Τί δὲ τὰ τούτου, δι᾽ ὧν ἐξυφᾶναι τὸν ἔπαινον ὑπεθέμεθα; Πρᾶξις καὶ θεωρία, αἷς ὁ κατὰ μέρος τῶν ἀρετῶν ἑσμὸς ἐπακολουθεῖ, πίστις, ἐλπὶς, ἀγάπη, εὐσέβεια εἰς Θεὸν, μελέτη τῶν θείων Γραφῶν, ἁγνισμὸς ψυχῆς καὶ σώματος, δάκρυα διηνεκῆ, ἐρημικὴ διαβίωσις, ἡ ἐκ τόπου εἰς τόπον ἀναχώρησις, φυγὴ τῶν ἐπιβλαβῶν, διδασκαλία ἀένναος, προσευχὴ ἀκατάπαυστος, νηστεία καὶ ἀγρυπνία μέτρον οὐκ ἔχουσαι, χαμευνία καὶ σκληραγωγία λόγον ὑπερβαίνουσαι, ἀκτημοσύνη καὶ ταπείνωσις εἰς ἄκρον ἐλάσασαι, ἐλεημοσύνη τῆς φύσεως αὐτὸν τῆς ἀνθρωπίνης ἐξαίρουσα, ζῆλος ἔνθεος τῶν κατὰ τῆς εὐσεβείας λυττώντων· καὶ, ἁπλῶς εἰπεῖν, πᾶν ὅ τι κατὰ Θεὸν οἶδε χαρακτηρίζειν ἄνθρωπον. Τοῖς τοιούτοις ἐπαίνοις ὁ ἡμέτερος Πατὴρ ὡραΐζεται, καὶ γινώσκει τὰ λεγόμενα, καὶ τὰ οἰκεῖα ἐπίσταται προτερήματα, καὶ στέργει τοὺς λόγους, ὡς ὠφελείας προξένους, οὐκ αὐτῷ, ἀλλ᾽ ἡμῖν· ἐπεὶ καὶ ψιλὴ τούτου προσηγορία, ὑπόθεσις ἀρετῆς τοῖς σπουδαίοις καθίσταται. Οὐ γὰρ ἄλλοθεν δεδιδάγμεθα ταῦτα, ἢ ἐξ ὧν αὐτὸς τὰ περὶ ἑαυτοῦ λόγοις κατέσπειρεν. Ἀφ᾽ ὧν ἡμεῖς ὡς ἡ ἐπαινετὴ μέλισσα, ἐκ πολλῶν ἀνθέων συλλέξαντες τὰ χρήσιμα, τὸ πνευματικὸν τοῦτο κηρίον κατειργασάμεθα.