Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ὅσιον Ἐφραίμ
Κοίμηση, θαύματα και κατακλείδα
Η ειρηνική κοίμηση του αγίου, η ανάβαση της ψυχής του στους ουρανούς, η θαυματουργική του επέμβαση και η τελική προσευχητική επίκληση του εγκωμιαστή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοίμηση, θαύματα και κατακλείδα
Η ειρηνική κοίμηση του αγίου, η ανάβαση της ψυχής του στους ουρανούς, η θαυματουργική του επέμβαση και η τελική προσευχητική επίκληση του εγκωμιαστή.
Μέλλων γὰρ ὁ θεοφόρος οὗτος ἀνὴρ ἀπαίρειν πρὸς τὰ οὐράνια, τοῖς παροῦσι παρηγγυᾶτο, ὡς οὐκ ἐξὸν αὐτοῖς ἐσθῆτι πολυτελεῖ τὸ τούτου σῶμα ἐνταφιάσαι. Εἰ δὲ καί τις φιλοπάτωρ ὢν τοιοῦτόν τι προνενόηκεν, ἢ παρητοίμασε, μηδαμῶς εἰς ἔργον τὴν βουλὴν ἀγαγεῖν, ἀλλ᾽ αὐτὸ ἐκεῖνο τὸ ὁρισθὲν εἰς τὴν ἐκείνου ταφὴν δοθῆναι πτωχοῖς. Εἷς γοῦν τῶν παρεστώτων, καὶ οὗτος τῶν ἐπιφανῶν, ἐσθῆτα πολυτελῆ προευτρεπίσας, κἀκείνῃ συνθάπτειν τὸ τοῦ θείου πρεσβύτου σῶμα προβουλευθεὶς, ἀκούσας τῆς ἐπιτιμίας, ἤλγησε, καὶ δοῦναι πτωχοῖς τὸ προετοιμασθὲν ἱμάτιον ὑπερέθετο, ἄξιον τίμημα δοῦναι μᾶλλον τοῖς δεομένοις κατὰ νοῦν ὁσιώτερον κρίνας. Ὃς αὐτίκα πληγεὶς ὑπὸ δαίμονος πονηροῦ, τῆς ἀνηκοΐας ἐτρύγα τὰ πικρότατα δράγματα, ἑαυτὸν πρὸ τῆς κλίνης τοῦ ὁσίου σπαράττων, καὶ τὸν ἀφρὸν ἐκ τοῦ στόματος ἀναβράσσων.
Ὁ δὲ συμπαθέστατος τοῦ Θεοῦ ἄνθρωπος λέγει τῷ πεπονθότι· Ἐπειδὴ, ὦ ἄνθρωπε, τί σοι παράλογον πέπρακται, καὶ πρὸς τοῦτον τὸν κίνδυνον ἔῤῥιψεν; Ὁ δὲ τῇ κελεύσει διαναστὰς, καίπερ ὑπὸ τοῦ δαίμονος τὸν νοῦν σκοτωθεὶς, τὸν κεκρυμμένον ἐξεῖπε λογισμὸν, καὶ τὴν παρακοὴν ἐφανέρωσεν. Ὃν ἐξομολογησάμενον ὁ συμπαθέστατος γέρων ὑγιῆ ἀποκατέστησεν, ἐπιθέσει ἁγίων χειρῶν καὶ εὐχῇ τοῦτον ἀπαλλάξας τοῦ πάθους· εἶτα καὶ προσειπών· Πλήρου σου τὴν ὑπόσχεσιν, ἄνθρωπε, ἣν πάλαι προενενόησας.
Τοιοῦτο τεράστιον πρὸς [τὰ] τῷ τέλει τοῦ βίου κατεργασάμενος, πολλαῖς τε παραινέσεσι τοὺς συνόντας πρὸς τὸν τῆς ἀρετῆς ζῆλον διαναστήσας, ὡς ὁ τελευταῖος αὐτοῦ λόγος δηλοῖ, εἰς τὸν ἀκύμαντον λιμένα τῆς αἰωνίου βασιλείας ἐξέπνευσε καὶ εὐαπόδεκτος.
Ποῦ δὲ τὴν ἐκείνου ψυχὴν ἀλλαχοῦ εἰκάζειν χρὴ καταλῦσαι, ἢ δῆλον ἐν σκηναῖς οὐρανίοις, ὅπου τάξεις ἀγγέλων, ὅπου χοροὶ προφητῶν, ὅπου θρόνοι ἀποστόλων, ὅπου χαρὰ τῶν μαρτύρων, ὅπου ὁσίων εὐφροσύνη, ὅπου διδασκάλων λαμπρότης, ὅπου πρωτοτόκων πανήγυρις, καὶ ἦχος καθαρὸς τῶν ἐκεῖθεν ἑορταζόντων. Εἰς ἐκεῖνα τὰ ἀγαθὰ, ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι, εἰς ἐκεῖνον τὸν ἱερὸν ἐφοίτησε χῶρον ἡ τοῦ μακαρίου καὶ ἀοιδίμου Πατρὸς ἡμῶν πολυμακάριστος καὶ ἁγία ψυχή. Ἡγοῦμαι δὲ τῇ πρὸς οὐρανὸν αὐτῆς ἀναβάσει ἡγεῖσθαι τὰς παρὰ τὸν βίον αὐτοῦ ἀρετὰς, καὶ δεικνύειν αὐτῇ ἑκάστην τὰ ἄῤῥητα ἐκεῖνα καὶ ἀθέατα κάλλη, καὶ προσελθοῦσαν τάχα τὴν μείζονα πασῶν τῶν ἀρετῶν ἀγάπην, οὕτως εἰπεῖν· Ὅρα, φιλτάτη ψυχὴ, οἷόν σοι προεξένησα κάλλος· καὶ σὺν τῷ λόγῳ καθυποδεῖξαι τὸ ἐντρύφημα.
Καὶ τὴν ταπεινοφροσύνην ἐπιδραμοῦσαν φράσαι· Σκόπει, πεποθημένη Θεῷ ψυχὴ, οἷον κἀγώ σοι τόπον ἀναπαύσεως ἡτοίμασα. Καὶ κατὰ μέρος τὰς πάσας εἰπεῖν τε καὶ καθυποδεῖξαι, οἵας αὐτῇ τὰς ἀντιδόσεις πρότερον φιλοπονηθεῖσαι προεξένησαν ὕστερον. Ὢ πολυυμνήτου καὶ ζηλωτῆς ἀποδημίας! ὢ θανάτου δακρύων μὴ δεομένου! ὢ χωρισμοῦ, τὴν ποθουμένην προξενοῦντος συνάφειαν! ὢ μεταστάσεως οὐ παρεχούσης τῷ μεταστάντι μετάμελον! ὢ κηδείας οὐ κεκτημένης μετάμελον! Ἐξ ὧν γὰρ τοὺς ἐκείνου τρόπους θαυμάζομεν, ἐκ τούτων τὴν παραμυθίαν λαμβάνομεν. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἀνθρώπων, ὁ θάνατος αἴτιος δακρύων τοῖς περιλειπομένοις γνωρίζεται· ἐπὶ δὲ τῶν ἁγίων, εὐφροσύνης καὶ πανηγύρεως καθίσταται πρόξενος· ὅτι οὐ θάνατος ὁ τοιοῦτος, ἀλλὰ μετάστασις μᾶλλον καὶ πρὸς τὰ κρείττω μετάβασις.
Ταῦτά σοι παρ᾽ ἡμῶν, τῶν Πατέρων ἄριστε, καὶ τῆς οἰκουμένης διδάσκαλε, τολμηρὰ γλώσση, ὡς δῶρα παρ᾽ ἀξίαν, προσάγεται τὰ ἐγκώμια· οὐχ ὡς χρῄζοντι (ποίαν γὰρ εὔκλειαν χαρίζεται λόγος, ὀπίσω τῆς ἀξίας τοῦ ἐπαινουμένου βαδίζων), πρὸς ὄνησιν δὲ μᾶλλον τῶν ζώντων· ὅτι μεγίστη τοῖς πολλοῖς ἐπὶ τὰ βελτίω παράκλησίς τε καὶ προτροπὴ, ἡ τῶν ἀγαθῶν ἀνδρῶν εὐφημία. Ἐκίνησε δὲ πρὸς τούτους ἡμᾶς τοὺς λόγους καὶ τολμητίας εἰργάσατο, πολλὰ μὲν καὶ ἄλλα.
Ἐῶ γὰρ ἐγὼ τὰ πολυειδῆ προτερήματα, καὶ τὸ τοῦ βίου καὶ λόγου κόσμῳ παντὶ διαλάλητον· τούτων δὲ πλέον ἡ θαυμαστή σου ἐπιστασία, καὶ ἀπολύτρωσις ἡ εἰς τὸν σοὶ γεγενημένον ὁμώνυμον, τὸν καὶ πρὸς τούτους ἡμᾶς ἀποδύσασθαι τοὺς ἀγῶνας προτρεψάμενον, ὃς ὑπὸ βαρβάρων ἐκγόνων τοῦ Ἰσμαὴλ δορυάλωτος ἀπαχθεὶς, καὶ τῆς ἐνεγκαμένης οὐ μικρὸν χρόνον χωρισθεὶς, πρὸς τὰ οἰκεῖα παλινοστῶν, καὶ τῆς ὁδοῦ τὴν λυσιτέλειαν ἀγνοῶν, τῆς σῆς ἔτυχε παραδόξου ἐπιστασίας, καὶ τὴν ὁδὸν ἐδιδάχθη τὴν πρὸς διάσωσιν μᾶλλον ἐπιτηδείαν, καὶ τοῦ σκοποῦ ὡς ἀληθῶς οὐ διήμαρτε. Ναὶ μὴν καὶ εἰς αὐτὸ καταντήσας τῶν κινδύνων τὸ ἄκρον, καὶ θάνατον ἐκδεχόμενος, ὑπὸ ἐπηρείας κατὰ τὴν ὁδὸν βαρβαρικῆς στενωθεὶς, ὡς μόνον τῆς σῆς ἐπεμνήσθη προσηγορίας, ἐπειπών· Ἅγιε Ἐφραῒμ, βοήθει μοι. Καὶ τὴν πλάνην τῶν κινδύνων ἀβλαβῶς ὑπερέβη, καὶ τοῦ φόβου κατεφρόνησε, καὶ σωτηρίας ὑπὲρ νοῦν τετύχηκε, καὶ τῇ πατρίδι παρ᾽ ἐλπίδα ὑπὸ τῆς σῆς προνοίας φρουρούμενος ἀποδέδοται.
Διὰ τοῦτο, εἰς τὰ προειρημένα προτεῖναι ἐκτατικώτερον ἐτολμήσαμεν, καὶ τῶν ἐπαίνων ἐφάψασθαι ἀκαθάρτοις ἐτολμήσαμεν χείλεσιν. Καὶ εἰ μὲν παρὰ πολὺ τοῦ δέοντος ἤλθομεν ἐν τοῖς λόγοις, αἴτιον σὲ γεγενῆσθαι τῆς ἐπιτυχίας στηλογραφήσομεν, καὶ σοὶ τὴν χάριν ὁμολογήσομεν. Εἰ δὲ παρὰ πολὺ τῆς ἀξίας οἱ ἔπαινοι, καὶ οὕτως πάλιν αἴτιον σὲ τῆς ἀποτυχίας καταιτιασόμεθα, κἂν τολμηρός πως ὁ λόγος. Σὺ γὰρ φεύγειν τοὺς ἐπαίνους βουλόμενος, καὶ ὡς ζῶν ἐν βίῳ, οὕτω καὶ μεταστὰς ταπεινοφρονεῖν ἀσπαζόμενος, παρεμποδίζεις τοὺς ἐγκωμιάζειν σε θέλοντας. Πλὴν κἄν τε τοῦτο, κἄν τε τὸ πρὸ αὐτῶν, ἡμεῖς τὸ χρέος, ὅσον εἰς δύναμιν, ἀφοσιούμεθα, καὶ πιστεύομεν, ὡς οὐδ᾽ ἀποστραφήσῃ ἡμᾶς τοὺς θερμοὺς φιλοπάτορας· ἀλλ᾽ ὡς παίδων προσφιλῆ γονεῦσι δέξῃ ψελλίσματα. Σὺ δὲ τῷ θείῳ παριστάμενος θυσιαστηρίῳ, καὶ τῇ ζωαρχικῇ καὶ ὑπεραγίᾳ λειτουργῶν σὺν ἀγγέλοις Τριάδι, μέμνησο πάντων ἡμῶν, αἰτούμενος ἡμῖν ἁμαρτημάτων ἄφεσιν, αἰωνίου τε βασιλείας ἀπόλαυσιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ θείῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.