Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας θε

Γρηγόριος ὁ Νύσσης

Αγαλλίαση της κτίσεως και καταληκτήρια δοξολογία

Προτροπή σε πνευματική αγαλλίαση για την αποκάλυψη του τριαδικού μυστηρίου κατά τον Ευαγγελισμό και τελική δοξολογία προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

Χορεύει πᾶσα ἡ κτίσις Χριστοῦ ἐν κόσμῳ τεχθέντος καὶ ἡμεῖς οὖν ἔτι ὄντες ἐν σώματι τῷ θεῷ ἀγγελικαῖς ὑμνῳδίαις ἐξευμενίζειν σπουδάσομεν, ἐρευνημένῳ τύπῳ τὴν τῶν θείων δογμάτων ἀλήθειαν πιστῶς ἐν τῇ διανοίᾳ κατασπείρωμεν. Ὑπάρχει γὰρ τὸ μυστήριον ἀκατάληπτον καὶ ἀόρατον, ἀναλλοίωτον καὶ ἀπερίγραπτον· σιωπῇ προσκυνούμενον καὶ τῷ νῷ καταπληττόμενον. Καὶ γὰρ ἡ ἁγία τὸν τρόπον ἐθαύμαζε πῶς τοῦ φωτὸς τὸ ἀπαύγασμα γυναικὸς γέννημα γίνεται· τὸν θησαυρὸν τῆς ζωῆς περιεπτύσσετο καὶ τὸν ἀσπασμὸν τοῦ ἀγγέλου διελογίζετο, ἕως ἐτελεσφόρησε τὸν καρπὸν τῆς σωτηρίας. Ὧδε λοιπὸν τὰ καλλίμορφα ἄνθη τῆς τοῦ Χριστοῦ διδασκαλίας τοὺς καρποὺς τῆς εὐλογίας προσφέρουσιν· ὧδε πᾶσα ἁγνεία καὶ εὐωδία τὸ τῆς προσευχῆς θυμίαμα, καθαρᾷ συνειδήσει θεῷ προσκομίζει· ὧδε παρθενία καὶ σοφροσύνη χορεύουσα τὸν ζωηφόρον βότρυν ἐκαρποφόρησε· ὧδε τὰ ἔπαθλα τῆς νικηφόρου δυνάμεως τοὺς θησαυροὺς ἡμῖν τῆς ἀγάπης κυπρίζουσι· ὧδε τῆς ἁγίας Τριάδος μυστήριον ὑπὸ τοῦ ἀρχαγγέλου τῇ παρθένῳ πεφανέρωται κατὰ τὸ εὐαγγέλιον, “Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, δι᾽ ὃ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ”.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.