Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ὅσιον Ἐφραίμ

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή: Κίνητρα και προϋποθέσεις του εγκωμίου

Προοίμιο στο οποίο απορρίπτονται τα κοσμικά κριτήρια εγκωμιασμού, αναδεικνύεται η ταπεινοφροσύνη του οσίου και προαναγγέλλεται η εξέταση των πνευματικών του κατορθωμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 6

ΤΟΥ ΑΥΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΕΦΡΑΙΜ. Κινεῖ με πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἡ ἐν τοῖς θείοις Εὐαγγελίοις παραβολὴ, ἡ τοῦ λύχνου μυσταγωγία, καὶ τὴν γλῶτταν κημῷ τῆς ἀφωνίας λύει δουλεύουσαν, καὶ τὰς ὁδοὺς τῶν νοημάτων, ὡς ἱππηλάτους τρίβους προομαλίζει, καὶ τὸ τοῦ λόγου πολυειδέστατον ἅρμα ἐπὶ λεωφόρον τρέχειν ὁδὸν ἑτοιμάζεται, ὧδέ πῃ διαπρυσίως βοῶσα· Οὐ καίουσι λύχνον, καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Καὶ τὸ ἐκ τούτου ἐν βάθει νοούμενον ἐπάγει λέγουσα· Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν. Οὐκ ἂν ὑπαίτιον γοῦν ἐγκαλύπτεσθαι, καὶ δειλιᾷν, ἐν οἷς αὐτὸς ὁ Δεσπότης θαῤῥεῖν παρηγγύησεν; Ὃς οἱονεὶ φαιδρὰν καὶ τῆς ἡλιακῆς λαμπροτέραν ἀνάψας λαμπάδα, τὴν τοῦ προκειμένου θείου Πατρὸς ἡμῶν εἰς διήγησιν πολιτείαν, οὐχ ὑπὸ τὸν τῆς σιγῆς κατακρύπτεσθαι ταύτην βούλεται μόδιον, ἀλλ᾽ ἄνω προκεῖσθαι ἐπ᾽ αὐτῆς τῆς Ἐκκλησιαστικῆς κορυφῆς, ὥστε φαίνειν πᾶσι τοῖς ἐν τῇ κοσμικῇ περιστρεφομένοις οἰκίᾳ· ἐκ ταύτης τε τοὺς ὁρῶντας δοξάζειν τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς.

Οὐκ ἄρα τὸν πατρικὸν εὐλαβητέον ἐκείνου δεσμὸν, ὅτι Δεσποτικὸς πατεῖται θεσμός· ἀνάγκη γὰρ ἐκεῖθεν τῶν ἐπαίνων λαβεῖν τὰς ἀρχὰς, κἂν ἡ νῦν παράληψις τῇ θέσει κατόπιν τῶν ἐγκωμίων ἀφώρισται. Ἐπειδήπερ τῷ καλῶς διακρίνειν εἰδότι τὰ πράγματα, οὐ δεσμὸς ἐκεῖνος ἁπλῶς, ἀπείργων ἐγκωμίοις καταστέφειν τὴν ἀνθρωπίνην δόξαν ἀποστρεφόμενον· ἀλλὰ δεσμὸς ἄδεσμος, καὶ κατοχὴ ἀκάθεκτος, πρὸς τὸ ἐναντίον τοὺς ἐραστὰς συνωθοῦσα. Δι᾽ ὧν γὰρ ἐκεῖνος τοὺς ἡμετέρους ἐκφυγεῖν ἐπαίνους κατεστοχάσατο, δεσμῷ τὴν ἐγχείρησιν ἀποτειχίσας, διὰ τούτων ἡμεῖς τὰς ἀφορμὰς τῶν ἐγκωμίων λαμβάνομεν. Ἕκαστον μὲν οὖν αὐτοῦ πλεονέκτημα πρὸς ἀφορμὴν ἐπαίνου τελείου, μάλιστα δὲ τὸ μὴ χαίρειν ἐπαίνῳ. Ἐβούλετο γὰρ οὐ δοκεῖν, ἀλλ᾽ εἶναι χρηστός. Δι᾽ αὐτὸ τοιγαροῦν καὶ μόνον, κἂν μηδὲν ἕτερον ἄξιον πέπραχεν ἐπαίνων, ἐγκωμιάζεσθαι δίκαιον, ὅτι τοσοῦτον χαίρειν εἶπε τοῖς ἐγκωμίοις, ὡς καὶ δεσμῷ σφραγίσαι τὴν ἐπ᾽ αὐτοῖς ἐπιτίμησιν. Ἡμῖν δὲ τοῦτο πρῶτον ἀνοίγει τοῦ λόγου τὸ στάδιον, καὶ πληροφορεῖ μὴ βαίνειν ἀσκόπως, μηδὲ κατὰ κρημνοῦ φέρεσθαι, ἀλλὰ βασιλικὴν ὁδεύειν ὁδὸν, καλῶς ἀναλογιζομένοις, ὅτιπερ εἰ μὴ ἄξιον ἐπαίνων ἑαυτὸν ὁ θαυμάσιος τοῦ Θεοῦ συνεώρα, οὐκ ἂν εὐφημεῖν αὐτὸν ἀπεῖργε τοὺς θέλοντας.

Οὐδεὶς γὰρ μὴ θαυμαζόμενος, ἔτι περιὼν, ἐπὶ μεγίστοις πλεονεκτήμασι παρεγγυᾷ τοῖς μετέπειτα, λήθης πτώματι τὴν ἑαυτοῦ μνήμην παραφανίζειν. Πρὸς δὴ τούτοις ἔστι καὶ τοῦτο εἰπεῖν· ὅτι καθάπερ Παῦλος ὁ ῥήτωρ τῆς χάριτος, ὁ νυμφοστόλος τῆς Ἐκκλησίας, τὸ τοῦ Χριστοῦ στόμα, οὐκ ἀπώλεσε τὸ καλεῖσθαι Ἀπόστολος, διὰ τὸ εἰπεῖν, Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι Ἀπόστολος· μᾶλλον μὲν οὖν διὰ τοῦτο αὐτὸ τὸ μετριοφρονῆσαι, μεῖζον ἀπηνέγκατο κλέος.

Οὕτω δὴ καὶ ὁ μέγας Πατὴρ ἡμῶν, ἀνάξιον ἑαυτὸν ἐπαίνων δι᾽ εὐλάβειαν κρίνας, ἄξιος εὑρεθήσεται κατὰ τὸ ἀκόλουθον. Ἐπεὶ οὖν ἡμέτερος τῆς Ἐκκλησίας νόμος, τοὺς τῆς ἀρετῆς ζηλωτὰς ἐκ τοῦ ταύτης τὰ εἴδη μετέρχεσθαι στεφανοῦν οἶδε· καὶ τούτων ὅσοι μάλιστα τῷ ταπεινῷ τοῦ φρονήματος μέτρῳ πνευματικῶς ἀνυψώθησαν, κατὰ τὸ τοῦ Κυρίου ἐν Εὐαγγελίοις ὧδέ πως εἰρημένον· Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· ἔξω παντελῶς ψόγου καὶ σκώμματος καὶ αὐτῆς τυγχάνουσι κατακρίσεως, οἱ τοῦ παρόντος θεοφόρου Πατρὸς τὰς ἀρετὰς ἀναγράφοντες, καὶ οἷον εἰς στήλην ἔμπνουν καὶ ζῶσαν τὸν ἐκείνου βίον ἡμῖν ἀνεγείροντες.

Καὶ τῶν ἐπαγγελθέντων ὁ σοφὸς ἀκροατὴς ἐπόψει τὸ ἀψευδὲς, κατόπιν τοῦ λόγου τὰς ποικίλας αὐτοῦ τῶν ἀρετῶν ἰδέας ἀναλεγόμενος, ὧν ἡμεῖς καθάπερ ἕνα τινὰ χρυσοκόλλητον στέφανον, πολυτίμοις καὶ διαφόροις περιηνθισμένον χρυσουργήσαντες λίθοις, τῇ νύμφῃ Χριστοῦ Ἐκκλησίᾳ δῶρον ποθούμενον προσκομίσομεν· χαίρει γὰρ τοῖς τοιούτοις φιλοφρονεῖσθαι χαρίσμασιν, ὅτε μνήμη δικαίων ἀπαντήσει ἐτήσιος. Ἐφραῒμ δὲ νῦν εἰς εὐφημίαν περιήγαγε τρέχων ὁ χρόνος· καὶ πῶς οὐ περιχαρῶς τὸ τούτου μνημόσυνον ὑποδέξεται;

Ἐφραῒμ ἐκεῖνον, τὸν ἐν πᾶσι Χριστιανῶν περιφερόμενον στόμασιν. Ἐφραῒμ λέγω τὸν Σύρον· οὐ γὰρ τὸ γένος ἐπαισχύνομαι, οὗ τοῖς τρόποις ἐγκαλλωπίζομαι. Ἐφραῒμ, οὗ εἰς πᾶσαν τὴν γῆν τὸ φέγγος τοῦ βίου καὶ τῆς θεωρίας ἐξέλαμψεν· ὁ πάσῃ τῇ ὑφ᾽ ἡλίῳ σχεδὸν γινωσκόμενος, παρὰ τοσούτοις τε ἀγνοούμενος, παρ᾽ ὅσοις ὁ μέγας τῆς Ἐκκλησίας φωστὴρ Βασίλειος· Ἐφραῒμ, ὁ νοητὸς ὄντως τῆς Ἐκκλησίας Εὐφράτης, ἐξ οὗ τὸ τῶν πιστῶν καταρδευόμενον πλήρωμα εἰς ἑκατὸν ἀποδίδωσι τὸν σπόρον τῆς πίστεως· Ἐφραῒμ, ἡ πολύφορος τοῦ Θεοῦ ἄμπελος, ἡ δίκην βοτρύων γλυκερῶν καρποὺς ἀνθοῦσα διδασκαλίας, καὶ τοὺς τῆς Ἐκκλησίας τροφίμους τῷ κόρῳ τῆς θείας ἀγάπης εὐφραίνουσα· Ἐφραῒμ, ὁ καλὸς καὶ πιστὸς οἰκονόμος τῆς χάριτος, ὁ τοὺς λόγους τῶν ἀρετῶν ἀναλόγως τοῖς ὁμοδούλοις σιτομετρῶν, καὶ τὴν δεσποτικὴν οἰκίαν οἰκονομούμενος ἄριστα.

Οὗ τὸ γένος καὶ τὴν ἐνεγκαμένην καὶ προγόνων περιφάνειαν, καὶ γεννητόρων εὔκλειαν, καὶ γέννησιν, καὶ ἀνατροφὴν, καὶ αὔξησιν ἡλικίας, καὶ σωματικὴν ἐπιτηδειότητα, καὶ τύχην, καὶ τέχνας, καὶ τὰ λοιπὰ τῶν ἔξω λογογράφων ἐρανιζόμενα τοῖς ἐπαίνοις σεμνολογήματα, περιττὸν εἰς μέσον ἄγειν ὑποτοπήσαντες· ὅτι μὴ τοὺς θείους ἄνδρας ἡμεῖς ἐκ τῶν τοιούτων ἐπαινεῖν παρειλήφαμεν· κἂν ἐκ περιουσίας αὐτῷ κἀντεῦθεν ὑπάρχει τὸ ἀξιέπαινον, ἐξ ὧν αὐτὸς ἑαυτὸν περιφανῆ βίῳ τε καὶ λόγῳ κατεσκεύασεν, ἐκ τούτων καὶ ἡμεῖς αὐτῷ τὸν τοῦ λόγου στέφανον ἀναδήσωμεν. Τῶν ἐφ᾽ ἡμῖν γὰρ οἱ ἔπαινοι, καὶ τῶν αὐτεξουσίων τὰ γέρα.

Τῶν ἀπηριθμημένων δὲ, καὶ ψόγοι παράλογοι, καὶ εὐφημίαι ἀνάρμοστοι. Πῶς γὰρ οὗτος ἀπὸ γένους ἐγκωμιάζεσθαι κατεδέξατο, ὁ πᾶσαν κοσμικὴν εὐγένειαν βδελυξάμενος, καὶ τέκνον Θεοῦ δι᾽ ἀναλήψεως ἔργων ἀρίστων γενέσθαι κατασπασάμενος; Ἢ πῶς ἀπὸ πατρίδος σεμνύνεσθαι, ὁ πᾶσαν τὴν γῆν ἀλλοτρίαν ἑαυτοῦ λογιζόμενος, καὶ ὡς ἔχθραν τὴν ὑλικὴν κτίσιν ἀποστρεφόμενος, διὰ τὴν ἐν οὐρανοῖς ἀποκειμένην ἀΐδιον μακαριότητα;

Πῶς δὲ πάλιν ἐπὶ προγόνων ἢ γεννητόρων ἡδυνθείη εὐκλείᾳ, ὁ σωματικὴν ἁπλῶς καταπατήσας προσπάθειαν, καὶ αὐτὸ τὸ ψυχικὸν χιτώνιον, ἤτοι σαρκίον βαρούμενος, ὡς ἐμποδὼν αὐτῷ πρὸς τοὺς τῆς ἀρετῆς ὀξυτάτους εὑρισκόμενον δρόμους; Πῶς δὲ ὅλως ἐκ σωματικῆς αὐξήσεως καὶ ἀναστροφῆς, ἢ ἐπιτηδειότητος, ἢ τέχνης, ἤ τινος ἄλλης καταπτύστου θελήσειεν ἐπαινεῖσθαι περὶ τὸν βίον ἀσχολίας, ὁ τραφεὶς μὲν ἐκ πρώτης ἡλικίας, καὶ αὐξηθεὶς ἐν τῇ τῶν θείων μελέτῃ Γραφῶν, ποτισθεὶς δὲ τοῖς τῆς χάριτος ἀεννάοις ὀχετοῖς, καὶ πρὸς μέτρον ἡλικίας, ἀποστολικῶς εἰπεῖν, φθάσας Χριστοῦ; Εἰδότες οὖν ἡμεῖς ὡς οὐ χαίρει τοῖς τοιούτοις ὁ μέγας Πατὴρ ἡμῶν μεγαλύνεσθαι, οἷσπερ οἱ σωματικοὶ, καταγελάστοις ἐπαίνοις, ἐκ τῶν οἰκείων αὐτὸν πόνων, κἂν γοῦν μετρίως πειραθῶμεν ἀποσεμνῦναι· οὐ γὰρ ἔχει φύσιν ὁ λόγος τοῖς ὑπὲρ δύναμιν ἐπεκτείνεσθαι. Ὡς ἂν οὖν μήτε τὸν ἡμέτερον πόθον ἡ ἀφωνία πεδήσῃ, μήτ᾽ αὖ πάλιν ξένην τρίβον τῶν Πατέρων ὁδεύοντες, βασιλικῆς παρασφαλῶμεν ὁδοῦ, τὰ παρεκτρίβια διαθέοντες, τῷ μετρίῳ τὸν λόγον φιλοτεχνήσομεν.

Τί δὲ τὰ τούτου, δι᾽ ὧν ἐξυφᾶναι τὸν ἔπαινον ὑπεθέμεθα; Πρᾶξις καὶ θεωρία, αἷς ὁ κατὰ μέρος τῶν ἀρετῶν ἑσμὸς ἐπακολουθεῖ, πίστις, ἐλπὶς, ἀγάπη, εὐσέβεια εἰς Θεὸν, μελέτη τῶν θείων Γραφῶν, ἁγνισμὸς ψυχῆς καὶ σώματος, δάκρυα διηνεκῆ, ἐρημικὴ διαβίωσις, ἡ ἐκ τόπου εἰς τόπον ἀναχώρησις, φυγὴ τῶν ἐπιβλαβῶν, διδασκαλία ἀένναος, προσευχὴ ἀκατάπαυστος, νηστεία καὶ ἀγρυπνία μέτρον οὐκ ἔχουσαι, χαμευνία καὶ σκληραγωγία λόγον ὑπερβαίνουσαι, ἀκτημοσύνη καὶ ταπείνωσις εἰς ἄκρον ἐλάσασαι, ἐλεημοσύνη τῆς φύσεως αὐτὸν τῆς ἀνθρωπίνης ἐξαίρουσα, ζῆλος ἔνθεος τῶν κατὰ τῆς εὐσεβείας λυττώντων· καὶ, ἁπλῶς εἰπεῖν, πᾶν ὅ τι κατὰ Θεὸν οἶδε χαρακτηρίζειν ἄνθρωπον. Τοῖς τοιούτοις ἐπαίνοις ὁ ἡμέτερος Πατὴρ ὡραΐζεται, καὶ γινώσκει τὰ λεγόμενα, καὶ τὰ οἰκεῖα ἐπίσταται προτερήματα, καὶ στέργει τοὺς λόγους, ὡς ὠφελείας προξένους, οὐκ αὐτῷ, ἀλλ᾽ ἡμῖν· ἐπεὶ καὶ ψιλὴ τούτου προσηγορία, ὑπόθεσις ἀρετῆς τοῖς σπουδαίοις καθίσταται. Οὐ γὰρ ἄλλοθεν δεδιδάγμεθα ταῦτα, ἢ ἐξ ὧν αὐτὸς τὰ περὶ ἑαυτοῦ λόγοις κατέσπειρεν. Ἀφ᾽ ὧν ἡμεῖς ὡς ἡ ἐπαινετὴ μέλισσα, ἐκ πολλῶν ἀνθέων συλλέξαντες τὰ χρήσιμα, τὸ πνευματικὸν τοῦτο κηρίον κατειργασάμεθα.

Καὶ οὐ χολανεῖ πάντως ἡμῖν διὰ τὴν ἐγχείρησιν, ὅτι μὴ δέδιεν ἔτι τὸν πονηρὸν δαίμονα, διὰ τὸ καὶ πρὸς αὐτῷ τῶν ἀγώνων τῷ τέλει πολλοὺς ὑποσκελίσαι, ἅπαξ καὶ εἰς τοὺς ἀκυμάντους τῶν ἀσωμάτων φθάσας λιμένας, ἔξω τυγχάνει καὶ ζάλης καὶ κλύδωνος. Δεῦρο δὴ οὖν, καθ᾽ ἕνα τῶν ἀπηριθμημένων μικρὸν ἐνδιατρίψαντες τῷ λόγῳ, οἷος γέγονεν ὁ θαυμάσιος, καὶ εἰς ὅσον μέτρον πνευματικῆς ἔφθασεν ἀναβάσεως, τοῖς συνειλεγμένοις καθυποδείξωμεν.