Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν μακάριον Μελέτιον ἐπίσκοπον Ἀντιοχείας ἐπιτάφιος

Γρηγόριος ὁ Νύσσης

Πνευματική παρηγορία, νεκρική πομπή και μετακομιδή των λειψάνων

Ο θρήνος μετριάζεται από τη βεβαιότητα της μετάστασης του ιεράρχη στα άγια των αγίων. Ακολουθεί προτροπή για τη μεταφορά παρηγορίας στο ποίμνιο της Αντιοχείας μέσω της διήγησης της πάνδημης και μεγαλειώδους εξόδιας ακολουθίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

Ἀλλ᾽ ἀποψήσασθέ μοι τὰ δάκρυα. αἰσθάνομαι γὰρ πέρα τοῦ δέοντος ἐπὶ τῷ πάθει γυναικιζόμενος. οὐκ ἀπήρθη ἀφ᾽ ἡμῶν ὁ νυμφίος, μέσος ἡμῶν ἕστηκεν, κἂν ἡμεῖς μὴ βλέπωμεν. ἐν τοῖς ἀδύτοις ὁ ἱερεύς· εἰς τὰ ἐνδότερα τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός. κατέλιπε τὸ τῆς σαρκὸς παραπέτασμα. οὐκέτι ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύει, ἀλλ᾽ εἰς αὐτὴν βλέπει τὴν τῶν πραγμάτων εἰκόνα. οὐκέτι δι᾽ ἐσόπτρου καὶ δι᾽ αἰνίγματος, ἀλλ᾽ αὐτοπροσώπως ἐντυγχάνει τῷ θεῷ, ἐντυγχάνει δὲ ὑπὲρ ἡμῶν καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. ἀπέθετο τοὺς δερματίνους χιτῶνας· οὐδὲ γάρ ἐστι χρεία τοῖς ἐν παραδείσῳ διάγουσι τῶν τοιούτων χιτώνων· ἀλλ᾽ ἔχει ἐνδύματα, ἃ τῇ καθαρότητι τοῦ βίου ἑαυτῷ ἐξυφήνας ἐπεκομίσατο. τίμιος ἐναντίον κυρίου τοῦ ὁσίου ὁ θάνατος, μᾶλλον δὲ οὐχὶ θάνατος, ἀλλὰ ῥῆξίς ἐστι δεσμῶν. Διέρρηξας γάρ, φησίν, τοὺς δεσμούς μου. ἀπελύθη ὁ Συμεών, ἠλευθερώθη τῶν δεσμῶν τῶν τοῦ σώματος. ἡ παγὶς συνετρίβη, τὸ δὲ στρουθίον ἀπέπτη. κατέλιπε τὴν Αἴγυπτον, τὸν ἰλυώδη βίον. ἐπέρασεν οὐχὶ τὴν ἐρυθρὰν ἐκείνην, ἀλλὰ τὴν μέλαιναν ταύτην καὶ ζοφώδη τοῦ βίου θάλασσαν. εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἐπὶ τοῦ ὄρους προσφιλοσοφεῖ τῷ θεῷ. ἐλύσατο τὸ ὑπόδημα τῆς ψυχῆς, ἵνα καθαρᾷ τῇ βάσει τῆς διανοίας τῆς ἁγίας γῆς ἐπιβατεύσῃ, ἐν ᾗ καθορᾶται θεός.

ταύτην ἔχοντες, ἀδελφοί, τὴν παράκλησιν ὑμεῖς οἱ τὰ ὀστᾶ τοῦ Ἰωσὴφ ἐπὶ τὴν χώραν τῆς εὐλογίας μετακομίζοντες ἀκούσατε τοῦ Παύλου παρεγγυῶντος· Μὴ λυπεῖσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. εἴπατε τῷ ἐκεῖ λαῷ, διηγήσασθε τὰ καλὰ διηγήματα. εἴπατε τὸ ἀπιστούμενον θαῦμα, πῶς εἰς θαλάσσης ὄψιν καταπυκνωθέντες ὁ μυριάνθρωπος δῆμος ἓν ἦν κατὰ τὸ συνεχὲς σῶμα οἱ πάντες οἷόν τι ὕδωρ περὶ τὴν τοῦ σκηνώματος πομπὴν πελαγίζοντες· πῶς ὁ καλὸς Δαβὶδ πολυμερῶς καὶ πολυτρόπως εἰς μυρίας τάξεις ἑαυτὸν καταμερίσας ἐν ἑτερογλώσσοις καὶ ὁμογλώσσοις περὶ τὸ σκῆνος ἐχόρευεν· πῶς ἑκατέρωθεν οἱ τοῦ πυρὸς ποταμοὶ τῇ συνεχείᾳ τῶν λαμπάδων οἷόν τις ὑδάτων ὁλκὸς ἀδιασπάστως ῥέοντες, ἕως οὗ δυνατὸν ἦν ὀφθαλμῷ λαβεῖν, παρετείνοντο. εἴπατε τοῦ λαοῦ παντὸς τὴν προθυμίαν, τῶν ἀποστόλων τὴν συσκηνίαν· πῶς τὰ σουδάρια τῶν χρωτῶν αὐτοῦ εἰς φυλακτήρια τῶν πιστῶν διετίλλετο. προσκείσθω τῷ διηγήματι βασιλεὺς σκυθρωπάζων ἐπὶ τῷ πάθει καὶ θρόνων ἐξανιστάμενος, καὶ πόλις ὅλη τῇ πομπῇ τοῦ ἁγίου συμμεταβαίνουσα, καὶ παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. καλῶς ὁ Σολομὼν ἰατρεύει τὴν λύπην. κελεύει γὰρ οἶνον τοῖς ἐν λύπῃ διδόναι, πρὸς ὑμᾶς τοῦτο λέγων, τοὺς τοῦ ἀμπελῶνος ἐργάτας. δότε οὖν τὸν ὑμέτερον οἶνον τοῖς λυπουμένοις, οὐ τὸν τῆς μέθης ἐργάτην ἀλλὰ τὸν τὴν καρδίαν εὐφραίνοντα.

ζωροτέρῳ τῷ κράματι καὶ ἀφθονωτέραις δεξιοῦσθε τοῦ λόγου ταῖς κύλιξιν, ὥστε ἡμῖν πάλιν εἰς εὐφροσύνην περιστραφῆναι τὸ πένθος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.