ἐνταῦθα μὲν οὖν ὀλιγοχρόνιος τῶν ἠρινῶν ἀνθέων ἡ χάρις ἔτι ποθοῦντας ἡμᾶς ἐπιλείπουσα· οὐ γὰρ ἔφθημεν δρεψάμενοι καὶ ἐν ταῖς χερσὶν ἡμῶν ἀπεμαράνθη. ἐκεῖ δὲ τὸ ἄνθος οὐ πρὸς βραχὺ διαλάμπον εἶτα ἐκλεῖπον, ἀλλὰ διαρκὲς τὸ τερπνὸν ἔχον καὶ ἀΐδιον, χαρίεσσαν τὴν ὄψιν καὶ ἀθάνατον, ἀσυντέλεστον τὴν ἀπόλαυσιν· ἡ εὐωδία ἀκόρεστος, ἡ εὔχροια διηνεκῶς ἐξαστράπτουσα. οὐ βίαι ἀνέμων παραλυποῦσιν, οὐ νεομηνίαι ἀπομαραίνουσιν, οὐ παγετοὶ ἀποπνίγουσιν, οὐχ ἡλίου φλόγωσις καταφρύσσει· ἀλλὰ πνεῦμα μέτριον, λεπτὴν καὶ ἡδεῖάν τινα παρεχόμενον αὔραν καὶ κούφως αὐτοῖς καὶ προσηνῶς ἐπιπνέον, ἀδάμαστον χρόνῳ καὶ ἀμάραντον τὴν χάριν αὐτῶν διασῴζει. τὰ δὲ τῶν φυτῶν κάλλη ἄξια καὶ αὐτὰ τῆς δημιουργίας καὶ φυτείας τοῦ κτίσαντος· ὅσα φρυγανικὰ καὶ ὅσα ἔνθαμνα, τὰ μονοστέλεχα, τὰ πολύκλαδα, τὰ ὑψίκομα, τὰ ἀμφιθαλῆ, τὰ φυλλοβόλα, τὰ ἀείφυλλα, τὰ γυμνούμενα, τὰ ἀειθαλῆ, τὰ κάρπιμα, τὰ ἄκαρπα· τὰ μὲν τῇ χρείᾳ ὑπηρετούμενα, τὰ δὲ πρὸς ἀπόλαυσιν συμβαλλόμενα· πάντα μεγέθει καὶ κάλλει διαφέροντα, κατάσκια τοῖς κλάδοις, βρύοντα τοῖς καρποῖς, ἄλλοις ἄλλην χρείαν ὁμοῦ καὶ τέρψιν ἀφθόνως ἀποπληροῦσιν. ἑκάστου γὰρ τῶν καρπῶν τούτων πολὺ μὲν τὸ χαρίεν, πλέον δὲ πάλιν τοῦ τερπνοῦ τὸ χρειῶδες.