Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἕκτον ψαλμόν

Γρηγόριος ὁ Νύσσης

Το μυστήριο της ογδόης ημέρας και η εσχατολογική κρίση

Η πνευματική ερμηνεία της ογδόης ημέρας ως υπέρβασης του εβδομαδιαίου χρόνου, η οποία συνδέεται με τη δικαία κρίση του Θεού, προκαλώντας φόβο για τα μέλλοντα κολαστήρια και οδηγώντας την ψυχή σε μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 3

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟΝ ΕΚΤΟΝ ΨΑΛΜΟΝ ΠΕΡΙ ΤΗΣ ΟΓΔΟΗΣ Οἱ ἐκ δυνάμεως εἰς δύναμιν πορευόμενοι κατὰ τὴν προφητικὴν εὐλογίαν καὶ τὰς καλὰς ἀναβάσεις ἐν ταῖς ἑαυτῶν καρδίαις διατιθέμενοι, ὅταν τινὸς ἀγαθοῦ νοήματος δράξωνται, χειραγωγοῦνται δι᾽ ἐκείνου πρὸς ὑψηλότερον νόημα δι᾽ οὗ γίνεται τῇ ψυχῇ ἡ ἐπὶ τὸ ὕψος ἀνάβασις. καὶ οὕτως ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος οὐδέποτε τῆς ἀγαθῆς ἀνόδου παύσεται ἀεὶ διὰ τῶν ὑψηλῶν νοημάτων πρὸς τὴν τῶν ὑπερκειμένων κατανόησιν ὁδηγούμενος. ταῦτα εἶπον, ἀδελφοί, πρὸς ὑμᾶς, τῷ ἕκτῳ τῶν ψαλμῶν προσέχων τὴν διάνοιαν καὶ βλέπων τὴν ἀναγκαίαν τῆς τάξεως ἀκολουθίαν, πῶς μετὰ τὴν κληρονομοῦσαν ὁ περὶ τῆς ὀγδόης ἡμῖν προσετέθη λόγος. πάντως δὲ οὐκ ἀγνοεῖτε τὸ τῆς ὀγδόης μυστήριον. οὐ γὰρ δὴ πρὸς Ἰουδαικὰς ὑπολήψεις εἰκός ἐστιν ὑποφέρεσθαί τινων τὴν διάνοιαν· οἱ περὶ τὰ ἀσχήμονα τοῦ σώματος ἡμῶν τὸ μεγαλοφυὲς τοῦ μυστηρίου τῆς ὀγδόης κατάγοντες τὸν τῆς περιτομῆς νόμον καὶ τὸ μετὰ τὴν λοχείαν καθάρσιον καὶ τὰ τοιαῦτα λέγουσι τῷ ἀριθμῷ τῆς ὀγδόης καταμηνύεσθαι.

ἡμεῖς δὲ διδαχθέντες παρὰ τοῦ μεγάλου Παύλου ὅτι ὁ νόμος πνευματικός ἐστι, κἂν ἐν τοῖς μνημονευθεῖσι νόμοις ὁ ἄριθμος οὗτος ἐμφέρηται νομοθετῶν καὶ τῷ ἄρρενι τὴν περιτομὴν καὶ τῇ γυναικὶ τὴν ἐπὶ καθαρισμοῦ θυσίαν, οὔτε ἀποβάλλομεν τὸν νόμον οὔτε ταπεινῶς ἐκδεχόμεθα εἰδότες ὅτι ἀληθῶς τῇ ὀγδόῃ γίνεται ἡ ἀληθινὴ περιτομὴ διὰ τῆς πετρίνης μαχαίρας ἐνεργουμένη. νοεῖς δὲ πάντως διὰ τῆς τεμνούσης τὸ ἀκάθαρτον πέτρας αὐτὴν τὴν πέτραν ἥτις ἐστὶν ὁ Χριστός, τουτέστι τῆς ἀληθείας ὁ λόγος, καὶ ὅτι τότε παύεται ἡ ῥυπῶσα τῶν τοῦ βίου πραγμάτων ῥύσις, τῆς ἀνθρωπίνης ζωῆς μεταστοιχειωθείσης πρὸς τὸ θειότερον. ὡς δ᾽ ἂν πᾶσι γένοιτο δῆλον τὸ ἐν τοῖς τοιούτοις νοούμενον, σαφέστερον, ὅπως ἂν οἷός τε ὦ, τὸν λόγον ἐκθήσομαι. ὁ τοῦ βίου τούτου χρόνος ἐν τῇ πρώτῃ δημιουργίᾳ τῆς κτίσεως διὰ μιᾶς ἑβδομάδος ἡμερῶν συνεπληρώθη. ἤρξατό τε γὰρ ἀπὸ τῆς πρώτης ἡ τῶν ὄντων δημιουργία καὶ τῇ ἑβδόμῃ συγκατέληξε τὸ πέρας τῆς κτίσεως. Ἐγένετο γὰρ ἡμέρα μία, φησίν, ἐν ᾗ τὰ πρῶτα ἐγένετο· καὶ οὕτως ἐν τῇ δευτέρᾳ τὰ δεύτερα, καὶ ἀκολούθως ἕως τῶν ἓξ ἅπαντα. ἡ δὲ ἑβδόμη πέρας γενομένη τῆς κτίσεως ἐν ἑαυτῇ περιέγραψε τὸν συμπαρεκτεινόμενον τῇ κατασκευῇ τοῦ κόσμου χρόνον.

ὡς τοίνυν οὔτε οὐρανὸς ἐξ ἐκείνου γέγονεν ἄλλος οὔτε τι ἕτερον τῶν τοῦ κόσμου μερῶν προσετέθη τοῖς ἐξ ἀρχῆς γεγονόσιν, ἀλλ᾽ ἔστη ἐφ᾽ ἑαυτῆς ἡ κτίσις ἀπροσδεὴς καὶ ἀμείωτος ἐν τοῖς μέτροις ἑαυτῆς διαμείνασα· οὕτως οὔτε χρόνος ἄλλος παρὰ τὸν τῇ παρασκευῇ τοῦ κόσμου συναναδειχθέντα ἐγένετο, ἀλλὰ περιωρίσθη τῇ ἑβδομάδι τῶν ἡμερῶν ἡ τοῦ χρόνου φύσις. καὶ τούτου χάριν ὅταν ἐκμετρῶμεν ταῖς ἡμέραις τὸν χρόνον, ἀπὸ τῆς μιᾶς ἀρχόμενοι καὶ τῇ ἑβδόμῃ τὸν ἀριθμὸν κατακλείοντες πάλιν ἐπὶ τὴν μίαν ἀναποδίζομεν, ἀεὶ διὰ τοῦ κύκλου τῶν ἑβδομάδων ἀναμετροῦντες ὅλον τὸ τοῦ χρόνου διάστημα, ἕως ἂν παρελθόντων τῶν κινουμένων καὶ παυσαμένης ποτὲ τῆς ῥοώδους τοῦ κόσμου κινήσεως, καθώς φησιν ὁ ἀπόστολος, ἔλθῃ τὰ μηκέτι σαλευόμενα, ὧν μεταβολὴ καὶ ἀλλοίωσις οὐκέτι ἅπτεται, ἐν τοῖς αὐτοῖς ὡσαύτως ἀεὶ πρὸς τοὺς ἐφεξῆς αἰῶνας διαμενούσης ἐκείνης τῆς κτίσεως, ἐν ᾗ γίνεται ἡ ἀληθινὴ περιτομὴ τῆς ἀνθρωπίνης φύσεως ἐν τῇ τῆς σωματικῆς ζωῆς περιαιρέσει καὶ τὸ ἀληθινὸν καθάρσιον τοῦ ἀληθινοῦ ῥύπου. ῥύπος δὲ ἀνθρώπου ἡ ἁμαρτία ἡ συναποτικτομένη τῇ ἀνθρωπίνῃ φύσει (ὅτι Ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου), ἣν ὁ τὸν καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος τότε εἰς τὸ παντελὲς ἐκκαθαίρει ἐξαναλίσκων ἐκ τῆς τῶν ὄντων φύσεως πᾶν ὅσον αἱματῶδές τε καὶ ῥυπαρὸν καὶ ἀκρόβυστον.

καὶ οὕτω δεχόμεθα τὸν περὶ τῆς ὀγδόης νόμον τὸν καθαίροντά τε καὶ περιτέμνοντα, διότι τοῦ ἑβδομαδικοῦ παυσαμένου χρόνου ἐνστήσεται ἡμέρα ὀγδόη μετὰ τὴν ἑβδόμην, ὀγδόη μὲν λεγομένη ὅτι μετὰ τὴν ἑβδόμην γίνεται, οὐκέτι δὲ τὴν τοῦ ἀριθμοῦ διαδοχὴν ἐφ᾽ ἑαυτῆς δεχομένη. μία γὰρ εἰς τὸ διηνεκὲς παραμένει οὐδέποτε νυκτερινῷ διαιρουμένη ζόφῳ. ἄλλος γὰρ αὐτὴν ποιεῖ ἥλιος ὁ τὸ ἀληθινὸν φῶς ἀπολάμπων· ὃς ἐπειδὰν ἅπαξ ἐπιφαύσῃ ἡμῖν, καθώς φησιν ὁ ἀπόστολος, οὐκέτι ἐν δυσμαῖς κρύπτεται, ἀλλὰ πάντα τῇ φωτιστικῇ ἑαυτοῦ δυνάμει περιπτυξάμενος διηνεκές τε καὶ ἀδιάδοχον τοῖς ἀξίοις τὸ φῶς ἐμποιεῖ καὶ αὐτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου ἄλλους ἡλίους ἀπεργαζόμενος, καθώς φησιν ἐν τῷ εὐαγγελίῳ ὁ λόγος, ὅτι Τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος.

Ἐπεὶ οὖν ὑπὲρ τῆς κληρονομούσης ἐν τῷ προλαβόντι ψαλμῷ τὸν λόγον πεποίηται, ἡ δὲ κληρονομία ἐν τῇ ὀγδόῃ τοῖς ἀξίοις ἀπόκειται, ἐν ταύτῃ δὲ καὶ ἡ δικαία τοῦ θεοῦ γίνεται κρίσις ἑκάστῳ τὸ κατ᾽ ἀξίαν νέμουσα, καλῶς ὁ προφήτης τῇ περὶ τῆς ὀγδόης μνήμῃ τὸν περὶ τῆς μετανοίας συνεισήγαγε λόγον. τίς γὰρ τῆς φοβερᾶς τοῦ Χριστοῦ κρίσεως μνήμην λαβὼν οὐκ εὐθὺς ἐν τῷ συνειδότι τῷ ἰδίῳ σπαράσσεται καὶ φόβῳ καὶ ἀγωνίᾳ συνέχεται; κἂν πρὸς τὸ κρεῖττον ἑαυτῷ συνεγνωκὼς τύχῃ τὸν βίον; ἀλλ᾽ οὖν πρὸς τὴν ἀκρίβειαν τῆς κρίσεως βλέπων, ἐν ᾗ καὶ τὰ λεπτότατα τῶν παροραμάτων εἰς ἐξέτασιν ἄγεται, καταπτοεῖται πάντως τῇ τῶν φοβερῶν προσδοκίᾳ, οὐκ εἰδὼς εἰς ὅ τι αὐτῷ τὸ τῆς κρίσεως καταλήξει πέρας. τούτου χάριν ὡς ἐν ὀφθαλμοῖς λαβὼν τὰ φοβερὰ κολαστήρια, τὴν γέεναν ἐκείνην καὶ τὸ σκοτεινὸν πῦρ καὶ τὸν ἀτελεύτητον τῆς συνειδήσεως σκώληκα τὸν ἀεὶ μύζοντα τὴν ψυχὴν δι᾽ αἰσχύνης καὶ τῇ μνήμῃ τῶν κακῶς βεβιωμένων τὰς ἀλγηδόνας ἀνακαινίζοντα, ἤδη τοῦ θεοῦ ἱκέτης γίνεται δεόμενος μὴ τῷ θυμῷ ἐκείνῳ παραδοθῆναι πρὸς ἔλεγχον μήτε διὰ τῆς ὀργῆς ἐκείνης ἐπαχθῆναι αὐτῷ τὴν ὑπὲρ ὧν ἐπλημμέλησε παίδευσιν. τοῖς γὰρ καταδικασθεῖσι τῇ πικρᾷ παιδεύσει τῆς φοβερᾶς ἐκείνης κολάσεως θυμοῦ ἔργον νομίζεται καὶ ὀργῆς ἡ διάκρισις.