Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας θε

Γρηγόριος ὁ Νύσσης

Ερμηνεία του αγγελικού χαιρετισμού και το μυστήριο της Ενσαρκώσεως

Θεολογική ανάλυση του αγγελικού χαιρετισμού, η λύση της προπατορικής κατάρας και η θεολογική προσέγγιση της ενανθρώπησης του Λόγου μέσω της Παρθένου Μαρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

ὁ γὰρ ἐκ παρθένου γῆς πλάσας τὸν ἄνθρωπον, αὐτὸς καὶ νῦν ποιεῖ ὅσα βούλεται, ἵνα σώσῃ πλάσμα τὸ ἴδιον“. Νῦν μοι τῆς ἁγίας παρθένου τὸν τρόπον θαυμάζειν ὡς ἔνεστι πρέποντος. Ταύτην ὁ ἄγγελος πρώην πάλιν ”χαῖρε κεχαριτωμένη” ἡσπάσατο, ἐπειδὴ μετ᾽ αὐτῆς ὅλος ὁ θησαυρὸς τῆς χάριτος πολιτεύεται. Ἐκ πασῶν γενεῶν μόνη γεννῆσαι θεὸν κατηξιώται· μόνη φέρει τὸν τὰ πάντα φέροντα τῷ ῥήματι. Καὶ οὐ μόνον θαυμάζειν ἔνεστι τῆς θεοτόκου τὸ κάλλος, ἀλλὰ καὶ τῆς ψυχῆς τὸ ἐνάρετον, διὸ καὶ τό “χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου” προεφώνησεν αὐτῇ ὁ ἄγγελος, ξενείαν γὰρ τῷ θεῷ τὴν ψυχὴν ἡ ἁγία εὐτρεπήσασα, ξενίων καὶ θείων μυστηρίων δοχεῖον γέγονε. Δεῦρο τοίνυν καὶ ἡμεῖς ἀγαπητοὶ τὴν κατὰ δύναμιν ὀφειλὴν ἀποτίσωμεν, τῇ φωνῇ τοῦ ἀγγέλου συνεπόμενοι κεκράζωμεν· “χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, σὸν γὰρ τὸ χαίρειν ὡς ἀληθῶς, ἐπειδὴ ὁ κύριος τῶν ἁπάντων μετά σου, ὡς οἶδεν, ἐσκήνωσε. “Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, οὐ γήϊνος νυμφίος, ἀλλὰ αὐτὸς ὁ κύριος ὁ τῆς ἁγνείας πατήρ, ὁ τῆς παρθενίας φύλαξ καὶ τοῦ ἁγιασμοῦ κύριος, ὁ τῆς ἀφθαρσίας κτίστης καὶ τῆς ἐλευθερίας δωτήρ, ὁ τῆς σωτηρίας κηδεμὼν καὶ τῆς ἀληθοῦς εἰρήνης ταμείας χορηγός· αὐτὸς ὁ κύριος μετά σου, ἐπειδὴ ἐν σοὶ ἡ θεῖα χάρις ἐπανεπαύσατο. “

Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, οὐκ ἔτι Ἀδὰμ φοβεῖται τὸν ὄφιν τὸν δόλιον, ὁ γὰρ ἐκ σοῦ γεννώμενος πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ κατήργησε, οὐκ ἔτι τὸ γένος τῶν ἀνθρώπων τὴν πλάνην καὶ τὸν δόλον τοῦ ὄφεως φοβεῖται, ὁ γὰρ κύριος συνέτριψεν τὰς κεφαλὰς τοῦ δράκοντος ἐν τῷ ὕδατι τοῦ βαπτίσματος, οὐκ ἔτι φοβοῦμαι ἐγὼ ἀκούειν “γῆ εἴ, καὶ εἰς γῆν ἀπελεύσῃ”, ὁ γὰρ κύριος ἐν τῷ ἁγίῳ βαπτίσματι τὸν ῥύπον τῆς ἁμαρτίας ἀπέσμιξεν ἀπ᾽ ἐμοῦ, οὐκ ἔτι κλαίω, οὐκ ἔτι πενθῶ, οὐκ ἔτι λέγω “ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαι”, ὁ γὰρ κύριος τὴν τῶν ἁμαρτιῶν ἡμῶν ἐκριζώσας ἄκανθαν τὴν ἑαυτοῦ κεφαλὴν ἐστεφάνωσεν. Λέλυταί μου ἡ ἁμαρτία, λέλυταί μου ἡ ἀρχαία κατάρα ἡ λέγουσα “ἄκανθας καὶ τριβόλους ἡ γῆ ἀνατελεῖ σοι”· ἐξεριζώθη ἡ ἄκανθα, ἐξηράνθη ἡ τρίβολος, ἤνθησεν ἐκ τῆς ἁγίας παρθένου τὸ δένδρον τῆς ζωῆς καὶ τῆς χάριτος. Οὐκ ἔτι ἡ Εὔα φοβεῖται τὸ ὄνειδος, οὔτε τοῦ τόκου τὴν ὠδῖνα ἐν γὰρ τῇ ἁγίᾳ παρθένῳ τὸ ἐκείνης πταῖσμα ἀνασέσωσται. Πηγὴ γὰρ ζωῆς ἡ ἁγία παρθένος ἡμῖν γέγονε, πηγὴ φωτὸς τοῖς ἐν Χριστῷ πιστεύουσι, ἀνατολὴ τοῦ νοεροῦ φωτὸς τυγχάνουσα. “Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, καὶ ἐκ σοῦ, ὁ ἐν θεότητι τέλειος, ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος. “

Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, μετὰ τῆς δούλης ὁ βασιλεύς, μετὰ τῆς ἀμιάντου ὁ ἁγιάζων τὰ σύμπαντα, μετὰ τῆς ὡραίας ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἵνα σώσῃ ὃν κατεικόνα ἐποίησεν ἄνθρωπον, οὗ θείας πίστεως καὶ χάριτος εὐφραινόμεθα καὶ φωτὶ τρισηλίῳ καταυγαζόμεθα. Ῥόδα καὶ κρίνα καὶ εὐωδίας νοητῆς μυρίσματα· τὸ ἄφραστον ἡμῶν ἔαρ Χριστὸς παραγέγονε, ὁ τερπνὸς καὶ περικαλλὴς τῶν ἐκκλησιῶν παράδεισος ἐκ τῶν θείων ἀρωμάτων καὶ οὐρανίων χαρισμάτων τὸ τῆς ψυχῆς ἡμῶν τριμερὲς ἐπλήρωσεν.

Καρδίᾳ τοίνυν καθαρᾷ προσέλθωμεν καὶ εὑρήσωμεν τὴν χρυσαυγοῦσαν καὶ καρποὺς ἀθανασίας ἐπ᾽ αὐτῇ ἀρωματίζοντας. Ἐκ γὰρ τῆς ἀφθόρου Μαρίας ἐβλάστησεν ἡμῖν τὸ ἀείζωον δένδρον τῆς χάριτος, σοφίας γὰρ πνευματικῆς κατὰ πάντα ἐπεπλήρωτο ἡ μακαρία ἐκ πασῶν τῶν γενεῶν .... Ἐν μόνῃ τῇ ἀχράντῳ ἀειπαρθένῳ Μαρίᾳ τὸ φυτὸν τῆς ζωῆς ἡμῖν ἤνθησεν, αὕτη γὰρ μόνη ἁγνὴ ψυχῇ καὶ σώματι γέγονε καὶ θαρσαλέῳ φρονήματι τὸν ἄγγελον προσδιελέγετο· “Πόθεν ὁ ἀσπασμὸς οὗτος; καὶ πῶς ἔσται μοι τοῦτο μαθεῖν ἐθέλῳ· πῶς ἡ μεγαλοπρεπὲς ἐξουσία ὁμοιοπαθεὶς γίνεται τῇ ἡμετέρᾳ πτωχείᾳ; πῶς ὁ ἔχων τῆς δυνάμεως οὐρανῶν τὴν ἐξουσίαν ἀναλαμβάνει εἰκόνα τῆς ἡμετέρας εὐτελείας καὶ ὁ προαιώνιον ὑπάρχων θεὸς μέλλει παιδίον γίνεσθαι καὶ σαρκοῦσθαι ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον;”. Καὶ ὁ ἄγγελος πρὸς αὐτὴν λέγει· “Ναὶ ταῦτα οὕτως εὐδόκησεν, ἵνα σώσῃ τὸ πλάσμα τὸ ἴδιον”. Τοιοῦτον μυστήριον ἡ ἁγία παρθένος ἐζήτει τὸ ἀκατάληπτον καὶ τῶν θείων μυστηρίων δοχεῖον γέγονε, τοῦ ἁγίου πνεύματος ἐπισκιάσαντος. Καὶ προσελήφθη ἡ ἀλήθεια τοῦ σώματος καὶ ἡ σοφία ᾠκοδόμησεν οἶκον· ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τοῦτ᾽ ἔστιν ἐν αὐτῷ τῷ σώματι ὅπερ ἔλαβεν ἐξ ἀνθρώπου καὶ πνεῦμα ψυχῆς λογικῆς ἐψύχωσεν.

Καὶ ὁ ἀναλλοίωτος θεὸς τὴν τοῦ δούλου μορφὴν ἀνεδέξατο, ἵνα τοῖς μὲν ἀπίστοις νομισθῇ ὡς ἄνθρωπος, τοῖς δὲ πιστοῖς φανερωθῇ ὡς θεός· υἱὸς γὰρ θεοῦ καὶ θεὸς προαιώνων ὑπάρχων, υἱὸς γυναικὸς ἁγίας κατηξίωσεν γενέσθαι καὶ ἀόρατος ὁρᾶται καὶ ὁ πλούσιος δι᾽ ἡμᾶς πτωχεύει καὶ ὁ ἀπαθὴς καὶ ἀθάνατος πάσχει ὡς ἄνθρωπος. Ἡνώθη σώματι καὶ οὐκ ἠλλοιώθη πνεύματι· εἰς θνητὸν σῶμα κεχώρηκεν ὁ ἀχώρητος, ἵνα αὐτῷ ποιήσῃ ἀθάνατον συνεξαθανατήσας αὐτὸν τῇ θεότητι. Φῶς ἦλθεν ἐν κόσμῳ Χριστὸς ὁ θεὸς ἡμῶν, φωτίζων τὰ πάντα φωτὶ ἀεννάῳ, φωνῆς πατρὸς ἀοράτου μαρτυρούσης· “Οὗτος ὁ υἱός μου καὶ λόγος πρὸ τῶν αἰώνων ὑπάρχει”. Ἡ δὲ Μαρία τῷ μὲν λόγῳ ἐτειχίζετο τοῦ ἀγγέλου, τὸν δὲ τόκον τοῦ δεσπότου διελογίζετο εἰς ἀνισότερα λογισμῶν ἀνδρωπίνων περιτυγχάνουσα· ποτὲ μὲν εἰς τὸ ὕψος τῆς θεότητος ἀναγομένη, ποτὲ δὲ τὸ ταπεινὸν τῆς ἀνθρωπότητος ἐνθυμουμένη. Καὶ οὗτος τῆς διανοητικῆς πλάστιγγος ἐφ᾽ ἑκατέρων φερομένης, τότε τῆς ἡκριβομένης τοῦ θεοῦ ῥοπῆς ἠξιοῦται. Ὁ γὰρ τὸ καθαρὸν τῆς παρθενίας ἐργαστήριον φυλάξας ἀβλαβές, καὶ τὸ τῆς καρδίας διακριτικὸν πεποίηκεν ἀκλινές. Χαρᾶς οὖν ἡ ἁγία ἔσωθεν ἐπληροῦτο, διὰ τὸν ἐξ αὐτῆς σάρκα ἀναλαβόντα. Χάρις ἡμῖν ἦλθεν Χριστὸς ὁ τοῦ θεοῦ υἱός, ὁ ἐκ τῆς παρθένου Μαρίας ἀφράστως τεχθείς· χάριτι ἡμᾶς σώζει ὁ κτίσας τὰ σύμπαντα.