Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ὅσιον Ἐφραίμ

Γρηγόριος ὁ Νύσσης

Ασκητικός βίος, διδασκαλία και θείες οπτασίες

Αναφορά στην ερημική ζωή, τη μετάβαση στην Έδεσσα, τη συνάντηση με τον Μέγα Βασίλειο στην Καισάρεια, καθώς και την επιβεβαίωση της διδασκαλίας του μέσω θεοσημειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 6

Τίς τοῖς περὶ κρίσεως, ἤτοι δευτέρας Χριστοῦ ἐλεύσεως ἐγκύψας. οὐ παρίστασθαι τῷ ἐκεῖθεν κριτηρίῳ νομίσει, καὶ σύντρομος γενόμενος, τὴν τελευταίαν ἤδη ἀπόφασιν κατ᾽ αὐτοῦ ἐξενεχθήσεσθαι δοκήσει; Οὕτως γὰρ παρέστησε τὸ μέλλον τοῦ Θεοῦ δικαστήριον ὁ ἀοίδιμος καὶ προφητικώτατος οὗτος ἀνὴρ, ὡς μηδὲν μὲν ἕτερον ὑπολείπεσθαι γνώσεως, μόνον δὲ τῷ ἔργῳ τούτῳ καὶ τῇ πείρᾳ καταμαθεῖν.

Ταῖς τοιαύταις ἀεὶ περὶ κρίσεως ὁ μακάριος συνεχόμενος φαντασίαις, ἔφευγε μὲν τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ· ἐμάκρυνε δὲ φυγαδεύων, ᾗ φησι τὰ λόγια, καὶ ηὐλίζετο ἐν τῇ ἐρήμῳ, ἑαυτῷ μόνῳ καὶ Θεῷ προσέχων, κἀκεῖθεν τῶν ἀρετῶν τὰς ἐπιδόσεις δεχόμενος. ᾜδει γὰρ ἀκριβῶς ὡς ἐρημικὴ διαβίωσις τῶν κοσμικῶν μὲν ἐλευθεροῖ τὸν βουλόμενον θορύβων, τῇ ἡσυχίᾳ δὲ συνόμιλον τοῖς ἀγγέλοις ποιεῖ, καὶ ταῖς περὶ Θεοῦ θεωρίαις τὸν νοῦν ὅσον ἐστὶν ἐφικτὸν ἀνυψοῖ.

Ἐκ τόπων δὲ τόπους ἀμείβειν, ὅτε κινοῦν αὐτὸν Πνεῦμα πρὸς οἰκοδομὴν τῶν πολλῶν ᾠκονόμει, οὐκ ἠπείθει, οὐδ᾽ ἀντέτεινεν. Ἦν γὰρ κελεύσεσι θείαις πειθήνιος, εἰ καί τις ἄλλος. Ἐντεῦθεν τὴν ἐνεγκαμένην, ὡς ὁ Θεῖος ἐκεῖνος κελευσθεὶς Ἀβραὰμ, τὴν Ἐδεσινῶν κατέλαβε πόλιν· δίκαιον γὰρ οὐκ ἦν ὑπὸ γῆν μέχρι πολλοῦ τὸν ἥλιον κατακρύπτεσθαι. Δύο δὲ χάριν αἰτιῶν, τοῦ τε τὰ ἐκεῖσε περιπτύξασθαι ἅγια, καὶ πρό γε τούτου λογίῳ περιτυχεῖν, καὶ καρπὸν γνώσεως ἢ λαβεῖν, ἢ μεταδοῦναι.

Ἐν οἷς, ὡς ἱστόρηται, τῇ πόλει παραβαλὼν, τήν τε πόλιν ὑπερχόμενος, πόρνῃ τινὶ συναπήντηκεν ἀνθ᾽ οὗ φιλολόγου ἐπηύχετο προστυχεῖν· ὡς δὲ τῆς προσδοκίας ἕτερον ἦν τὸ φανὲν, θλιβερὸν αὐτῷ ἀπέβη τὸ συναντῆσαν. Διὸ καὶ προσατενίσας τῷ πορνιδίῳ, ὡς τῆς ἐλπίδος ψευσθεὶς ἀπήγετο *· ἡ δὲ τοῦτον θεωμένη προσατενίζοντα ταύτῃ, καὶ αὐτὴ ἐπιμελῶς αὐτὸν βλέπουσα κατεσκόπει. Τῇ δὲ ὁ σοφός· Λέγε μοι, γύναι, τίνος χάριν μικρὸν ἀπατενίζεις μοι. Ἡ δὲ, Ἀκολούθως ἐγὼ καὶ πρεπόντως· ἐκ σοῦ γὰρ λέλημμαι τοῦ ἀνδρὸς, σὺ δὲ μή με κατασκόπει, τὴν γῆν δὲ μᾶλλον, ἐξ ἧς ἐλήφθης. Τοῦτο παρὰ προσδοκίαν ὁ σοφὸς ἐπακούσας, μεγάλως μὲν ὡμολόγει ὠφεληθῆναι· τοῦ Θεοῦ δὲ τὴν ἀκατάληπτον ὑπερεδόξασε δύναμιν, ὃς τὰ τῆς ἐλπίδος καὶ διὰ τῶν παρ᾽ ἐλπίδα χαρίζεται.

Δύσας τε ἐκεῖθεν ἐπὶ τὴν τῆς Καππαδοκίας Καισάρειαν, ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου ὁδηγηθεὶς, τὸν μέγαν κατεῖδεν Βασίλειον, τὸ στόμα τῆς Ἐκκλησίας, τὴν τῶν δογμάτων χρυσῆν ἀηδόνα· ὃν θεασάμενος ὁ πρεσβύτης, πολλαῖς καταγεραίρειν ἤρξατο εὐφημίαις. Διορατικῷ γὰρ τῆς ψυχῆς ὄμματι, περιστερὰν ἀγλαοφανῆ ἐφεζομένην πρὸς τὸν δεξιὸν τούτου ἔβλεπεν ὦμον, λόγους αὐτῷ διδασκαλίας χορηγοῦσαν, κἀκεῖνον τούτους διαπορθμεύοντα τῷ λαῷ. Ὃς ὑπὸ τῆς διδασκούσῃς αὐτῷ σεπτῆς μυηθεὶς περιστερᾶς, τῆς τε ἐπιδημίας ᾔσθετο, καὶ Ἐφραῒμ αὐτὸν εἶναι τὸν Σύρον ἐπέγνωκε. Καὶ δὴ πνευματικῆς ἐπικαίρου ἄμφω συναυλίας ἠξίωνται· οὕτως οὐκ ἐπιζήμιος τῷ Ἐφραῒμ ὁ σκυλμὸς ἐχρημάτισεν.

Ἡ δὲ τοῦ βίου φυσικὴ ἀκεραιότης, τῶν ἐπιβλαβῶν τὴν φυγὴν αὐτῷ παρεδείκνυε· τό τε τοῦ κρείττους προορατικὸν, καὶ τὸ τοῦ χείρους φυλακτικὸν ἐκδιδάσκουσα, ἐκείνους τε τῶν λογισμῶν προσίεσθαι, τοὺς ἐγκρίτους καὶ καθαροὺς, καὶ πρὸς αἵρεσιν λυσιτελεστέρους καλοῦ, ὅσοι μάλιστα πρὸς τὴν τῆς διδασκαλίας ἐμποδίζουσι χρείαν. Δαψιλῶς γὰρ δέδοτο παρὰ Χριστοῦ τῷ θείῳ πρεσβύτῃ τὸ τοῦ λόγου τάλαντον, ὃ καταβάλλειν ἐν ταῖς τῶν πολλῶν τῆς καρδίας τραπέζαις πρὸ πάντων αὐτῷ τῶν ἄλλων ἐπωφείλετο. Καὶ τοῦτο μὲν αὐτὸς περὶ ἑαυτοῦ φαίνεται λέγων, ὅτιπερ ἄρτι τῆς παιδικῆς ἡλικίας τὸ ἁπαλὸν ὑπερβὰς, τεθέαται μυστικῶς πρὸς τῇ γλώσσῃ ὡς ἀνῆλθεν αὐτοῦ λίαν εὔκαρπος ἄμπελος, αὐξηθεῖσα τοσοῦτον, ὅσον πληρῶσαι τὴν γῆν, πᾶν δὲ πετεινὸν τοῦ οὐρανοῦ ἐρχόμενον ἐξ αὐτῆς ἐμπίμπλασθαι τροφῆς. Αὐτὴν δὲ τὴν ἄμπελον ἐν τῷ ἀποκείρεσθαι, καὶ πᾶν πτηνὸν δεξιοῦσθαι, μᾶλλον πλουτεῖν τῶν βοτρύων. Τοῦτο δὲ καὶ ἄλλος περὶ αὐτοῦ τῶν πάνυ διορατικῶν τότε προσεμαρτύρησεν· ἰδέσθαι λέγων ἀγγέλων πληθὺν, κατιοῦσαν ἐξ οὐρανοῦ, τόμον ἐπὶ χεῖρας βαστάζουσαν, ἔξωθέν τε καὶ ἔσωθεν ἐγγεγραμμένον. Ἔλεγε δὲ ἡ φανεῖσα θεία ἐκείνη πρὸς ἑαυτὴν παράταξις. Τίς ἄρα ὀφείλει τόνδε τὸν τόμον ἐγχειρισθῆναι;

Ἐξ ὧν ἀποκριθέντες, οἱ μὲν τόνδε προέκριναν, οἱ δὲ τὸν, καὶ ἄλλοι ἕτερον, οὓς ὁ χρόνος ἐκεῖνος εἶχε λογάδας· Εἶτα μετὰ τὴν δοκιμὴν πάντας εἰπεῖν· «Ἀληθῶς ἅγιοι οὗτοι καὶ δοῦλοι Θεοῦ· πλὴν οὐ δύνανται τόνδε τὸν τόμον ἐγχειρισθῆναι.» Ὡς δὲ πολλοὺς τῶν τότε ἁγίων ἐπιμνησθέντες, ἐν αὐτοῖς οὐκ εὐδόκησαν· τέλος, συμφωνήσαντες εἶπον. Οὐδεὶς δύναται τοῦτον ἐγχειρισθῆναι τὸν τόμον, εἰ μὴ Ἐφραΐμ. Καὶ δὴ καὶ τοῦτο θεάσασθαι ὁ βλέπων ἐκεῖνος λέγεται τοὺς θείους ἀγγέλους ἐπιδιδόντας τὸν τόμον τῷ Ἐφραΐμ· Ἀναστάντα ἐν νυχαλίᾳ εἰς Ἐκκλησίαν ἀφικέσθαι τὸν μυσταγωγηθέντα τὴν ὅρασιν, ἀκοῦσαι διδάσκοντος τοῦ Ἐφραῒμ ἐν λόγῳ δαψιλεῖ καὶ χάριτι ἠρτυμένῳ· τὴν δὲ ὁραθεῖσαν ὀπτασίαν ἐκεῖνον ἐπικρίνοντα, δοξάσαι τε τὸν Θεὸν, καὶ τὴν δοθεῖσαν τῷ ἁγίῳ ἐκπλαγῆναι πλουσίαν τοῦ λόγου δωρεάν. Τοσοῦτον γὰρ τὸ περιὸν αὐτῷ τῆς σοφίας κεχάριστο, ὡς ἀεννάους μὲν εἶναι τοὺς τῶν λόγων ὀχετούς· βραδεῖς δὲ πρὸς τὴν τῶν νοημάτων φανέρωσιν, οὐ τῇ τῆς γλώττης ναρκότητι, ἀλλὰ τῇ τῶν ἐνθυμημάτων πυκνότητι· ὥστε τὴν γλῶσσαν ἶσον μὲν δύνασθαι τῷ τάχει τῶν παρ᾽ ἄλλοις ἐνθυμημάτων, ἧττον δὲ τῶν οἰκείων θεωρημάτων. Διὸ καὶ αὐτὸς περὶ ἑαυτοῦ ὁ μέγας πρεσβύτης Θεὸν ἐξαιτούμενος, ἐπὶ τῇ ἀνοχῇ τῆς ἀκατασχέτου τῶν λογάδων δωρεᾶς τοιαῦτα λέγεται φάναι· Ἄνες, ὦ Δέσποτα, τὰ τῆς χάριτός σου κύματα.

Ὑπὸ γὰρ τὴν γλῶσσαν ἡ τῆς διδασκαλίας ἄβυσσος πελαγίζουσα, φέρειν αὐτῷ τὰ τῶν νοημάτων οὐκ ἐπέτρεπεν ἀλλεπάλληλα κύματα, τῇ κατεσπουδασμένῃ λειτουργίᾳ τῶν πρὸς τὸ λέγειν ὀργάνων οὐχ ὑπουργούντων.

Ἐπέκοπτεν δὲ τοὺς λόγους ἕτερον μὲν οὐδὲν, εὐχὴ δὲ μόνη, καὶ ταύτην οἱ λόγοι, καὶ τούτους τὰ δάκρυα, καὶ ταῦτα πάλιν εὐχή. Καὶ ἦν ὁ λόγος τοῦ λόγου, εἰπεῖν δὲ μᾶλλον οἰκειότερον, ἐν λόγῳ, ταῖς περὶ Θεοῦ διὰ πάντων τούτων θεωρίαις συνεχῶς ἀσχολούμενος.