Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και μεθοδολογία του έργου

Εισαγωγή στη συγγραφή, εξέταση της απείρου φύσεως της αρετής, προβολή των βιβλικών προτύπων και καθορισμός της διττής -ιστορικής και πνευματικής- μεθοδολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 18

ΠΕΡΙ ΤΟΥ ΒΙΟΥ ΜΩΥΣΕΩΣ ΤΟΥ ΝΟΜΟΘΕΤΟΥ Η ΠΕΡΙ ΤΗΣ ΚΑΤ᾽ ΑΡΕΤΗΝ ΤΕΛΕΙΟΤΗΤΟΣ Οἷόν τι πάσχουσιν οἱ τῶν ἱππικῶν ἀγώνων φιλοθεάμονες, οἳ τοῖς παρ᾽ αὐτῶν σπουδαζομένοις ἐν ταῖς ἁμίλλαις τῶν δρόμων, κἂν μηδὲν προθυμίας εἰς τάχος ἐλλείπωσιν, ὅμως ὑπὸ τῆς περὶ νίκην σπουδῆς ἐπιβοῶσιν ἄνωθεν τὸν ὀφθαλμὸν τῷ δρόμῳ συμπεριάγοντες καὶ παρακινοῦσιν, ὥς γε νομίζουσιν, εἰς ὀξυτέραν ὁρμὴν τὸν ἡνίοχον, ἐποκλάζοντες ἅμα τοῖς ἵπποις καὶ ἀντὶ μάστιγος τὴν χεῖρα κατ᾽ αὐτῶν προτείνοντές τε καὶ ἐπισείοντες, οὐχ ὅτι συντελεῖ τι τὰ γινόμενα πρὸς τὴν νίκην αὐτὰ ποιοῦντες, ἀλλ᾽ εὐνοίᾳ τῇ πρὸς τοὺς ἀγωνιζομένους φωνῇ τε καὶ σχήματι τὴν σπουδὴν ὑπὸ προθυμίας ἐπισημαίνοντες, τοιοῦτόν τι δοκῶ καὶ αὐτὸς ποιεῖν, φίλων μοι καὶ ἀδελφῶν τιμιώτατε, ὅτι σου κατὰ τὸ τῆς ἀρετῆς στάδιον καλῶς ἐναγωνιζομένου τῷ θείῳ δρόμῳ καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως πυκνοῖς τε καὶ κούφοις συντεινομένου τοῖς ἅλμασιν ὑποφωνῶ τε καὶ ἐπισπεύδω καὶ ἐπιτείνειν τῇ σπουδῇ τὸ τάχος διακελεύομαι.

Ποιῶ δὲ ταῦτα οὐκ ἀλόγῳ τινὶ προθυμίᾳ πρὸς τοῦτο φερόμενος, ἀλλ᾽ ὡς ἀγαπητῷ τέκνῳ τὰ καθ᾽ ἡδονὴν χαριζόμενος. Τῆς γὰρ ἐπιστολῆς ἣν πρώην διεπέμψω ταύτην ἀπαγγελλούσης τὴν αἴτησιν τὸ γενέσθαι σοί τινα παρ᾽ ἡμῶν ὑποθήκην εἰς τὸν τέλειον βίον, πρέπειν ᾠήθην παρασχεῖν· ἄλλο μὲν σοί τι χρήσιμον ἴσως ἐκ τῶν λεγομένων οὐδέν, αὐτὸ δὲ τοῦτο πάντως οὐκ ἄχρηστον τὸ γενέσθαι σοὶ τῆς εὐπειθείας ὑπόδειγμα. Εἰ γὰρ ἡμεῖς οἱ τοσούτων ψυχῶν ἐν πατέρων τάξει προτεταγμένοι πρέπειν οἰόμεθα τῇ πολιᾷ ταύτῃ νεότητος σωφρονούσης ἐπίταγμα δέχεσθαι, πολὺ μᾶλλον εἰκός ἐστιν ἐν σοὶ κρατυνθῆναι τὸ τῆς εὐπειθείας κατόρθωμα, πρὸς ὑπακοὴν ἑκούσιον δι᾽ ἡμῶν παιδοτριβηθείσης σοι τῆς νεότητος.

Καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἐγχειρητέον δὲ ἤδη τῷ προκειμένῳ, Θεὸν καθηγεμόνα ποιησαμένοις τοῦ λόγου. Ἐπεζήτησας, ὦ φίλη κεφαλή, τύπῳ ὑπογραφῆναί σοι παρ᾽ ἡμῶν τίς ὁ τέλειός ἐστι βίος, δηλαδὴ πρὸς τοῦτο βλέπων ὡς, εἴπερ εὑρεθείη τῷ λόγῳ τὸ σπουδαζόμενον, μετενεγκεῖν εἰς τὸν ἴδιον βίον τὴν ὑπὸ τοῦ λόγου μηνυθεῖσαν χάριν. Ἐγὼ δὲ ἐν ἀμφοτέροις ἐπίσης ἀμηχανῶ· τό τε γὰρ περιλαβεῖν τῷ λόγῳ τὴν τελειότητα καὶ τὸ ἐπὶ τοῦ βίου δεῖξαι ὅπερ ἂν ὁ λόγος κατανοήσῃ ὑπὲρ τὴν ἐμὴν δύναμιν ἑκάτερον τούτων εἶναί φημι· τάχα δὲ οὐκ ἐγὼ μόνος, ἀλλὰ πολλοὶ καὶ τῶν μεγάλων τε καὶ κατ᾽ ἀρετὴν προεχόντων ἀνέφικτον αὐτοῖς εἶναι τὸ τοιοῦτον ὁμολογήσουσιν.

Ὡς δ᾽ ἂν μὴ δοκοίην, κατὰ τὸν ψαλμῳδὸν εἰπεῖν, ἐκεῖ φοβεῖσθαι φόβον ὅπου οὐκ ἔστι φόβος, σαφέστερον ὃ βούλομαι παραστήσω σοι. Ἡ τελειότης ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων ὅσα τῇ αἰσθήσει μετρεῖται πέρασί τισιν ὡρισμένοις διαλαμβάνεται, οἷον ἐπὶ τοῦ ποσοῦ, τοῦ τε συνεχοῦς καὶ τοῦ διωρισμένου. Πᾶν γὰρ τὸ ἐν ποσότητι μέτρον ἰδίοις τισὶν ὅροις ἐμπεριέχεται· καὶ ὁ πρὸς τὸν πῆχυν ἢ τὴν τοῦ ἀριθμοῦ δεκάδα βλέπων οἶδε τὸ ἀπό τινος ἀρξάμενον καὶ εἴς τι καταλῆξαν, ἐν ᾧ ἐστι τὸ τέλειον ἔχειν. Ἐπὶ δὲ τῆς ἀρετῆς ἕνα παρὰ τοῦ Ἀποστόλου τελειότητος ὅρον ἐμάθομεν, τὸ μὴ ἔχειν αὐτὴν ὅρον· ὁ γὰρ πολὺς ἐκεῖνος καὶ ὑψηλὸς τὴν διάνοιαν ὁ θεῖος Ἀπόστολος ἀεὶ διὰ τῆς ἀρετῆς τρέχων οὐδέποτε τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἔληξεν· οὐδὲ γὰρ ἀσφαλὴς αὐτῷ ἦν ἡ τοῦ δρόμου στάσις· διὰ τί; ὅτι πᾶν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει ὅρον οὐκ ἔχει, τῇ δὲ τοῦ ἐναντίου παραθέσει ὁρίζεται, ὡς ἡ ζωὴ τῷ θανάτῳ καὶ τὸ φῶς τῷ σκότῳ· καὶ πᾶν ὅλως ἀγαθὸν εἰς πάντα τὰ τοῖς ἀγαθοῖς ἐκ τοῦ ἐναντίου νοούμενα λήγει· ὥσπερ οὖν τὸ τῆς ζωῆς τέλος ἀρχὴ θανάτου ἐστίν, οὕτως καὶ τοῦ κατ᾽ ἀρετὴν δρόμου ἡ στάσις ἀρχὴ τοῦ κατὰ κακίαν γίνεται δρόμου.

Οὐκοῦν οὐ διεψεύσθη ὁ λόγος ἡμῖν, ἀμήχανον ἐπὶ τῆς ἀρετῆς εἶναι τὴν τῆς τελειότητος περίληψιν λέγων· ἐδείχθη γὰρ ὅτι τὸ διαλαμβανόμενον πέρασιν ἀρετὴ οὐκ ἔστιν. Ἐπεὶ δὲ καὶ τοῖς μετιοῦσι τὸν κατ᾽ ἀρετὴν βίον ἀδύνατον εἶπον εἶναι τὸ ἐπιβῆναι τῆς τελειότητος, οὕτως ὁ λόγος καὶ περὶ τούτου σαφηνισθήσεται.

Τὸ πρώτως καὶ κυρίως ἀγαθόν, οὗ ἡ φύσις ἀγαθότης ἐστίν, αὐτὸ τὸ Θεῖον, ὅ τί ποτε τῇ φύσει νοεῖται, τοῦτο καὶ ἔστι καὶ ὀνομάζεται. Ἐπεὶ οὖν οὐδεὶς ἀρετῆς ὅρος πλὴν κακίας ἐδείχθη, ἀπαράδεκτον δὲ τοῦ ἐναντίου τὸ Θεῖον, ἀόριστος ἄρα καὶ ἀπεράτωτος ἡ θεία φύσις καταλαμβάνεται· ἀλλὰ μὴν ὁ τὴν ἀληθῆ μετιὼν ἀρετὴν οὐδὲν ἕτερον ἢ Θεοῦ μετέχει, διότι αὐτός ἐστιν ἡ παντελὴς ἀρετή· ἐπεὶ οὖν τὸ τῇ φύσει καλὸν εἰς μετουσίαν ἐπιθυμητὸν πάντως ἐστὶ τοῖς γινώσκουσι, τοῦτο δὲ ὅρον οὐκ ἔχει, ἀναγκαίως καὶ ἡ τοῦ μετέχοντος ἐπιθυμία τῷ ἀορίστῳ συμπαρατείνουσα στάσιν οὐκ ἔχει.

Οὐκοῦν ἄπορόν ἐστι παντάπασι τοῦ τελείου τυχεῖν, διότι ἡ τελειότης, καθὼς εἴρηται, ὅροις οὐ διαλαμβάνεται, τῆς δὲ ἀρετῆς εἷς ὅρος ἐστὶ τὸ ἀόριστον· πῶς οὖν ἄν τις ἐπὶ τὸ ζητούμενον φθάσειε πέρας, οὐχ εὑρίσκων τὸ πέρας;

Οὐ μὴν ἐπειδὴ καθόλου τὸ ζητούμενον ἄληπτον ὁ λόγος ὑπέδειξεν, ἀμελητέον ἂν εἴη τῆς ἐντολῆς τοῦ Κυρίου, ἥ φησι· γίνεσθε τέλειοι, ὡς Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. Ἐπὶ γὰρ τῶν τῇ φύσει καλῶν, κἂν μὴ τοῦ παντὸς τυχεῖν δυνατὸν ᾖ, τὸ καὶ μὴ τοῦ μέρους ἀποτυχεῖν κέρδος ἂν εἴη μέγα, τοῖς γε νοῦν ἔχουσι.

Πᾶσαν τοίνυν ἐπιδεικτέον σπουδὴν μὴ παντελῶς ἐκπεσεῖν τῆς ἐνδεχομένης τελειότητος, ἀλλὰ τοσοῦτον ἀπ᾽ αὐτῆς κτήσασθαι, ὅσον ἂν ἔνδον τοῦ ζητουμένου χωρήσωμεν· τάχα γὰρ τὸ οὕτως ἔχειν, ὡς ἀεὶ ἐθέλειν ἐν τῷ καλῷ τὸ πλέον ἔχειν, ἡ τῆς ἀνθρωπίνης φύσεως τελειότης ἐστί.

Δοκεῖ δέ μοι καλῶς ἔχειν τῇ Γραφῇ περὶ τούτου συμβούλῳ χρήσασθαι· φησὶ γάρ που διὰ τῆς Ἠσαΐου προφητείας ἡ θεία φωνή· ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς. Ταῦτα γὰρ πάντως ὁ λόγος τοῖς ἔξω τῆς ἀρετῆς πλανωμένοις διακελεύεται, ἵνα, καθάπερ οἱ ἐν πελάγει τῆς εὐθείας τοῦ λιμένος παρενεχθέντες κατὰ τὸ φανὲν σημεῖον τῆς πλάνης ἑαυτοὺς ἐπανάγουσιν ἢ πυρσὸν ἰδόντες ἀπὸ ὕψους αἰρόμενον ἢ κορυφήν τινος ἀκρωρείας ἀναφανεῖσαν, τὸν αὐτὸν τρόπον τοὺς ἀκυβερνήτῳ τῇ διανοίᾳ κατὰ τὴν τοῦ βίου θάλασσαν πλανωμένους τῷ κατὰ τὴν Σάρραν καὶ Ἀβραὰμ ὑποδείγματι πάλιν κατευθύνῃ πρὸς τὸν λιμένα τοῦ θείου θελήματος.

Ἐπειδὴ γὰρ πρὸς τὸ θῆλύ τε καὶ ἄρρεν ἡ ἀνθρωπίνη μεμέρισται φύσις καὶ ἀμφοτέροις ἐπίσης κατ᾽ ἐξουσίαν ἡ πρὸς ἀρετὴν καὶ κακίαν αἵρεσις πρόκειται, διὰ τοῦτο ἑκατέρῳ τμήματι τὸ κατάλληλον τῆς ἀρετῆς ὑπόδειγμα παρὰ τῆς θείας προεδείχθη φωνῆς, ἵνα πρὸς τὸ συγγενὲς ἑκάτεροι βλέποντες, πρὸς μὲν τὸν Ἀβραὰμ οἱ ἄνδρες, πρὸς δὲ τὴν Σάρραν τὸ ἕτερον μέρος, ἀμφότεροι διὰ τῶν οἰκείων ὑποδειγμάτων πρὸς τὸν κατ᾽ ἀρετὴν βίον διευθύνοιντο.

Ἴσως δ᾽ ἂν τοίνυν ἐξαρκέσειε καὶ ἡμῖν ἑνός τινος τῶν κατὰ τὸν βίον εὐδοκίμων ἡ μνήμη τὴν τοῦ πυρσοῦ χρείαν πληρῶσαι καὶ ὑποδεῖξαι πῶς ἐστι δυνατὸν τῷ ἀκλύστῳ τῆς ἀρετῆς λιμένι τὴν ψυχὴν καθορμίσαι, μηδαμοῦ ταῖς τοῦ βίου ζάλαις ἐγχειμασθεῖσαν μηδὲ κατὰ τὰς ἐπαλλήλους τῶν παθῶν τρικυμίας τῷ βυθῷ τῆς κακίας ἐνναυαγήσασαν.

Τάχα γὰρ καὶ τούτου χάριν ἡ τῶν ὑψηλῶν ἐκείνων πολιτεία δι᾽ ἀκριβείας ἱστόρηται, ὡς ἂν διὰ τῆς τῶν προκατορθωκότων μιμήσεως ὁ ἐφεξῆς βίος πρὸς τὸ ἀγαθὸν ἀπευθύνοιτο. Τί οὖν, ἐρεῖ τις, εἰ μήτε Χαλδαῖος ἐγώ, ὥσπερ ὁ Ἀβραὰμ μνημονεύεται, μήτε τῆς θυγατρὸς τοῦ Αἰγυπτίου τρόφιμος, ὡς περὶ τοῦ Μωϋσέως ὁ λόγος κατέχει, μηδ᾽ ὅλως ἐν τοῖς τοιούτοις πρός τινα τῶν ἀρχαίων ἔχω τι κατὰ τὸν βίον κατάλληλον, πῶς εἰς τὴν αὐτὴν τάξιν ἑνὶ τούτων ἐμαυτὸν καταστήσω, μὴ ἔχων ὅπως τὸν τοσοῦτον ἀφεστῶτα διὰ τῶν ἐπιτηδευμάτων μιμήσομαι; Πρὸς ὃν ἐροῦμεν, ὅτι οὔτε τὸ Χαλδαῖον εἶναι κακίαν ἢ ἀρετὴν κρίνομεν, οὔτε τῇ ἐν Αἰγύπτῳ ζωῇ οὔτε τῇ ἐν Βαβυλῶνι διατριβῇ τοῦ βίου τις τοῦ κατ᾽ ἀρετὴν ἐξοικίζεται, οὐδ᾽ αὖ πάλιν ἐν τῇ Ἰουδαίᾳ μόνον γνωστὸς ὁ Θεὸς τοῖς ἀξίοις γίνεται, οὐδὲ Σιὼν κατὰ τὴν πρόχειρον ἔννοιαν τὸ θεῖόν ἐστιν οἰκητήριον, ἀλλά τινος λεπτοτέρας ἡμῖν χρεία τῆς διανοίας καὶ ὀξυτέρας τῆς ὄψεως, ὡς διϊδεῖν ἐκ τῆς ἱστορίας ποίων Χαλδαίων ἢ Αἰγυπτίων πόρρω γενόμενοι καὶ ποίας Βαβυλωνίων αἰχμαλωσίας ἀπολυθέντες τοῦ μακαρίου βίου ἐπιβησόμεθα.

Μωϋσῆς τοίνυν ἡμῖν εἰς ὑπόδειγμα βίου προτεθήτω τῷ λόγῳ, οὗ τὸν βίον πρῶτον ἐν ἐπιδρομῇ διελθόντες, καθὼς παρὰ τῆς θείας Γραφῆς μεμαθήκαμεν, οὕτω τὴν πρόσφορον τῇ ἱστορίᾳ διάνοιαν εἰς ἀρετῆς ὑποθήκην ἀναζητήσομεν, δι᾽ ἧς τὸν τέλειον ὡς ἐν ἀνθρώποις βίον ἐπιγνωσόμεθα.