Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν Ἐκκλησιαστήν

Γρηγόριος ὁ Νύσσης

Ομιλία Β': Το αυτεξούσιο, η προέλευση του κακού και η ματαιότητα των απολαύσεων

Ερμηνεία της ταυτότητας του Εκκλησιαστή, ανάλυση της προέλευσης του κακού μέσω του αυτεξουσίου και βιωματική απόδειξη της ματαιότητας της κοσμικής σοφίας και των σωματικών ηδονών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 8

ΟΜΙΛΙΑ Βʹ Ἐγώ, φησίν, ὁ ἐκκλησιαστής. ἐμάθομεν δὲ τίς ὁ ἐκκλησιαστὴς ὁ τὰ πεπλανημένα τε καὶ διεσκορπισμένα συνάγων εἰς ἓν καὶ ποιῶν τὰ πάντα μίαν ἐκκλησίαν καὶ μίαν ποίμνην, ἵνα μηδὲν ἀνήκοον ᾖ τῆς καλῆς τοῦ ποιμένος φωνῆς τῆς τὰ πάντα ζωοποιούσης. Τὰ γὰρ ῥήματα, φησίν, ἃ ἐγὼ λαλῶ, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. οὗτος ὀνομάζει ἑαυτὸν ἐκκλησιαστὴν ὡς ἰατρὸν καὶ ζωὴν καὶ ἀνάστασιν καὶ φῶς καὶ ὁδὸν θύραν τε καὶ ἀλήθειαν καὶ πάντα τὰ τῆς φιλανθρωπίας ὀνόματα. ὥσπερ οὖν τοῦ μὲν ἰατροῦ ἡ φωνὴ πρὸς τοὺς ἀσθενοῦντας οἰκείως ἔχει, ὁ δὲ τῆς ζωῆς λόγος ἐπὶ τῶν νεκρῶν ἐνεργὸς γίνεται τῶν ὅταν ἀκούσωσι τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου μηκέτι ἐναπομενόντων τῇ ἀρχαίᾳ νεκρότητι· οἱ δὲ ἐν χώμασιν ὄντες τὴν φωνὴν τῆς ἀναστάσεως ἐπιζητοῦσι· καὶ ὁ τοῦ φωτὸς λόγος τοῖς ἐσκοτισμένοις ἁρμόδιος ἥ τε ὁδὸς τοῖς πεπλανημένοις, ἀλλὰ καὶ ἡ θύρα τοῖς τοῦ εἰσελθεῖν δεομένοις· οὕτως καὶ ὁ ἐκκλησιαστὴς τοῖς ἐκκλησιάζουσι διαλέγεται πάντως. οὐκοῦν πρὸς ἡμᾶς λαλεῖ ὁ ἐκκλησιαστής. καὶ δὴ ἀκούσωμεν τῶν λόγων αὐτοῦ ἡμεῖς ἡ ἐκκλησία. ὡς γὰρ ὁ μὲν χορὸς πρὸς τὸν κορυφαῖον ὁρᾷ, πρὸς δὲ τὸν κυβερνήτην οἱ ναῦται καὶ πρὸς τὸν στρατηγὸν ἡ παράταξις, οὕτω καὶ πρὸς τὸν καθηγεμόνα τῆς ἐκκλησίας οἱ ἐν τῷ πληρώματι ὄντες τῆς ἐκκλησίας. τί οὖν φησιν ὁ ἐκκλησιαστής; Ἐγὼ ἐγενόμην βασιλεὺς ἐπὶ Ἰσραὴλ ἐν Ἱερουσαλήμ. πότε τοῦτο;

ἦ πάντως ὅτε Κατεστάθη βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα κυρίου; πρὸς ὃν εἶπεν ὁ κύριος ὅτι Υἱός μου εἶ σύ, καὶ ὅτι Σήμερον γεγέννηκά σε· τὸν γὰρ ποιητὴν τοῦ παντός, τὸν τῶν αἰώνων πατέρα, σήμερον εἶπε γεγεννηκέναι, ἵνα διὰ τοῦ παραθεῖναι τὸ χρονικὸν ὄνομα τῷ καιρῷ τῆς γεννήσεως μὴ τὴν προαιώνιον ὕπαρξιν, ἀλλὰ τὴν ἐν χρόνῳ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων διὰ σαρκὸς γέννησιν παραστήσῃ ὁ λόγος.

Ταῦτα οὖν ὁ ἀληθινὸς ἐκκλησιαστὴς διεξέρχεται διδάσκων, οἶμαι, τὸ μέγα τῆς σωτηρίας μυστήριον, ὅτου χάριν ὁ θεὸς ἐν σαρκὶ ἐφανερώθη. Ἔδωκα γάρ, φησί, τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν οὐρανόν. αὕτη ἡ αἰτία τοῦ ἐπιδημῆσαι διὰ σαρκὸς τοῖς ἀνθρώποις τὸν κύριον, τὸ δοῦναι τὴν καρδίαν αὐτοῦ εἰς τὸ ἐπισκέψασθαι ἐν τῇ σοφίᾳ ἑαυτοῦ περὶ τῶν ὑπὸ τὸν οὐρανὸν γενομένων. τὰ γὰρ ὑπὲρ τὸν οὐρανὸν οὐκ ἐδεῖτο τοῦ ἐπισκεπτομένου, ὡς οὐδὲ τοῦ ἰατρεύοντος τὸ μὴ τῇ νόσῳ κρατούμενον. ἐπεὶ οὖν περὶ γῆν τὰ κακά· τὸ γὰρ ἑρπυστικὸν θηρίον ὁ ὄφις ὁ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ συρόμενος βρῶμα ποιεῖται τὴν γῆν οὐδὲν τῶν οὐρανίων σιτούμενος, ἀλλ᾽ ἐν τῷ πατουμένῳ συρόμενος πρὸς τὸ πατοῦν ἀεὶ βλέπει, τηρῶν τὴν πτέρναν τῆς ἀνθρωπίνης πορείας καὶ τὸν ἰὸν ἐνιεὶς ἐκείνοις τοῖς Τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων ἀπολέσασι· διὰ τοῦτο ἔδωκε τὴν καρδίαν αὐτοῦ Ἐκζητῆσαι καὶ κατασκέψασθαι περὶ πάντων τῶν γενομένων ὑπὸ τὸν οὐρανόν· ἐν γὰρ τοῖς ὑπεράνω τῶν οὐρανῶν ἀταπείνωτον βλέπει τὴν θείαν μεγαλοπρέπειαν ὁ προφήτης λέγων, ὅτι Ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.

ἐπειδὴ δὲ τὸ ὑπουράνιον μέρος διὰ τῆς κακίας ἐταπεινώθη· οὕτω γάρ φησιν ὁ ψαλμῳδὸς ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ἐταπεινώθησαν· τοῦτο ἦλθεν ὁ ἐκκλησιαστὴς ἐπισκέψασθαι, τί γέγονεν ὑπὸ τὸν οὐρανὸν ὃ μὴ πρότερον ἦν, πῶς εἰσῆλθεν ἡ ματαιότης, πῶς ἐπεκράτησε τὸ ἀνύπαρκτον, τίς ἡ δυναστεία τοῦ μὴ ὑπάρχοντος. τὸ γὰρ κακὸν ἀνυπόστατον, ὅτι ἐκ τοῦ μὴ ὄντος τὴν ὑπόστασιν ἔχει, τὸ δὲ ἐκ τοῦ μὴ ὄντος ὂν οὐδὲ ἔστι πάντως κατὰ τὴν ἰδίαν φύσιν, ἀλλ᾽ ὅμως τῶν τῇ ματαιότητι ὁμοιωθέντων ἐπικρατεῖ ἡ ματαιότης.

Ἦλθεν οὖν ἐκζητῆσαι τῇ ἑαυτοῦ σοφίᾳ, τί γέγονεν ὑπὸ τὸν ἥλιον, τίς ἡ σύγχυσις τῶν τῇδε πραγμάτων, πῶς ἐδουλώθη τὸ ὂν τῷ μὴ ὄντι, πῶς δυναστεύει κατὰ τοῦ ὄντος τὸ ἀνυπόστατον. καὶ εἶδεν, Ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦ περισπᾶσθαι ἐν αὐτῷ. τοῦτο δὲ οὐχ, ὡς ἄν τις ἐκ τοῦ προχείρου νοήσειεν, εὐσεβές ἐστιν οἴεσθαι, ὅτι αὐτὸς ἔδωκεν ὁ θεὸς τὸν πονηρὸν τοῖς ἀνθρώποις περισπασμόν· ἦ γὰρ ἂν εἰς ἐκεῖνον ἡ τῶν κακῶν αἰτία ἐπαναφέροιτο. ὁ γὰρ τῇ φύσει ἀγαθὸς καὶ ἀγαθῶν πάντως παρεκτικὸς γίνεται, διότι Πᾶν δένδρον καλὸν καρποὺς καλοὺς ποιεῖ, καὶ οὔτε ἀπὸ ἀκανθῶν σταφυλὴ οὔτε ἐξ ἀμπέλου ἄκανθα φύεται. ὁ οὖν τῇ φύσει ἀγαθὸς οὐκ ἄν τι πονηρὸν ἐκ τῶν θησαυρῶν ἑαυτοῦ προχειρίσαιτο· οὐδὲ γὰρ ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ περισσεύματος τῆς καρδίας κακὰ λαλεῖ, ἀλλὰ κατάλληλα τῇ ἑαυτοῦ φθέγγεται φύσει· πόσῳ οὖν μᾶλλον ἡ τῶν ἀγαθῶν πηγὴ οὐκ ἄν τι τῶν πονηρῶν ἐκ τῆς ἰδίας φύσεως προχέοι; ἀλλὰ τοῦτο νοεῖν ὑποτίθεται ἡ εὐσεβεστέρα διάνοια, ὅτι τὸ ἀγαθὸν τοῦ θεοῦ δόμα, τοῦτο δέ ἐστιν ἡ αὐτεξούσιος κίνησις τῇ διημαρτημένῃ τῶν ἀνθρώπων χρήσει ὄργανον εἰς ἁμαρτίαν ἐγένετο. ἀγαθὸν γὰρ τῇ φύσει τὸ αὐτεξούσιον καὶ ἀδούλωτον, τὸ δὲ ὑπεζευγμένον ἀνάγκαις οὐκ ἄν τις ἐν ἀγαθοῖς ἀριθμήσειεν.

ἀλλ᾽ ἡ αὐτεξούσιος αὕτη τῆς διανοίας ὁρμὴ ἀπαιδαγωγήτως πρὸς τὴν αἵρεσιν τῆς κακίας ἀπορρυεῖσα περισπασμὸς τῆς ψυχῆς ἐγένετο ἀπὸ τῶν ὑψηλῶν τε καὶ τιμίων πρὸς τὰς ἐμπαθεῖς τῆς φύσεως κινήσεις κατασπασθείσης. τοῦτό ἐστιν ὃ σημαίνει τὸ ἔδωκεν, οὐχ ὅτι αὐτὸς τὸ κακὸν τῇ τῶν ἀνθρώπων ζωῇ ἐνεποίησεν, ἀλλ᾽ ὅτι τοῖς παρὰ τοῦ θεοῦ δοθεῖσιν ἀγαθοῖς ὁ ἄνθρωπος ὑπὸ ἀβουλίας εἰς κακῶν ὑπηρεσίαν ἐχρήσατο. σύνηθες δέ ἐστι τῇ ἁγίᾳ γραφῇ τὰ τοιαῦτα τῶν νοημάτων ταῖς τοιαύταις ἐξαγγέλλειν φωναῖς, ὡς τὸ Παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας καὶ Ἔδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν καὶ Ἐσκλήρυνε τὴν καρδίαν Φαραὼ καὶ τὸ Τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε, καὶ Ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ, καὶ Ἠπάτησάς με καὶ ἠπατήθην, καὶ ὅσα τούτοις ἐστὶν ὁμοιότροπα, ἐφ᾽ ὧν ἡ ἀκριβὴς διάνοια οὐ τὸ παρὰ τοῦ θεοῦ τι τῶν ἀτόπων ἐγγενέσθαι τῇ ἀνθρωπίνῃ φύσει συνίστησιν, ἀλλὰ κατηγορεῖ τῆς ἐξουσίας, ἣ ἀγαθὸν μέν ἐστι καὶ θεοῦ δῶρον δεδομένον τῇ φύσει, γέγονε δὲ διὰ τῆς ἀβουλίας ἡμῖν δύναμις τῆς πρὸς τὸ ἐναντίον ῥοπῆς. εἶδεν οὖν ὁ ἐκκλησιαστὴς Σύμπαντα τὰ πεποιημένα ἐν τῷ ὑπὸ τὸν ἥλιον βίῳ, ὅτι πάντα ἦν ματαιότης. οὐκ ἦν γὰρ ὁ συνιῶν, οὐκ ἦν ὁ ἐκζητῶν τὸν θεόν, ἐπειδὴ πάντες ἐξέκλιναν καὶ ἅμα ἠχρειώθησαν.

διὰ τοῦτο εἰπὼν ὅτι Καὶ ἰδοὺ τὰ πάντα ματαιότης τὴν αἰτίαν ἐπήγαγεν ὅτι οὐχ ὁ θεὸς τούτων αἴτιος ἀλλ᾽ ἡ προαίρεσις τῆς ἀνθρωπίνης ὁρμῆς, ἣν πνεῦμα ὠνόμασεν. κατηγορεῖ δὲ τούτου τοῦ πνεύματος, οὐχ ὅτι τοιοῦτον ἐξ ἀρχῆς ἦν· ἦ γὰρ ἂν ἔξω κατηγορίας ἦν εἰ τοιοῦτον ἐγένετο· ἀλλ᾽ ὅτι διαστραφὲν ἐξηρμόσθη τοῦ κόσμου.

Διεστραμμένον γάρ, φησίν, οὐ δυνήσεται ἐπικοσμηθῆναι, τουτέστιν οὐκ ἂν γένοιτο τῇ παρὰ τοῦ θεοῦ διακοσμηθείσῃ κτίσει οἰκεῖον τὸ ἐνδιάστροφον. ὥσπερ γὰρ ὁ τεχνίτης ὁ κατὰ πρόθεσίν τι ἑαυτῷ τεκταινόμενος κανόνι καὶ σπάρτῳ διευθύνει τὰ μέρη τὰ τὴν ἐργασίαν τοῦ σκεύους διὰ τῆς τεχνικῆς πρὸς ἄλληλα θέσεως συμπεραίνοντα· εἰ δέ τι τούτων μὴ κατὰ τὴν σπάρτον διευθυνθείη, οὐ παραδέχεται πάντως τὴν διαστροφὴν ἡ εὐθὴς ἁρμονία, ἀλλὰ χρὴ κἀκεῖνο ὑπαχθῆναι τῇ σπάρτῳ καὶ εὐθὺ γενέσθαι, εἰ μέλλοι τῷ εὐθεῖ συναρμόζεσθαι· οὕτω φησὶν ὁ ἐκκλησιαστής, ὅτι ἡ παρὰ τῆς κακίας διαστραφεῖσα φύσις τῇ κεκοσμημένῃ ὑπὸ τοῦ ὀρθοῦ λόγου κτίσει ἐγγενέσθαι οὐ δύναται. Καὶ ὑστέρημα, φησίν, οὐ δυνήσεται ἀριθμηθῆναι. ὑστερεῖσθαι τὸ λείπεσθαι ἡ γραφικὴ συνήθεια νοεῖν διδάσκει, καὶ τοῦτο ἐκ πολλῶν ἔστι πιστώσασθαι. ὁ γὰρ Ἐν παντὶ καὶ ἐν πᾶσι μεμυημένος Παῦλος οἶδε καὶ ὑστερεῖσθαι καὶ περισσεύειν· καὶ ὁ διὰ τῆς ἀσωτίας τὴν πατρικὴν ἐκδαπανήσας οὐσίαν λιμοῦ κατασχόντος ἤρξατο ὑστερεῖσθαι· καὶ περὶ τῶν ἁγίων ὁ Παῦλος διεξιὼν τά τε ἄλλα φησὶ περὶ αὐτῶν, ἐν οἷς ἐκακοπάθουν τῷ σώματι, καὶ τοῦτο προστίθησιν, ὅτι Ὑστερούμενοι καὶ θλιβόμενοι. οὐκοῦν καὶ ἐνταῦθα Ὑστέρημα ὁ λόγος εἰπὼν τὸ λεῖπον διὰ τῆς φωνῆς ἐνεδείξατο· τὸ δὲ λεῖπον ἐναρίθμιον τοῖς οὖσι γενέσθαι οὐ δύναται.

καὶ γὰρ οἱ μαθηταί, ἕως μὲν πάντες ἦσαν ἐν τῷ ἰδίῳ πληρώματι, δυοκαίδεκα ἦσαν τὸν ἀριθμόν, ἐπεὶ δὲ ἀπώλετο ὁ υἱὸς τῆς ἀπωλείας, ἐκολοβώθη ὁ ἀριθμὸς τῷ μὴ συναριθμεῖσθαι τοῖς οὖσι τὸν λείποντα· ἕνδεκα γὰρ μετὰ τὸν Ἰούδαν καὶ ἦσαν καὶ ὠνομάζοντο. τὸ οὖν Ὑστέρημα, φησίν, οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι. τί τοῦτο σημαίνει διὰ τοῦ λόγου; ὅτι ἦν ποτε καὶ τὸ καθ᾽ ἡμᾶς τῷ παντὶ ἐναρίθμιον· συνετελοῦμεν γὰρ καὶ ἡμεῖς εἰς τὴν ἱερὰν τῶν λογικῶν προβάτων ἑκατοντάδα. ἐπεὶ δὲ ἀπεβουκολήθη τῆς οὐρανίου διαγωγῆς τὸ ἓν πρόβατον ἡ ἡμετέρα φύσις διὰ κακίας πρὸς τὸν ἁλμυρὸν τοῦτον καὶ αὐχμῶντα τόπον κατασπασθεῖσα, οὐκέτι ὁ αὐτὸς ἀριθμὸς ἐπὶ τοῦ ποιμνίου τῶν ἀπλανῶν μνημονεύεται, ἀλλ᾽ ἐνενήκοντα καὶ ἐννέα κατονομάζονται· τὸ γὰρ μάταιον ἔξω τοῦ ἀριθμοῦ τῶν ὑφεστώτων γίνεται, διότι Ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι. ἦλθεν οὖν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς καὶ ἐπὶ τῶν ὤμων λαβὼν ἀποκαταστῆσαι τοῖς οὖσι τὸ τῇ ματαιότητι τῶν ἀνυπάρκτων ἐναπολλύμενον, ἵνα πάλιν ἄρτιος γένηται ὁ τῆς κτίσεως τοῦ θεοῦ ἀριθμός, ἀποσωθέντος τοῦ ἀπολωλότος τοῖς μὴ ἀπολλυμένοις.

Τίς οὖν ἡ τοῦ πλανηθέντος ἐπάνοδος καὶ τίς ὁ τρόπος τῆς ἀπὸ τῶν κακῶν πρὸς τὸ ἀγαθὸν ἀναλύσεως, ἐν τοῖς ἐφεξῆς διδασκόμεθα. ὁ γὰρ πεπειραμένος Κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας ἐκ τῶν ἡμετέρων ἡμῖν διαλέγεται. ὁ τὰς ἀσθενείας ἡμῶν ἀναλαβὼν δι᾽ αὐτῶν τῶν ἀσθενημάτων τῆς φύσεως τὴν ἔξω κακίας ὁδὸν ὑποδείκνυσι. νῦν γάρ μοι νόησον τὴν σοφίαν ἐξ αὐτοῦ τοῦ κατὰ σάρκα Σολομῶντος ἡμῖν διαλέγεσθαι, διαλέγεσθαι δὲ ταῦτα, δι᾽ ὧν ἂν μάλιστα πρὸς ὑπεροψίαν ὁδηγηθείημεν τῶν παρὰ τοῖς ἀνθρώποις σπουδαζομένων. οὐ γὰρ καθ᾽ ὁμοιότητα τῶν πολλῶν, οἷς οὐκ ἔστι κατ᾽ ἐξουσίαν τὸ καταθύμιον, καὶ ὁ παρ᾽ αὐτοῦ γίνεται λόγος, ὡς διὰ τούτου τὸ ἀναξιόπιστον ἔχειν, κατηγορῶν ἐκείνων, ὧν οὐ πεπείραται. ἡμεῖς γὰρ οὐ τῇ ἑαυτῶν πείρᾳ πάντα μανθάνομεν, ἀλλὰ διὰ μόνων τῶν λογισμῶν ἐκεῖνα γινώσκομεν, ὧν τὴν ἀπολαυστικὴν τῶν ἡδέων πεῖραν ἡ πενία κωλύει. κἄν τινι προσάγηται συμβουλὴ παρ᾽ ἡμῶν, τὸ παρ᾽ οὐδὲν ἡγεῖσθαι δεῖν τὰ ὑπὸ τῶν ἀνθρώπων τιμώμενα, πρόχειρος ἡ παραγραφὴ τοῦ ἀκούοντος, τὸ διὰ τοῦτο ἡμᾶς ἀτιμάζειν ἐκεῖνα, ὅτι μὴ τῇ πείρᾳ τὴν ἐν αὐτοῖς ἡδονὴν ἐγνωρίσαμεν. ἐπὶ δὲ τοῦ ταῦτα ἡμῖν διαλεγομένου ἀργεῖ πᾶσα τοιαύτη ἀντίρρησις. Σολομὼν γάρ ἐστιν ὁ ταῦτα λέγων. ὁ δὲ Σολομὼν οὗτος τρίτος ἦν ἐν τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ μετὰ τὸν Σαοὺλ ἐκεῖνον καὶ τὸν παρὰ τοῦ κυρίου ἐξειλεγμένον Δαβίδ.

αὐτὸς τὴν ἀρχὴν παρὰ τοῦ πατρὸς ἐκδεξάμενος καὶ αὐξηθείσης εἰς μέγεθος ἤδη τοῖς Ἰσραηλίταις τῆς δυναστείας ἀναδείκνυται βασιλεύς· ὃς οὐκέτι διὰ πολέμου καὶ μάχης τρίβων τὸ ὑποχείριον, ἀλλὰ κατὰ πᾶσαν ἐξουσίαν τῇ εἰρήνῃ ἐμβιοτεύων ἔργον ἐποιεῖτο οὐ τὴν κτῆσιν τῶν μὴ προσόντων, ἀλλὰ τὴν ἀπόλαυσιν τῶν περιόντων. ὡς οὖν οὐδενὸς αὐτῷ πρὸς οὐδὲν τῶν καταθυμίων ὄντος κωλύματος· ἥ τε γὰρ περιουσία τῇ ἐπιθυμίᾳ συνεξετείνετο καὶ ἡ σχολὴ πρὸς τὴν ἀπόλαυσιν ἄνετος ἦν· οὐδενὸς τῶν ἀβουλήτων τὴν ἐν τοῖς καταθυμίοις διαγωγὴν ἐπικόπτοντος, τά τε ἄλλα σοφὸς ὢν καὶ ἐφευρεῖν τι τῶν καθ᾽ ἡδονὴν ὑπὸ συνέσεως ἱκανὸς εἶπε τὰ καὶ τὰ τῶν πρὸς ἀπόλαυσιν σπουδαζομένων ἐπινοῆσαι καὶ πάντα ποιήσας, ὅσα καθεξῆς τῷ λόγῳ ἀπηριθμήσατο, δι᾽ αὐτῆς εἶπε μεμαθηκέναι τῆς πείρας, ὅτι ἓν πέρας ἐστὶ τῶν ἐν τούτοις σπουδαζομένων ἡ ματαιότης.

τάξιν δὲ τοιαύτην ἐπέθηκε τῷ διηγήματι, ὡς πρῶτον μὲν ἐν τοῖς πρώτοις χρόνοις τῆς ἑαυτοῦ ζωῆς τῇ παιδεύσει δοῦναι σχολὴν καὶ μὴ καταμαλακισθῆναι πρὸς τὰς ἐκ τῶν τοιούτων πόνων σπουδάς, χρήσασθαι δὲ τῇ προαιρέσει τοῦ πνεύματος, τουτέστι τῇ ὁρμῇ τῆς φύσεως, εἰς προσθήκην γνώσεως, εἰ καὶ μετὰ πόνων κατωρθοῦτο τὸ σπουδαζόμενον, καὶ οὕτως αὐξηθεὶς διὰ σοφίας μὴ λόγῳ κατασκέψασθαι τὴν ἐμπαθῆ καὶ ἄλογον περὶ τὰς σωματικὰς ἀπολαύσεις τῶν ἀνθρώπων ἀπάτην, ἀλλὰ καὶ δι᾽ αὐτῆς τῆς πείρας ἑκάστου τῶν σπουδαζομένων ἐπιγνῶναι τὸ μάταιον.

Ὁ μὲν οὖν σκοπὸς τῶν μετὰ τὰ προεξητασμένα γεγραμμένων οὗτός ἐστι. καιρὸς δ᾽ ἂν εἴη καὶ αὐτὴν παραθέσθαι καθεξῆς κατὰ τὸ ἀκόλουθον τῶν γεγραμμένων τὴν ἐπὶ λέξεως θεωρίαν. Ἐλάλησα ἐγὼ ἐν τῇ καρδίᾳ μου τῷ λέγειν, ἰδοὺ ἐμεγαλύνθην ἐγώ. ἐπειδὴ γὰρ εἶδον, φησίν, περὶ ἐμαυτὸν τὸ ἐκ τῆς δυναστείας μέγεθος καὶ τὸν ὄγκον τῆς βασιλείας ἀθρόως ἐπιγενόμενον, οὐκ ἔστην ἐπὶ τῶν παρόντων οὐδὲ αὐταρκὲς ᾠήθην εἰς εὐκληρίαν βίου τὸ ἀπόνως μοι προσγενόμενον, ἀλλὰ πρὸ τούτων τὸ τῆς σοφίας κτῆμα περὶ παντὸς ἐποιησάμην, ὃ οὐκ ἔστι δυνατὸν ἄλλως εἰ μὴ μετὰ πόνων τε καὶ ἱδρώτων κτήσασθαι. διὰ τοῦτο εἰπών, ὅτι Ἐλάλησα ἐγὼ ἐν τῇ καρδίᾳ μου τῷ λέγειν, ἰδοὺ ἐμεγαλύνθην ἐγὼ ἐπήγαγε τὸ Καὶ προσέθηκα σοφίαν. τὸν γὰρ κατὰ τὸ αὐτόματόν μοι προσγεγονότα τῆς δυναστείας ὄγκον ηὔξησα τῇ τῆς σοφίας προσθήκῃ, ταῦτα κατ᾽ ἐμαυτὸν εἰπών, ὅτι χρὴ μάλιστα διὰ τούτου τῶν προγεγονότων βασιλέων δειχθῆναι ὑπέρτερον καὶ ἐν σοφίᾳ τὸ πλέον ἔχειν. Προσέθηκα γὰρ σοφίαν ἐν πᾶσι τοῖς γενομένοις ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ ὅπως ἂν ταῦτα γένοιτο κατενόησα. τίς γὰρ οὐκ οἶδεν, ὅτι ἐν τῇ γνώσει τῶν ἑτέροις προπεπονημένων τοῖς φιλοπονοῦσιν ἡ σοφία συνίσταται;

διὸ φησίν· ἡ καρδία μου εἶδε πολλά, σοφίαν καὶ γνῶσιν, οὐ κατὰ τὸ αὐτόματον ἀκμητὶ τῆς τῶν τοιούτων γνώσεως ἐγγενομένης, ἀλλ᾽ ἐπειδή, φησίν, Ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν, ὡς οὐκ ἂν μαθὼν ἐκεῖνα, εἰ μὴ πόνος τε καὶ μελέτη τῆς γνώσεως αὐτῶν καθηγήσατο· ἀλλὰ καὶ Παραβολάς, φησί, καὶ ἐπιστήμην ἔγνων, τουτέστι τὴν ἐξ ἀναλογίας γινομένην τοῦ ὑπερκειμένου κατάληψιν διὰ τῆς παραθέσεως τῶν γινωσκομένων. καὶ ταῦτα μεμαθηκέναι λέγει· Παραβολὰς γάρ, φησί, καὶ ἐπιστήμην ἔγνων, καθάπερ καὶ ἐν τῷ εὐαγγελίῳ διδάσκων τοὺς ἀκροωμένους ὁ κύριος τὸν περὶ τῆς βασιλείας λόγον ὑπ᾽ ὄψιν ἄγει, ἢ μαργαρίτην ἢ θησαυρὸν ἢ γάμον ἢ κόκκον ἢ ζύμην ἤ τι τοιοῦτον διηγησάμενος, οὐ ταῦτα λέγων εἶναι τὴν βασιλείαν, ἀλλὰ διὰ τῆς ὁμοιώσεως τῶν ἐν τούτοις σημαινομένων ἐναύσματά τινα καὶ αἰνίγματα τῶν ὑπὲρ κατάληψιν πραγμάτων παραβολικῶς τοῖς ἀκούουσιν ὑποδείκνυσιν. καὶ εἰς τοῦτό μοι γέγονε, φησίν, ἡ προαίρεσις τοῦ πνεύματος, τὸ γενέσθαι μοι πλῆθος σοφίας, ὡς ἂν διὰ τοῦ γενέσθαι σοφὸς μὴ διαμάρτοιμι τῆς τῶν ὄντων γνώσεως μηδὲ ἐκτὸς γενοίμην τῆς τοῦ λυσιτελοῦντος εὑρέσεως. ἐκ γὰρ σοφίας ἡ γνῶσις συνίσταται, ἡ δὲ γνῶσις εὐκολωτέραν ἡμῖν ποιεῖ τὴν τοῦ ὑπερέχοντος κρίσιν.

τοῦτο δὲ οὐκ ἀκμητὶ τοῖς σπουδάζουσι παραγίνεσθαι πέφυκεν, ἀλλ᾽ ὁ προστιθεὶς ἑαυτῷ γνῶσιν συνεπιτείνει πάντως τῇ μαθήσει τὸν πόνον. διὸ φησίν, ὅτι Ὁ προστιθεὶς γνῶσιν προσθήσει ἄλγημα. καὶ τοιοῦτος γεγονὼς τότε τῶν ἡδέων ὡς ματαίων καταψηφίζεται.

Λέγει γὰρ ὅτι Εἶπα ἐγὼ ἐν τῇ καρδίᾳ μου, δεῦρο δή, πειράσω σε ἐν εὐφροσύνῃ, καὶ ἰδὲ ἐν ἀγαθοῖς, καί γε τοῦτο ματαιότης. οὐ γὰρ εὐθὺς ἔδωκεν ἑαυτὸν τῇ τοιαύτῃ πείρᾳ οὐδὲ ἄγευστος τοῦ κατεσκληκότος τε καὶ σεμνοτέρου βίου πρὸς τὴν τῶν ἡδέων μετουσίαν κατώλισθεν, ἀλλ᾽ ἐνασκηθεὶς ἐκείνοις καὶ κατορθώσας τῷ ἤθει τὸ ἀμειδὲς καὶ ἀνένδοτον, δι᾽ ὧν μάλιστα τὰ τῆς σοφίας μαθήματα τοῖς σπουδάζουσι γίνεται, τότε καθίησι πρὸς τὰ τῇ αἰσθήσει τερπνὰ νομιζόμενα, οὐ πάθει πρὸς ταῦτα καθελκυσθείς, ἀλλὰ τοῦ ἐπισκέψασθαι χάριν, εἴ τι συντελεῖ πρὸς τὴν τοῦ ἀληθινῶς ἀγαθοῦ γνῶσιν ἐν τούτοις γενομένη ἡ αἴσθησις. ἐπεὶ τό γε κατ᾽ ἀρχὰς ἐχθρὸν ἑαυτοῦ ποιεῖται τὸν γέλωτα καὶ περιφορὰν ὀνομάζει τὸ πάθος, ὅπερ ἴσον ἐστὶ κατὰ διάνοιαν τῇ παραφορᾷ τε καὶ παρανοίᾳ· ἦ τί γὰρ ἂν ἄλλο τις ὀνομάσειε κυρίως τὸν γέλωτα, ὃς μήτε λόγος ἐστὶ μήτε ἔργον ἐπί τινι σκοπῷ κατορθούμενον, διάχυσις δὲ σώματος ἀπρεπὴς καὶ πνεύματος κλόνος καὶ βρασμὸς ὅλου τοῦ σώματος καὶ διαστολὴ παρειῶν καὶ γύμνωσις ὀδόντων τε καὶ οὔλων καὶ ὑπερῴας αὐχένος τε λυγισμὸς καὶ φωνῆς παράλογος θρύψις συνεπικοπτομένης τῇ κλάσει τοῦ πνεύματος· τί ἂν ἄλλο εἴη τοῦτο, φησί, καὶ οὐ παράνοια;

διό φησι Τῷ γέλωτι εἶπον περιφοράν, ὡς ἂν εἰ ἔλεγε τῷ γέλωτι, ὅτι· μαίνῃ καὶ παρεξέστηκας καὶ οὐκ ἐντὸς τοῦ καθεστῶτος μένεις, ἑκουσίως ἀσχημονῶν καὶ διαστρέφων ἐν τῷ πάθει τὸ εἶδος, ἐπ᾽ οὐδενὶ χρησίμῳ τὴν διαστροφὴν ἐργαζόμενος. εἶπον δὲ Καὶ τῇ εὐφροσύνῃ, τί τοῦτο ποιεῖς; ὅπερ ἴσον ἐστὶ τῷ λέγειν, ὅτι· πρὸς τὴν ἡδονὴν ἀντιστατικῶς ἔσχον ὑποπτεύων αὐτῆς τὸν προσεγγισμόν, οἱονεὶ κλέπτου τινὸς λαθραίως ἐντὸς παραδυομένου τῶν τῆς ψυχῆς ταμιείων, οὐκ ἀφῆκά ποτε κατακρατῆσαι τῆς διανοίας αὐτήν. εἰ γὰρ ἔγνων μόνον τὴν ἡδονὴν οἷόν τι θηρίον τὰς αἰσθήσεις μου περιέρπουσαν, εὐθὺς 〈ἂν〉 ἀπεμαχόμην τε πρὸς αὐτὴν καὶ ἀντέβαινον, Τί ταῦτα ποιεῖς λέγων πρὸς τὴν ἀνδραποδώδη ταύτην καὶ ἄλογον εὐφροσύνην· τί ἐκθηλύνεις τὸ ἀνδρῶδες τῆς φύσεως; τί καταμαλάσσεις τῆς διανοίας τὸ σύντονον; τί ἐκνευρίζεις τῆς ψυχῆς τὸν τόνον; τί διαλυμαίνῃ τοῖς λογισμοῖς; τί μοι τὸ καθαρὸν τῆς τῶν νοημάτων αἰθρίας τῇ παρ᾽ ἑαυτῆς ὁμίχλῃ ζόφον ποιεῖς;

Ταῦτα, φησί, καὶ τὰ τοιαῦτα ποιήσας Ἐσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου, τουτέστιν ὅπως ἂν ἐπικρατεστέρα γένοιτο ἡ τῶν νοητῶν ἐπιμέλεια τῶν τῆς σαρκὸς κινημάτων, ὥστε μὴ στασιάζειν πρὸς ἑαυτὴν τὴν φύσιν, ἄλλα μὲν τῆς διανοίας προαιρουμένης, πρὸς ἕτερα δὲ τῆς σαρκὸς ἀφελκούσης, ἀλλ᾽ ὡς καταπειθὲς καὶ ὑποχείριον ποιῆσαι τῷ νοητῷ τῆς ψυχῆς μέρει τὸ τῆς σαρκὸς ἡμῶν φρόνημα, ἑλκυσθέντος τε καὶ καταποθέντος τοῦ ἐλαττουμένου ἐν τῷ πλεονάζοντι, ὃν τρόπον ἐπὶ τῶν διψώντων γίνεται· οὐ γὰρ ἐναπομένει ὁ οἶνος τῇ κύλικι, εἴ γε τῷ διψῶντι στόματι προσαχθείη, ἀλλὰ μεθίσταται πρὸς τὸν πίνοντα καὶ ἀφανὴς γίνεται μετὰ σπουδῆς ἐπὶ τὸ ἐντὸς εἰσελκόμενος. οὗ γενομένου ἀπλανής μοι καὶ ἀνεμπόδιστος ἐγένετο ἡ ὁδηγία πρὸς τὴν ἐπιστήμην τῶν ὄντων. Ἡ καρδία γάρ μου, φησίν, ὡδήγησέ με ἐν σοφίᾳ, δι᾽ ἧς κατεκράτησα τῆς ἐπαναστάσεως τῶν ἡδονῶν, καὶ γέγονέ μοι ἡ παίδευσις αἰτία τοῦ κρατῆσαι ἐπὶ εὐφροσύνῃ. οὕτω γὰρ περιέχει ἡ ἀκολουθία τῆς λέξεως. τόδε μοι μάλιστα κατὰ τὴν γνῶσιν σπουδαζόμενον ἦν τὸ ἐπὶ μηδενὶ ματαίῳ τὴν ζωὴν ἀσχολῆσαι, ἀλλ᾽ εὑρεῖν ἐκεῖνο τὸ ἀγαθόν, οὗ τις ἐπιτυχὼν οὐχ ἁμαρτάνει τῆς τοῦ συμφέροντος κρίσεως, ὃ διαρκές τέ ἐστι καὶ οὐ πρόσκαιρον καὶ πάσῃ τῇ ζωῇ παρατείνεται, ἐπ᾽ ἴσης ἀγαθὸν πάσῃ ἡλικίᾳ γινόμενον καὶ πρώτῃ καὶ μέσῃ καὶ τελευταίᾳ καὶ παντὶ τῷ τῶν ἡμερῶν ἀριθμῷ.

Ἕως οὗ γὰρ ἴδω, φησί, ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν. τὰ γὰρ διὰ σαρκὸς σπουδαζόμενα, κἂν ὅτι μάλιστα πρὸς τὸ παρὸν δελεάζῃ τὴν αἴσθησιν, ἐν ἀκαρεῖ τὸ εὐφραῖνον ἔχει· οὐ γὰρ ἔστιν ἐπ᾽ οὐδενὶ τῶν ἐν τῷ σώματι γινομένων διαρκῶς ἡσθῆναι, ἀλλ᾽ ἡ τοῦ πίνειν ἡδονὴ συναπολήγει τῷ κόρῳ, καὶ ἐπὶ τοῦ ἐσθίειν ὡσαύτως ἡ πλησμονὴ τὴν ὄρεξιν ἔσβεσε, καὶ εἴ τις ἄλλη ἐπιθυμία κατὰ τὸν αὐτὸν τρόπον τῇ τοῦ ἐπιθυμητοῦ μετουσίᾳ κατεμαράνθη, κἂν πάλιν γένηται, πάλιν μαραίνεται· διαρκεῖ δὲ οὐδὲν εἰς ἀεὶ τῶν τῇ αἰσθήσει τερπνῶν οὐδὲ ὡσαύτως ἔχει. καὶ ἔτι πρὸς τούτοις ἄλλο τῇ νηπιότητι ἀγαθὸν καὶ ἕτερον τῇ τῆς ἡλικίας ἀκμῇ, ἄλλο τῷ παρακμάσαντι καὶ ἕτερον τῷ παρ᾽ ἡλικίαν, καὶ τῷ γέροντι πάλιν ἄλλο τῷ εἰς γῆν ἤδη ῥέποντι.

ἐγὼ δέ, φησίν, ἐζήτουν ἐκεῖνο τὸ ἀγαθόν, ὃ πάσῃ ἡλικίᾳ καὶ παντὶ τῷ χρόνῳ τῆς ζωῆς ἐπ᾽ ἴσης ἀγαθόν ἐστιν, οὗ κόρος οὐκ ἐλπίζεται καὶ πλησμονὴ οὐχ εὑρίσκεται, ἀλλὰ συμπαρατείνεται τῇ μετουσίᾳ ἡ ὄρεξις, καὶ συνακμάζει τῇ ἀπολαύσει ὁ πόθος καὶ τῇ τοῦ ἐπιθυμητοῦ ἐπιτυχίᾳ οὐ περιγράφεται, ἀλλ᾽ ὅσῳ μᾶλλον ἐντρυφᾷ τῷ ἀγαθῷ, τοσούτῳ μᾶλλον ἡ ἐπιθυμία τῇ τρυφῇ συνεκκαίεται, καὶ ἡ τρυφὴ τῇ ἐπιθυμίᾳ συνεπιτείνεται καὶ κατὰ πᾶν διάστημα τῆς ζωῆς ἀεὶ καλὸν τοῖς μετιοῦσι γίνεται, οὐδὲν τῷ ἀστάτῳ τῶν ἡλικιῶν τε καὶ τῶν χρόνων συναλλοιούμενον, ὃ καὶ μύοντι καὶ ἀναβλέποντι, εὐημεροῦντι καὶ λυπουμένῳ, νυκτερεύοντί τε καὶ διημερεύοντι, πεζεύοντι καὶ θαλαττεύοντι, ἐνεργοῦντι καὶ ἀνειμένῳ, ἄρχοντι καὶ δουλεύοντι καὶ πᾶσιν ἁπαξαπλῶς τοῖς κατὰ τὸν βίον ἐπ᾽ ἴσης ἀγαθόν ἐστιν, ὑπὸ τῶν περιστατικῶς τινι συμπιπτόντων οὔτε τι χεῖρον οὔτε κρεῖττον γινόμενον, οὔτε ἐλαττούμενον οὔτε αὐξόμενον. τοῦτό ἐστι, κατά γε τὸν ἐμὸν λόγον, τὸ ὄντως ὂν ἀγαθόν, ὅπερ ἰδεῖν ὁ Σολομὼν ἐζήτει, ὃ ποιήσουσιν οἱ ἄνθρωποι ὑπὸ τὸν ἥλιον κατὰ πάντα τὸν ἀριθμὸν τῶν ἡμερῶν τῆς ζωῆς αὐτῶν. ὅπερ οὐδὲν ἕτερον εἶναί μοι φαίνεται ἢ τὸ τῆς πίστεως ἔργον, ἧς ἡ ἐνέργεια κοινή τε πᾶσίν ἐστιν, ἐκ τοῦ ὁμοτίμου τοῖς ἐθέλουσι προκειμένη καὶ παντοδυνάμως καὶ διαρκῶς τῇ ζωῇ παραμένουσα.

τοῦτό ἐστι τὸ ἀγαθὸν ἔργον, ὃ καὶ ἐν ἡμῖν γένοιτο ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.