Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν παράδεισον

Γρηγόριος ὁ Νύσσης

Παιδαγωγική σκοπιμότητα και αγιογραφικές μαρτυρίες

Ανάλυση του χρόνου εισαγωγής του ανθρώπου στον παράδεισο και παράθεση βιβλικών χωρίων περί της θείας γεωργίας των δικαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Ἐν μὲν οὖν τοῖς κατόπιν ἐγέγραπτο ὅτι πρότερον τὴν κτίσιν πληρώσας οὕτως ἐπεισήγαγεν εἰς ἀρχὴν οἱονεὶ καὶ κυριότητα ταύτης τὸν ἄνθρωπον, νῦν δὲ τὸ ἀνάπαλιν πρότερον ἔπλασε τὸν ἄνθρωπον καὶ τότε ἐφύτευσε τὸν παράδεισον. ἡ δὲ αἰτία ὅτι ἐκεῖ μέν, ἵνα πληρώσῃ τὸν οἶκον, τὸν οἰκοδεσπότην εὐθὺς ἐπεισήγαγε καὶ ἵνα μὴ πένητα κτίσας ὕστερον τὴν εὐπορίαν αὐτῷ χαρίσηται, ἐνταῦθα δὲ τὴν ἐκ προκοπῆς τελείωσιν χαρισάμενος ἀλλαχοῦ ἔκτισε καὶ ὕστερον ἐγκατοικίζει τῷ παραδείσῳ, ἵνα τὸ διάφορον καταμαθὼν τῆς τε ἔξω ζωῆς καὶ τῆς ἐν παραδείσῳ διαγωγῆς ἐκ τῆς συγκρίσεως ἑκατέρων καὶ αὐτῆς τῆς πείρας γνωρίσῃ μὲν τὴν ὑπεροχὴν τοῦ ἐν αὐτῷ κάλλους, φοβηθῇ δὲ τῆς ἐκπτώσεως τὴν ζημίαν.

Ἵνα δὲ νοήσῃς φυτείαν ἀξίαν θείας χειρὸς καὶ ἐργασίας, μνήσθητι τῶν ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ κυρίου πρὸς τοὺς μαθητὰς εἰρημένων ὅτι Ὑμεῖς ἐστε τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι· δηλονότι ὡς παρ᾽ αὐτοῦ φυτευθέντες. ταύτης εἰσὶ τῆς φυτείας καὶ οἱ ἐν τῷ οἴκῳ κυρίου πεφυτευμένοι, ὡς γέγραπται, καὶ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθοῦντες. τὸ δ᾽ αὐτὸ καὶ ἐν τῷ προφήτῃ· Ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. ὁ δὲ μιμητὴς τοῦ Χριστοῦ Παῦλος ἀποτολμᾷ καὶ λέγει ὅτι Θεοῦ συνεργοί ἐσμεν· θεοῦ γεώργιόν ἐστε· Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ὁ δὲ θεὸς ηὔξησεν. καὶ ὁ δίκαιος δὲ ὁ παρὰ τῷ Δαβὶδ ὡμοίωται τῷ ξύλῳ τῷ πεφυτευμένῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ πάλιν Δίκαιος ὡς φοῖνιξ ἀνθήσει· καὶ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν.