνέργεια τοῖς γινομένοις ἐναφανίζεται.

παυσαμένης γὰρ τῆς ἐνεργείας ἐξηλείφθη καὶ ἡ ἀπόλαυσις, καὶ οὐδὲν εἰς τὸ ἐφεξῆς τεταμίευται οὐδὲ ὑπελείφθη τι τοῖς ἡδομένοις ἴχνος εὐφροσύνης ἢ λείψανον, παρελθούσης τῆς κατὰ τὴν ἡδονὴν ἐνεργείας. τοῦτό ἐστιν, ὃ σημαίνει ὁ λόγος εἰπών, ὅτι Οὐκ ἔστι περισσεία ὑπὸ τὸν ἥλιον τοῖς τὰ τοιαῦτα πονοῦσιν, ὧν τὸ πέρας ματαιότης ἐστίν· ὧν καὶ ἡμεῖς ἔξω γενοίμεθα χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.