ὅπερ οὐδὲν ἄλλο σημαίνειν μοι φαίνεται ἢ ὅτι περιέσχον ἐν ἐμαυτῷ πᾶσαν ἀπολαυστικὴν ἐπίνοιαν, οἷον ἀπό τινος κτήματος τὴν εὐφροσύνην ἀπὸ τῶν γινομένων καρπούμενος. Οὐκ ἀπεκώλυσα γάρ, φησί, τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης, καὶ ἡ καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου, καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου, μερίδα τὴν κτῆσιν λέγων. ἐπεὶ οὖν διεξῆλθε τὴν ἐπὶ μέρους τρυφήν, ἀπ᾽ ἀρχῆς εἰς τέλος ἐπιδραμὼν καὶ πάντα τῷ λόγῳ διεξελθών, δι᾽ ὧν τοῖς ἀπολαύουσιν αἱ ἡδοναὶ συναγείρονται, τὰ τῶν οἰκοδομημάτων κάλλη, τοὺς ἀμπελῶνας, τοὺς κήπους, τὰς κολυμβήθρας, τοὺς παραδείσους, τὴν κατὰ τῶν ὁμοφύλων ἀρχήν, τὴν τῶν χρημάτων περιουσίαν, τὴν ἐν τοῖς συμποσίοις πρὸς τὰς θυμηδίας παρασκευήν, πάντα, καθὼς αὐτὸς ὀνομάζει, τὰ ἐντρυφήματα, ἐν οἷς ἀπησχολήθη αὐτοῦ ἡ σοφία τὰ τοιαῦτα διερευνωμένη καὶ εἰς ἐπίνοιαν ἄγουσα, ὧν ἀπολελαυκέναι φησὶ διὰ πάσης αἰσθήσεως, τῶν τε ὀφθαλμῶν τὰ πρὸς ἡδονὴν εὑρισκόντων τῆς τε ψυχῆς ἐχούσης πᾶν τὸ κατ᾽ ἐπιθυμίαν ἀκώλυτον· τότε τὴν πρώτην ἑρμηνεύει φωνήν, ἣν ἐν προοιμίοις τοῦ λόγου πεποίηται, μάταια εἶναι τὰ πάντα ἀποφηνάμενος. φησὶ γὰρ πρὸς ταῦτα βλέπων περὶ τῆς ἀνθρωπίνης ζωῆς ἀποφήνασθαι, ὅτι Πάντα ματαιότης ἐστίν, ὅσα ἥ τε αἴσθησις βλέπει καὶ παρὰ τῶν ἀνθρώπων εἰς εὐφροσύνην ἐπιτηδεύεται.