Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν παράδεισον

Γρηγόριος ὁ Νύσσης

Πνευματική και αλληγορική ερμηνεία της Εδέμ

Μετάβαση στην πνευματική κατανόηση του παραδείσου, όπου η τρυφή, τα φυτά και ο ποταμός της Εδέμ ερμηνεύονται ως σύμβολα του θείου φωτός και των αρετών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Ἆρά σε εὔφρανα τῇ διηγήσει τῶν τοῦ παραδείσου τερπνῶν ἢ πλέον ἐλύπησα τῇ τῶν φθαρτῶν παραθέσει; πάντως γάρ σου ἡ διάνοια ὑψηλὰ καὶ ὑπερκόσμια φρονοῦσα, οἷα δὴ τὸ πολίτευμα ἔχουσα ἐν οὐρανοῖς καὶ πρὸς τὴν ἄνω ἀξίαν ἀφορῶσα, τὰ τῆς ἐπαγγελίας ἐνενόει καὶ περιεσκόπει ἀκούσεσθαί τι τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, Ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. τίς οὖν ὁ διηγούμενος, εἰ ὀφθαλμὸς οὐκ εἶδεν; εἰ οὖς οὐκ ἤκουσεν, πῶς τὸ σὸν ὑποδέξεται; εἰ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς ἡ ἡμετέρα χωρήσει διάνοια; οὔτε οὖν τὰ σωματικὰ ἐκβάλλομεν καὶ τὰ πνευματικὰ ἐπιζητοῦμεν. ὡς γὰρ ἐπὶ τοῦ νόμου ἦν μὲν καὶ τὸ αἰσθητόν, ἀλλὰ τύπον ἐποίει τοῦ νοητοῦ, οὕτω καὶ τὸν παράδεισον νοοῦμεν μὲν καὶ σωματικῶς, ἀλληγοροῦμεν δὲ καὶ πνευματικῶς.

Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς. τὰ μὲν ὀνόματα τῶν φυτῶν σεσιώπηται, ὁ δὲ τόπος, ἐν ᾧ ἐφύτευσε, δεδήλωται, τουτέστιν ἐν τῇ τρυφῇ· Ἐδὲμ γὰρ τρυφὴ ἑρμηνεύεται. ἆρα οὖν τρυφὴν τὴν διὰ στόματος ὀνομάζει τὴν τῇ κοιλίᾳ παραδιδομένην καὶ ἧς τέλος ὁ ἀφεδρών, καὶ τοῦτό ἐστιν ἡ παρὰ θεοῦ χάρις περὶ τὸν ἄνθρωπον γαστρὸς πλήρωσις καὶ σαρκὸς εὐπάθεια καὶ διάχυσις ἡδονὴν ἐμποιοῦσα; ἢ τοῦτο μὲν εἰπεῖν οὐδὲ εὐσεβές; ἀκολασίας γάρ που καὶ ὕβρεως καὶ πάντων ὁμοῦ τῶν ἀπηγορευμένων ἐφόδιον ὑπερπιαίνειν τὸ σῶμα καὶ καταβαπτίζειν τῷ πλήθει τῶν βρωμάτων τὴν ἐνοικοῦσαν ψυχὴν εὐκατάφορον ποιοῦντα πρὸς πᾶσαν ἁμαρτίαν. οὐκοῦν ἄλλην χρὴ νοῆσαι τρυφὴν ἀξίαν θεοῦ, ἵνα καὶ ἡ φυτεία πρέπουσα τῇ γεωργίᾳ τοῦ θεοῦ λογισθῇ. τίς οὖν δύναται γενέσθαι τρυφὴ ἁγίοις ἀρμόττουσα; ἄκουσον τοῦ λέγοντος· Κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.

Ἐπεὶ οὖν ἄπειρον τὸ ποικίλον τῆς ἀρετῆς καὶ τὸ κάλλος ἀμήχανον, ἀπὸ τῆς πολυτρόπου τοῦ θεοῦ σοφίας τὴν ἀρχὴν εἰληφότα, διὰ τοῦτο γέγραπται ὅτι Ἐφύτευσεν ὁ θεὸς παράδεισον οὐχὶ κατὰ ἀνατολήν, ἀλλὰ Κατὰ ἀνατολάς. ἕκαστον γὰρ τῶν πεφυτευμένων παρὰ τοῦ κυρίου φυτῶν ἐν ἰδίῳ φωτὶ ἀρετῆς κεκαλλωπισμένον ἐξήστραπτεν. ἐκεῖ Τοῦ ποταμοῦ τὰ ὁρμήματα τοῦ εὐφραίνοντος τὴν πόλιν τοῦ θεοῦ. ἀλλαχοῦ δὲ Χειμάρρους τρυφῆς ὀνομάζεται, τρέφων καὶ αὔξων τῶν νοητῶν ἐκείνων φυτῶν τὰ κάλλη, ὅστις καὶ ἐν τοῖς ἑξῆς τῆς προκειμένης γραφῆς λέγεται Ποταμὸς ὁ πορευόμενος ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον.