Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Πνευματική θεωρία: Η αντιπαράθεση με την πλάνη και η ερμηνεία των πληγών

Η αλληγορική προσέγγιση της αντιμέτωπισης του Φαραώ, της αγγελικής συμπαράστασης και των πληγών ως συνεπειών της κακής ανθρώπινης προαιρέσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 8 από 18

Ὁ τοίνυν ἐν περινοίᾳ τούτων γενόμενος θεὸς ἄντικρυς γίνεται τῶν ἀνθεστηκότων μὲν τῇ ἀληθείᾳ, πρὸς δὲ τὴν ὑλώδη ταύτην καὶ ἀνυπόστατον ἀπάτην ἐπτοημένων, οἷς τὸ ἀκοῦσαι τοῦ ὄντος ὥς τι τῶν ματαίων καταπεφρόνηται.

Φησὶ γὰρ ὁ Φαραώ· τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ; Οὐκ οἶδα τὸν Κύριον. Μόνον δὲ νομίζεται τίμιον ὅσον ὑλῶδες καὶ σάρκινον τῶν περὶ τὰς ἀλογωτέρας αἰσθήσεις ἀναστρεφομένων. Εἰ τοίνυν ἐπὶ τοσοῦτον διὰ τῆς τοῦ φωτὸς ἐκλάμψεως δυναμωθείη καὶ τοσαυτὴν ἰσχύν τε καὶ ἐξουσίαν κατὰ τῶν ἀντιτεταγμένων λάβοι, τότε, καθάπερ τις ἀθλητὴς ἱκανῶς ἐν παιδοτρίβου τὴν ἀθλητικὴν ἀνδρείαν ἐκμελετήσας, θαρσῶν ἤδη καὶ πεποιθώς, πρὸς τὸν ἀγῶνα τῶν ἐχθρῶν ἀποδύεται, διὰ χειρὸς τὴν βακτηρίαν ἔχων ἐκείνην, τουτέστι τὸν λόγον τῆς πίστεως, ᾧ μέλλει τοὺς Αἰγυπτίους ὄφεις καταγωνίζεσθαι.

Ἀκολουθήσει δὲ αὐτῷ καὶ ἡ ἐξ ἀλλοφύλων ὁμόζυγος· ἔστι γάρ τι καὶ τῆς ἔξω παιδεύσεως πρὸς συζυγίαν ἡμῶν εἰς τεκνογονίαν ἀρετῆς οὐκ ἀπόβλητον. Καὶ γὰρ ἡ ἠθική τε καὶ φυσικὴ φιλοσοφία γένοιτο ἄν ποτε τῷ ὑψηλοτέρῳ βίῳ σύζυγός τε καὶ φίλη καὶ κοινωνὸς τῆς ζωῆς, μόνον εἰ τὰ ἐκ ταύτης κυήματα μηδὲν ἐπάγοιτο τοῦ ἀλλοφύλου μιάσματος.

Τούτου γὰρ μὴ περιτμηθέντος καὶ περιαιρεθέντος, ὥστε πᾶν ἐπιβλαβὲς καὶ ἀκάθαρτον ἀφαιρεθῆναι, ὁ συναντῶν ἄγγελος τὸν περὶ θανάτου φόβον ἐπάγει· ὃν ἱλεοῦται ἡ σύμβιος, ἡ καθαρὸν ἀποδεικνύουσα τὸ ἑαυτῆς ἔγγονον τῇ περιαιρέσει τοῦ ἰδιώματος ἀφ᾽ οὗ γνωρίζεται τὸ ἀλλόφυλον.

Οἶμαι δὲ τῷ μεμυημένῳ τῆς ἱστορικῆς ὑφηγήσεως πρόδηλον εἶναι διὰ τῶν εἰρημένων τὴν ἀκολουθίαν τῆς κατ᾽ ἀρετὴν ἐπιδόσεως ἣν ὑποδείκνυσιν ὁ λόγος, τῷ εἱρμῷ τῶν ἱστορικῶν αἰνιγμάτων ἀκολούθως ἑπόμενος. Ἔστι γάρ τι τῆς φιλοσόφου γονῆς ἐν μαθήμασι σαρκῶδές τε καὶ ἀκρόβυστον, οὗ περιαιρεθέντος τῆς Ἰσραηλιτικῆς εὐγενείας ἐστὶ τὸ λειπόμενον.

Οἷον ἀθάνατον εἶναι τὴν ψυχὴν καὶ ἡ ἔξωθεν φιλοσοφία φησίν· οὗτος ὁ εὐσεβής ἐστι τόκος. Ἀλλὰ μεταβαίνειν ἀπὸ σωμάτων εἰς σώματα καὶ ἐκ λογικῆς φύσεως εἰς ἄλογον αὐτὴν μεταφύεσθαι, τοῦτο ἡ σαρκώδης τε καὶ ἀλλόφυλός ἐστιν ἀκροβυστία. Καὶ ἄλλα τοιαῦτα πολλά. Θεὸν εἶναί φησιν, ἀλλὰ καὶ ὑλικὸν αὐτὸν οἴεται.

Δημιουργὸν αὐτὸν ὁμολογεῖ, ἀλλὰ ὕλης πρὸς τὴν δημιουργίαν δεόμενον. Ἀγαθόν τε καὶ δυνατὸν εἶναι δίδωσιν, ἀλλὰ παραχωρεῖν ἐν πολλοῖς τῇ ἀνάγκῃ τῆς εἱμαρμένης. Καὶ τί ἄν τις τὰ καθ᾽ ἕκαστον διηγοῖτο, ὅπως τὰ καλὰ τῶν δογμάτων παρὰ τῇ ἔξω φιλοσοφίᾳ ταῖς ἀτόποις προσθήκαις καταμολύνεται· ὧν περιαιρεθέντων ἵλεως ἡμῖν ὁ τοῦ θεοῦ ἄγγελος γίνεται, ὡς τῷ γνησίῳ τόκῳ τῶν τοιούτων δογμάτων ἐπαγαλλόμενος.

Ἀλλ᾽ ἐπανιτέον πρὸς τὴν ἀκολουθίαν τοῦ λόγου ὡς ἂν καὶ ἡμῖν ἀπαντήσειέ ποτε πλησίον γενομένοις τῶν Αἰγυπτίων ἀγώνων ἡ ἀδελφικὴ συμμαχία. Μεμνήμεθα γὰρ ὅτι κατ᾽ ἀρχὰς μὲν τοῦ κατ᾽ ἀρετὴν βίου συντυχία γίνεται τῷ Μωϋσεῖ πολεμική τε καὶ στασιώδης, Ἑβραῖον καταπονοῦντος τοῦ Αἰγυπτίου καὶ πάλιν Ἑβραίου πρὸς τὸ ὁμόφυλον στασιάζοντος.

Ἤδη δὲ πρὸς τὸ μεῖζον τῶν τῆς ψυχῆς κατορθωμάτων διά τε τῆς μακρᾶς ἐπιμελείας καὶ τῆς ἐν τῷ ὕψει γενομένης φωταγωγίας ἐπαρθέντι, φίλιός τε καὶ εἰρηνικὴ γίνεται ἡ συντυχία, θεόθεν τοῦ ἀδελφοῦ πρὸς τὴν ἀπάντησιν αὐτοῦ παρορμηθέντος. Εἰ γὰρ πρὸς τὴν τροπικωτέραν μεταληφθείη θεωρίαν τὸ καθ᾽ ἱστορίαν γεγενημένον, οὐδὲν ἂν ἡμῖν ἄχρηστον πρὸς τὸν ἡμέτερον εὑρεθείη σκοπόν.

Τῷ ὄντι γὰρ τοῖς ἐν ἀρετῇ κατορθοῦσι καὶ ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα τῇ φύσει ἡμῶν συμμαχία συνίσταται, ἣ προγενεστέρα μέν ἐστι κατὰ τὴν πρώτην γένεσιν, τότε δὲ φαίνεται καὶ γνωρίζεται, ὅταν ἱκανῶς τῷ ὑψηλοτέρῳ βίῳ διὰ προσοχῆς τε καὶ ἐπιμελείας ἑαυτοὺς οἰκειώσαντες πρὸς τοὺς ἰσχυροτέρους τῶν ἀθλητῶν ἀποδυώμεθα.

Ὡς δ᾽ ἂν μὴ δι᾽ αἰνίγματος ἡμῖν τὰ αἰνίγματα διαλύοιτο, γυμνότερον ἐκθήσομαι τὴν περὶ τούτου διάνοιαν. Λόγος τίς ἐστιν, ἐκ πατρικῆς παραδόσεως τὸ πιστὸν ἔχων, ὅς φησι, πεσούσης ἡμῶν εἰς ἁμαρτίαν τῆς φύσεως, μὴ περιιδεῖν τὸν θεὸν τὴν πτῶσιν ἡμῶν ἀπρονόητον, ἀλλ᾽ ἄγγελόν τινα τῶν τὴν ἀσώματον εἰληχότων φύσιν παρακαθιστᾶν εἰς συμμαχίαν τῇ ἑκάστου ζωῇ, ἐκ δὲ τοῦ ἐναντίου τὸν φθορέα τῆς φύσεως ἀντιμηχανᾶσθαι τὸ ἴσον, διὰ πονηροῦ τινος καὶ κακοποιοῦ δαίμονος τῇ τοῦ ἀνθρώπου ζωῇ λυμαινόμενον, ἐν μέσῳ δὲ ὄντα τῶν δύο τὸν ἄνθρωπον τὸν ἑκατέρου τῶν παρεπομένων σκοπὸν ὑπεναντίως πρὸς τὸν ἕτερον ἔχοντα δι᾽ ἑαυτοῦ ποιεῖν κατὰ τοῦ ἄλλου ἐπικρατέστερον, προδεικνύντος τοῖς λογισμοῖς τοῦ μὲν ἀγαθοῦ τὰ τῆς ἀρετῆς ἀγαθά, ὅσα τοῖς κατορθοῦσιν δι᾽ ἐλπίδος ὁρᾶται, τοῦ δὲ ἑτέρου τὰς ὑλώδεις ἡδονάς, ἀφ᾽ ὧν ἐλπὶς μὲν ἀγαθῶν οὐδεμία, τὸ δὲ παρὸν καὶ μετεχόμενον καὶ ὁρώμενον τὰς αἰσθήσεις τῶν ἀνοήτων ἀνδραποδίζεται.

Εἴπερ οὖν ἀλλοτριωθείη τις τῶν ἐπὶ κακῷ δελεαζόντων, πρὸς τὸ κρεῖττον τοῖς λογισμοῖς ἐπιτρέψας, καὶ οἱονεὶ κατὰ νώτου τὴν κακίαν ποιήσειεν, ἀντιπρόσωπον τὴν ἑαυτοῦ ψυχήν, οἷόν τι κάτοπτρον, πρὸς τὴν ἐλπίδα τῶν ἀγαθῶν στήσας, ὡς τῆς προδεικνυμένης αὐτῷ θεόθεν ἀρετῆς τὰς εἰκόνας τε καὶ τὰς ἐμφάσεις τῷ καθαρῷ τῆς ἰδίας ψυχῆς ἐντυπώσασθαι, τότε αὐτῷ ἡ τοῦ ἀδελφοῦ συμμαχία συναντᾷ καὶ συνίσταται. Ἀδελφὸς γὰρ τρόπον τινὰ κατὰ τὸ λογικόν τε καὶ νοερὸν τῆς ψυχῆς τοῦ ἀνθρώπου ὁ ἄγγελος, ὁ τότε, καθὼς εἴρηται, φαινόμενός τε καὶ παριστάμενος, ὅταν τῷ Φαραὼ προσεγγίζωμεν.

Μηδεὶς δὲ διόλου τὴν τῆς ἱστορίας ἔκθεσιν παρατεθεῖσθαι τῷ εἱρμῷ τῆς τοιαύτης τοῦ νοῦ θεωρίας οἰόμενος, εἴ πού τι τῶν γεγραμμένων ἔξω ταύτης τῆς διανοίας εὑρίσκοιτο, δι᾽ ἐκείνου καὶ τὸ πᾶν ἀθετείτω· ἀλλ᾽ ἀεὶ μεμνήσθω τοῦ σκοποῦ τῶν ἡμετέρων λόγων, πρὸς ὃν βλέποντες ταῦτα διεξερχόμεθα, εὐθὺς ἐν προοιμίοις ἐπειπόντες τῶν εὐδοκίμων ἀνδρῶν τοὺς βίους εἰς ἀρετῆς ὑπόδειγμα τοῖς ἐφεξῆς προκεῖσθαι.

Ἐπεὶ οὖν δι᾽ αὐτῆς τῶν πραγμάτων τῆς ὕλης ἐλθεῖν τοὺς ζηλούντας τὰ ἐκείνων οὐχ οἷόν τε (πῶς γὰρ ἂν εὑρεθείη πάλιν ὁ ἐκ μετοικεσίας ἐν Αἰγύπτῳ λαὸς πληθυνόμενος καὶ πάλιν ὁ καταδουλούμενος τύραννος ὁ πρὸς τὴν ἄρρενα γονὴν δυσμενῶς ἔχων, τὸ δὲ μαλακώτερόν τε καὶ ἀσθενέστερον εἰς πλῆθος αὔξων καὶ τὰ ἄλλα πάντα ὅσα περιέχει ὁ λόγος), ἐπεὶ οὖν ἀδύνατον ἀπεδείχθη δι᾽ αὐτῶν τῶν πραγμάτων τὰ τῶν μακαρίων μιμήσασθαι θαύματα, μεταληπτέον ἂν εἴη πρός τινα ἠθικὴν διδασκαλίαν ἐκ τῆς ὑλικῆς ἀκολουθίας τὰ ἐνδεχόμενα, δι᾽ ὧν ἄν τις γένοιτο τοῖς πρὸς ἀρετὴν ἐσπουδακόσι πρὸς τὸν τοιοῦτον βίον συνεργία.

Εἰ δέ τι τῶν ἐν τῇ ἱστορίᾳ γεγονότων ἔξω τοῦ εἱρμοῦ τῆς ἀνηγμένης διανοίας ἡ τῶν πραγμάτων ἀνάγκη πεσεῖν ἐκβιάσαιτο, ὑπερβάντας τοῦτο, ὡς πρὸς τὸν ἡμέτερον σκοπὸν ἀλυσιτελὲς καὶ ἀνόνητον, μὴ διακόπτειν ἔξεστι τῆς ἀρετῆς τὴν ὑφήγησιν.

Ταῦτα δέ φημι περὶ τῶν κατὰ τὸν Ἀαρὼν νοηθέντων, τὸ ἀντιπίπτον ἐκ τοῦ ἀκολούθου προθεραπεύων. Ἐρεῖ γάρ τις τὸ μὲν συγγενῶς ἔχειν πρὸς τὴν ψυχὴν ἐν τῷ νοητῷ τε καὶ ἀσωμάτῳ τὸν ἄγγελον καὶ τὸ προγενέστερον τῆς ἡμετέρας κατασκευῆς εἶναι καὶ τὸ συνίστασθαι τοῖς πρὸς τοὺς ἀντιπάλους συμπλεκομένοις μὴ ἀμφιβάλλειν, μὴ μέντοι καλῶς ἔχειν εἰς ἐκείνου τύπον τὸν Ἀαρὼν νοεῖν, τὸν τῆς εἰδωλολατρείας τοῖς Ἰσραηλίταις καθηγησάμενον.

Πρὸς ὃν ἐροῦμεν, τὸν εἱρμὸν ὑπερβάντες, ταῦτα ἃ εἰρήκαμεν ὅτι τὸ ἔξω τοῦ σκοποῦ μὴ ἀνατρεπέτω τὴν ἐν τοῖς λοιποῖς ἁρμονίαν, καὶ ὅτι ὁμώνυμόν τι χρῆμα καὶ τὸ τοῦ ἀδελφοῦ καὶ τὸ τοῦ ἀγγέλου ἐστίν, ἴσως ἐφ᾽ ἑκατέρῳ τῶν ἀντικειμένων ταῖς σημασίαις ἐφαρμοζόμενον.

Οὐ γὰρ δὴ τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ τοῦ Σατανᾶ ἄγγελος ὀνομάζεται· καὶ οὐ τὸν χρηστὸν μόνον, ἀλλὰ καὶ τὸν πονηρὸν ἀδελφὸν καλοῦμεν. Οὕτω γάρ φησιν ἡ Γραφὴ ἐπὶ μὲν τῶν χρηστοτέρων· ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· ἐπὶ δὲ τῶν ἐναντίων, ὅτι· πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ.

Ταῦτα δὲ τῇ ἀκολουθίᾳ παραθέντες τοῦ λόγου καὶ τὴν ἀκριβεστέραν ὑπὲρ αὐτῶν θεωρίαν εἰς τὸν ἴδιον ὑπερθέμενοι τόπον, νῦν τῶν προκειμένων ἁψώμεθα. Ὁ τοίνυν ἑαυτόν τε τῷ ἐπιφανέντι φωτὶ δυναμώσας καὶ τὸν τοιοῦτον ἀδελφὸν σύμμαχόν τε καὶ παραστάτην κτησάμενος, θαρσῶν τῷ λαῷ τοὺς ὑπὲρ τῆς ἐλευθερίας προσάγει λόγους καὶ τῆς πατρικῆς εὐγενείας ἀναμιμνῄσκει καὶ ὅπως ἂν ἔξω γένοιντο τῆς περὶ τὸν πηλὸν καὶ τὴν πλινθείαν ταλαιπωρίας δίδωσι γνώμην.

Τί οὖν ἡμᾶς διὰ τούτων παιδεύει ἡ ἱστορία; τὸ μὴ δεῖν κατατολμᾶν τῆς ἐν τῷ λαῷ φωνῆς τὸν μὴ διὰ τῆς τοιαύτης ἀγωγῆς πρὸς τὴν τῶν πολλῶν ὁμιλίαν τὸν λόγον παρασκευάσαντα. Ὁρᾷς γὰρ ὡς νέος ὢν ἔτι, πρὶν εἰς τοσοῦτον αὐξηθῆναι τῇ ἀρετῇ, ἐπὶ δύο τινῶν ἀνθρώπων οὐκ ἀξιόπιστος ἐνομίσθη σύμβουλος εἰρήνης γενέσθαι τοῖς στασιάζουσι, νυνὶ δὲ τοσαύταις μυριάσι κατὰ ταὐτὸν διαλέγεται, μονονουχὶ βοώσης σοι τοῦτο τῆς ἱστορίας, μὴ ἐπιτολμᾶν ἐν διδασκαλίᾳ τῇ συμβουλῇ τῶν ἀκουόντων, εἰ μὴ διὰ τοιαύτης καὶ τοσαύτης ἐπιμελείας ἡ περὶ τούτου κατορθωθείη σοι δύναμις.

Ἀλλὰ γενομένων τῶν χρηστοτέρων λόγων καὶ τῆς ἐλευθερίας ὑποδειχθείσης καὶ τῶν ἀκουόντων πρὸς τὴν ἐπιθυμίαν ταύτην ἐπιρρωσθέντων, παροξύνεται ὁ πολέμιος καὶ ἐπιτείνει τὴν ἀλγηδόνα τοῖς ὑπηκόοις τοῦ λόγου. Οὐδὲ τοῦτο ἔξω τῶν νῦν γινομένων ἐστίν. Πολλοὶ γὰρ τῶν παραδεξαμένων τὸν ἐλευθερωτὴν τῆς τυραννίδος λόγον καὶ προστιθεμένων τῷ κηρύγματι μέχρι τοῦ νῦν ταῖς τῶν πειρασμῶν προσβολαῖς ὑπὸ τοῦ ἀντικειμένου ἐπηρεάζονται.

Ἐξ ὧν πολλοὶ μὲν δοκιμώτεροι καὶ βεβαιότεροι περὶ τὴν πίστιν καθίστανται, τῇ προσβολῇ τῶν λυπούντων στομούμενοι, τῶν δὲ ἀσθενεστέρων τινὲς καὶ ἐποκλάζουσι τοῖς τοιούτοις συμπτώμασιν, ἄντικρυς ἐκεῖνα φθεγγόμενοι τὸ λυσιτελεῖν αὐτοῖς μᾶλλον ἀνηκόοις μεῖναι τοῦ τῆς ἐλευθερίας κηρύγματος ἢ τοῖς τοιούτοις διὰ τὴν αἰτίαν ταύτην συνενεχθῆναι, ὃ δὴ καὶ τότε ἐγένετο, ὑπὸ μικροψυχίας τῶν Ἰσραηλιτῶν ἐν αἰτίᾳ ποιουμένων τοὺς τὴν ἀπαλλαγὴν αὐτοῖς τῆς δουλείας ἐπαγγείλαντας. Ἀλλ᾽ οὐδὲν μᾶλλον ἀνήσει ὁ λόγος πρὸς τὸ καλὸν ἐφελκόμενος, κἂν παιδικῶς ἀποδειλιάσῃ πρὸς τὰς τῶν πειρασμῶν ἀηθείας ὁ νήπιος ἔτι καὶ ἀτελὴς τὴν διάνοιαν.

Τῷ μὲν γὰρ βλαπτικῷ καὶ φθοροποιῷ δαίμονι τοῦτο κατὰ τῶν ἀνθρώπων σπουδάζεται τὸ μὴ εἰς τὸν οὐρανὸν βλέπειν τὸ ὑποχείριον, ἀλλὰ τὸ εἰς γῆν κύπτειν καὶ τὸν πηλὸν ἐν ἑαυτῷ πλινθεύειν. Ὅ τι γὰρ ἂν ᾖ τῆς ὑλικῆς ἀπολαύσεως ὡς ἐκ γῆς ἐστι πάντως ἢ ὕδατος, παντί που δῆλον, εἴτε τι τῶν περὶ γαστέρα καὶ θοίνην σπουδαζομένων εἴτε καὶ ὅσα περὶ τὸν πλοῦτον ὁρᾶται.

Ἡ δὲ τῶν στοιχείων τούτων μίξις πηλὸς γίνεται καὶ ὀνομάζεται· οὗ πληροῦντες ἑαυτοὺς οἱ πρὸς τὰς πηλώδεις ἡδονὰς κεχηνότες οὐδέποτε τὴν δεκτικὴν τῶν ἡδονῶν εὐρυχωρίαν πλήρη φυλάσσουσιν, ἀλλὰ τὸ ἀεὶ πληρούμενον κενὸν γίνεται πάλιν τῷ ἐπεισρέοντι. Οὕτω γὰρ ὁ πλινθουργῶν ἄλλοτε ἄλλον πηλὸν ἀεὶ κενουμένῳ ἐπιβάλλει τῷ τύπῳ, ὅ μοι δοκεῖ τις καὶ πρὸς τὴν ἐπιθυμητικὴν τῆς ψυχῆς βλέπων διάθεσιν εὐκόλως ἂν νοῆσαι τὸ αἴνιγμα.

Ὁ γὰρ πληρώσας ἑαυτοῦ τὴν ἐπιθυμίαν ἔν τινι ὧν ἐσπούδασεν, εἰ πρὸς ἕτερόν τι τῇ ἐπιθυμίᾳ ῥέψειε, κενὸς πρὸς ἐκεῖνο πάλιν εὑρίσκεται· κἂν γένηται τούτῳ πλήρης, τῷ ἑτέρῳ πάλιν κενός τε καὶ εὐρύχωρος γίνεται. Καὶ τοῦτο οὐ παύεται διὰ παντὸς ἐν ἡμῖν ἐνεργούμενον, ἕως ἄν τις ὑπεξέλθοι τοῦ ὑλώδους βίου.

Ἡ δὲ καλάμη καὶ τὸ ἐκ ταύτης ἄχυρον ὃ καταμιγνύειν τῇ πλίνθῳ καταναγκάζεται ὁ τοῖς τυραννικοῖς ὑπακούων προστάγμασι παρά τε τοῦ θείου Εὐαγγελίου καὶ παρὰ τῆς ὑψηλῆς τοῦ Ἀποστόλου φωνῆς προσερμηνεύεται, ἀμφοτέρων ὁμοίως πυρὸς ὕλην τό τε ἄχυρον καὶ τὴν καλάμην ἑρμηνευσάντων.

Ὅταν τοίνυν τις τῶν ἐν ἀρετῇ προεχόντων ἀποσπᾶν ἐθέλῃ τοὺς τῇ ἀπάτῃ δεδουλωμένους εἰς βίον ἐμφιλόσοφόν τε καὶ ἐλεύθερον, οἶδεν ὁ ταῖς ποικίλαις, καθώς φησιν ὁ Ἀπόστολος, μεθοδείαις κατὰ τῶν ψυχῶν ἡμῶν σοφιστεύων ἀντιπαρεισάγειν τῷ θείῳ νόμῳ τὰ τῆς ἀπάτης σοφίσματα.

Ταῦτα δὲ λέγω πρὸς τοὺς Αἰγυπτίους δράκοντας βλέπων τῷ λόγῳ, τουτέστι πρὸς τὰς ποικίλας τῆς ἀπάτης κακίας, ὧν τὸν ἀφανισμὸν ἡ τοῦ Μωϋσέως ῥάβδος ἐργάζεται, περὶ ἧς μετρίως ἤδη τὰ εἰκότα προτεθεώρηται.

Οὗτος τοίνυν ὁ τὴν ἄμαχον ἐκείνην κεκτημένος τῆς ἀρετῆς ῥάβδον τὴν τὰς σεσοφισμένας ἐξαφανίζουσαν ῥάβδους ὁδῷ τινι καὶ ἀκολουθίᾳ πρὸς τὰ μείζω πρόεισι τῶν θαυμάτων. Ἡ δὲ θαυματοποιΐα οὐ τῷ σκοπῷ τῆς ἐκπλήξεως τῶν ἐντυγχανόντων γίνεται, ἀλλὰ πρὸς τὸ χρήσιμον τῶν σωζομένων βλέπει. Τοῖς γὰρ αὐτοῖς τῆς ἀρετῆς θαύμασι καθαιρεῖται μὲν τὸ πολέμιον, αὔξεται δὲ τὸ ὁμόφυλον.

Πρῶτον δὲ γενικώτερον τῶν ἐπὶ μέρους θαυμάτων τὸν κατὰ τὴν ἀναγωγὴν καταμάθωμεν σκοπόν· εἶθ᾽ οὕτω δυνατὸν ἂν γένοιτο ἡμῖν καὶ τοῖς καθ᾽ ἕκαστον ἐφαρμόσαι τὸ νόημα. Ἡ γὰρ διδασκαλία τῆς ἀληθείας πρὸς τὰς διαθέσεις τῶν δεχομένων τὸν λόγον συμμεταβάλλεται. Ἐπίσης γὰρ πᾶσι τοῦ λόγου τὸ καλὸν ἢ τὸ κακὸν προδεικνύντος, ὁ μὲν εὐπειθῶς πρὸς τὸ δεικνύμενον ἔχων ἐν φωτὶ τὴν διάνοιαν ἔχει, τῷ δὲ ἀντιτύπως διακειμένῳ καὶ μὴ καταδεχομένῳ πρὸς τὴν ἀκτῖνα τῆς ἀληθείας τὴν ψυχὴν διαβλέψαι παραμένει τῆς ἀγνοίας ὁ ζόφος. Εἰ δὴ τὸ καθόλου νοηθὲν ἡμῖν ἐν τοῖς τοιούτοις ψεῦδος οὐκ ἔστιν, οὐδ᾽ ἂν τὰ καθ᾽ ἕκαστον πάντως ἑτέρως ἔχοι, τῆς ἐπὶ μέρους ἐξετάσεως συναποδειχθείσης τῷ ὅλῳ.

Οὐκοῦν οὐδὲν θαυμαστὸν ἀπαθῆ τὸν Ἑβραῖον μένειν τῶν Αἰγυπτίων κακῶν ἐν μέσοις τοῖς ἀλλοφύλοις ἀναστρεφόμενον, ἐπεὶ καὶ νῦν τὸ ἴσον ἔστι γινόμενον ἰδεῖν. Τῶν γὰρ ἐν ταῖς πολυανθρώποις πόλεσι πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότιμόν τε καὶ διαφανές ἐστι τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται, τοῖς δὲ διὰ τῆς πονηρᾶς ὑπολήψεως αἰγυπτιάζουσι διεφθορὸς αἷμα τὸ ὕδωρ γίνεται.

Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀπάτης καὶ τὸ τῶν Ἑβραίων ποτὸν τῷ μολυσμῷ τοῦ ψεύδους αἱματοποιῆσαι, τουτέστι τὸν ἡμέτερον λόγον καὶ ἡμῖν δεῖξαι μὴ τοιοῦτον ὄντα οἷός ἐστιν· ἀλλ᾽ οὐκ ἀχρειώσειε καθόλου τὸ ποτόν, κἂν ἐκ τοῦ προχείρου δι᾽ ἀπάτης περιφοινίξῃ τὸ εἶδος. Πίνει γὰρ ὁ Ἑβραῖος τὸ ἀληθινὸν ὕδωρ, κἂν παρὰ τῶν ἐναντίων πιθανῶς διαβάλληται, οὐδὲν πρὸς τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος.

Οὕτω καὶ τὸ τῶν βατράχων γένος τὸ εἰδεχθὲς καὶ πολύφωνον, ᾧ ἀμφίβιος μὲν ἡ ζωή, ἑρπηστικὸν δὲ τὸ πήδημα, ἀηδὴς δὲ οὐ μόνον ἡ ὄψις, ἀλλὰ καὶ τοῦ χρωτὸς ἡ δυσωδία, ὃ τοῖς οἴκοις καὶ ταῖς κλίναις καὶ τοῖς ταμιείοις τῶν Αἰγυπτίων εἰσέρπει, τῆς δὲ τῶν Ἑβραίων ζωῆς οὐκ ἐφάπτεται.

Ἀληθῶς γὰρ βατράχων ἄντικρυς γένη ἐστι τὰ φθοροποιὰ τῆς κακίας γεννήματα ἐκ τῆς ῥυπαρᾶς καρδίας τῶν ἀνθρώπων οἷον ἔκ τινος βορβόρου ζωογονούμενα. Οὗτοι οἱ βάτραχοι οἰκοῦσι μὲν τὰς οἰκίας τῶν αἰγυπτιαζόντων κατὰ τὴν τοῦ βίου προαίρεσιν, δείκνυνται δὲ καὶ ἐπὶ τῶν τραπεζῶν καὶ τῶν κλινῶν οὐκ ἀπέχονται καὶ εἰς τὰ ταμιεῖα τῶν ἀποθέτων εἰσδύνουσιν.

Ὅταν γὰρ ἴδῃς τὸν ῥυπαρόν τε καὶ ἀκόλαστον βίον ἐκ τοῦ ἀληθῶς πηλοῦ τε καὶ βορβόρου τικτόμενον καὶ τῇ πρὸς τὸ ἄλογον μιμήσει κατὰ τὸ εἶδος τῆς ζωῆς ἐν οὐθετέρᾳ φύσει ἀκριβῶς μένοντα καὶ ἄνθρωπον μὲν κατὰ τὴν φύσιν ὄντα, κτῆνος δὲ διὰ τὸ πάθος γινόμενον, καὶ διὰ τοῦτο τὸ ἀμφίβιον ἐκεῖνο καὶ ἐπαμφοτερίζον τῆς ζωῆς εἶδος ἐπιδεικνύντα, εὑρήσεις καὶ ἐπὶ τούτου τὰ τῆς τοιαύτης νόσου γνωρίσματα, οὐκ ἐπὶ τῆς κλίνης μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς τραπέζης καὶ ἐν τοῖς ταμιείοις καὶ κατὰ πᾶσιν τὴν οἴκησιν.

Ἐπισημαίνεται γὰρ διὰ πάντων ὁ τοιοῦτος τὴν ἀσωτίαν, ὥστε πάντας ῥᾳδίως ἐπιγνῶναι διὰ τῶν κατὰ τὸν οἶκον σπουδαζομένων τὸν βίον τοῦ τε ἀκολάστου καὶ τοῦ καθαρεύοντος, ὅταν ἐν τούτῳ μὲν ἐπὶ τῶν τοῦ τοίχου κονιαμάτων δείκνυται παρὰ τῆς τέχνης διὰ εἰδώλων τινῶν τὰ τῆς ἐμπαθοῦς ἡδονῆς ὑπεκκαύματα, δι᾽ ὧν ὑπομιμνῄσκεται τῆς νόσου ἡ φύσις, διὰ τῆς ὄψεως ἐκ τῆς ἀτιμίας τῶν θεαμάτων ἐπὶ τὴν ψυχὴν ἐπεισχεομένου τοῦ πάθους, ἐπὶ δὲ τοῦ σωφρονοῦντος φυλακὴν πᾶσαν καὶ προμήθειαν τοῦ καὶ τὸν ὀφθαλμὸν καθαρεύειν τῶν ἐμπαθῶν θεαμάτων.

Καὶ ἡ τράπεζα δὲ ὡσαύτως καθαρὰ μὲν τοῦ σωφρονοῦντος εὑρίσκεται, βατραχώδης δὲ καὶ πολύσαρκος τοῦ πρὸς τὸν βορβορώδη βίον ἰλυσπωμένου. Κἂν τὰ ταμιεῖα διερευνήσῃς, τουτέστι τὰ κρυπτὰ τοῦ βίου αὐτοῦ καὶ ἀπόρρητα, πολὺ μᾶλλον ἐν ἐκείνοις σωρείαν βατράχων ἐν τοῖς ἀκολάστοις κατανοήσεις.

Εἰ δὲ καὶ ταῦτα ἡ τῆς ἀρετῆς ῥάβδος ποιεῖν κατὰ τῶν Αἰγυπτίων ὑπὸ τῆς ἱστορίας λέγεται, μὴ ξενισθῶμεν περὶ τὸν λόγον· καὶ γὰρ ἐσκληρύνθαι παρὰ τοῦ Θεοῦ τὸν τύραννον ἡ ἱστορία φησί. Πῶς οὖν ἂν εἴη κατάκριτος, τῇ ἄνωθεν ἀνάγκῃ σκληρῶς τε καὶ ἀντιτύπως διατιθέμενος; Καί που τὸ ἴσον φησὶν ὁ θεῖος Ἀπόστολος ὅτι· καθόσον οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας, περὶ τῶν ἀρρενοφθορούντων λέγων καὶ περὶ τῶν ἐν τοῖς ἀτίμοις τε καὶ ἀρρήτοις τῆς ἀσωτίας τρόποις ἀσχημονούντων.

Ἀλλ᾽ εἰ καὶ οὕτω λέγεται παρὰ τῆς θείας Γραφῆς τὰ εἰρημένα οὕτω τε τῷ πάθει τῆς ἀτιμίας ὁ Θεὸς ἔκδοτον δίδωσι τὸν πρὸς τοῦτο φερόμενον, οὔτε ὁ Φαραὼ θείᾳ βουλήσει σκληρύνεται, οὔτε ὁ βατραχώδης βίος ὑπὸ τῆς ἀρετῆς πλάσσεται. Εἰ γὰρ βουλητὸν ἦν τοῦτο τῇ θείᾳ φύσει, πάντως ἂν ἐπὶ πάντων κατὰ τὸ ἴσον ἡ τοιαύτη προαίρεσις ἴσχυσεν, ὡς μηδεμιᾶς ἀρετῆς καὶ κακίας παρὰ τὸν βίον διαφορὰν θεωρεῖσθαι, ἄλλων δὲ ἄλλως μετεχόντων τοῦ βίου καὶ τῶν μὲν δι᾽ ἀρετῆς κατορθουμένων, τῶν δὲ εἰς κακίαν ἀπορρεόντων. Οὐκ ἄν τις εὐλόγως ὑπερκειμέναις τισὶν ἀνάγκαις ταῖς κατὰ τὸ θεῖον βούλημα συνισταμέναις τὰς διαφορὰς τῶν βίων λογίσαιτο, ὧν ἡ προαίρεσις ἐφ᾽ ἑκάστου τὸ κράτος ἔχει.

Τίς οὖν παραδίδοται τῷ πάθει τῆς ἀτιμίας, σαφῶς ἔστι παρὰ τοῦ Ἀποστόλου μαθεῖν· ὁ μὴ δοκιμάσας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, ὃν οὐκ ἀμυνόμενος ὁ Θεὸς διὰ τὸ μὴ ἐπιγνωσθῆναι παρ᾽ αὐτοῦ παραδίδωσι τῷ πάθει. Ἀλλὰ τὸ μὴ ἐπιγνῶναι τὸν Θεὸν αἴτιον αὐτῷ γίνεται τοῦ εἰς τὸν ἐμπαθῆ καὶ ἄτιμον βίον κατασυρῆναι.

Ὥσπερ γάρ, τινὸς εἰπόντος ὅτι μὴ ὀφθεὶς ὁ ἥλιος τὸν δεῖνα τῷ βόθρῳ ἐνέρριψεν, οὐ τοῦτο λογιζόμεθα ὅτι ὀργῇ χρώμενος ὁ φωστὴρ τὸν μὴ βουληθέντα πρὸς αὐτὸν ἰδεῖν ἐπὶ τὸν βόθρον ἀπώσατο, ἀλλ᾽ οὕτως ἂν τὸ ῥηθὲν νοηθείη κατὰ τὸ εὔλογον, ὅτι τὸ μὴ μετέχειν τοῦ φωτὸς αἴτιον τῷ μὴ βλέποντι τῆς εἰς τὸν βόθρον ἐστὶ καταπτώσεως, οὕτως εὐαγὲς ἂν εἴη καὶ τὸ τοῦ Ἀποστόλου νοεῖν, τὸ τοὺς μὴ ἐπιγνόντας τὸν Θεὸν τοῖς τῆς ἀτιμίας ἐκδίδοσθαι πάθεσι καὶ τὸ ἐσκληρύνθαι παρὰ τοῦ Θεοῦ τὸν Αἰγύπτιον τύραννον, οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῇ ψυχῇ τοῦ Φαραὼ τῆς θείας βουλήσεως ἐντιθείσης, ἀλλ᾽ ὡς τῆς προαιρέσεως διὰ τῆς πρὸς τὴν κακίαν προσκλίσεως τὸν ἐκμαλάσσοντα τὴν ἀντιτυπίαν λόγον οὐ δεχομένης.

Οὕτω καὶ ἡ τῆς ἀρετῆς ῥάβδος ἐν τοῖς Αἰγυπτίοις φανεῖσα τὸν μὲν Ἑβραῖον καθαρὸν τῆς βατραχώδους ζωῆς ἀπεργάζεται, τὸν δὲ Αἰγυπτίον πλήρη τῆς τοιαύτης δείκνυσι νόσου. Ἀλλ᾽ ἔσθ᾽ ὅτε, τοῦ Μωϋσέως καὶ ὑπὲρ τούτων τὰς χεῖρας ἐκτείναντος, ἀφανισμὸς τῶν βατράχων γίνεται.

Ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν γινόμενον. Οἱ γὰρ τὴν ἔκτασιν τῶν χειρῶν τοῦ νομοθέτου κατανοήσαντες (συνίεις δὲ πάντως τί σοι λέγει τὸ αἴνιγμα, ὥστε νοῆσαι διὰ μὲν τοῦ νομοθέτου τὸν ἀληθινὸν νομοθέτην, διὰ δὲ τῆς τῶν χειρῶν ἐκτάσεως τὸν ἐπὶ τοῦ σταυροῦ τὰς χεῖρας ἐκτείναντα), οἱ τοίνυν πρὸ ὀλίγου τοῖς ῥυπαροῖς τούτοις καὶ βατραχώδεσι λογισμοῖς συζῶντες, εἰ πρὸς τὸν ὑπὲρ ἡμῶν τὰς χεῖρας ἐκτείναντα ἴδοιεν, ἀπαλλάσσονται τῆς πονηρᾶς αὐτῶν συνοικήσεως, νεκρωθέντος τοῦ πάθους καὶ ἐποζέσαντος.

Ἀληθῶς γὰρ τοῖς ἀπηλλαγμένοις τῆς τοιαύτης νόσου, μετὰ τὴν νέκρωσιν τῶν ἑρπηστικῶν κινημάτων ἄτοπός τις καὶ δυσώδης ἡ τῶν προβεβιωμένων γίνεται μνήμη, δι᾽ αἰσχύνης τὴν ψυχὴν ἀηδίζουσα, καθώς φησιν ὁ Ἀπόστολος πρὸς τοὺς ἐκ τῆς τοῦ κακοῦ μεταβολῆς τὴν ἀρετὴν μετιόντας ὅτι· τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾽ οἷς νῦν ἐπαισχύνεσθε;

Κατὰ τὴν διάνοιαν ταύτην νόει μοι καὶ τὸν ἀέρα διὰ τῆς ῥάβδου τοῖς μὲν τῶν Αἰγυπτίων ὀφθαλμοῖς μελαινόμενον, ἐπὶ δὲ τῶν Ἑβραίων τῷ ἡλίῳ καταλαμπόμενον. Δι᾽ οὗ μάλιστα βεβαιοῦται τῆς ἀποδοθείσης διανοίας ὁ λόγος, ὅτι οὐκ ἄνωθέν τις ἀναγκαστικὴ δύναμις τὸν μὲν ἐν ζόφῳ, τὸν δὲ ἐν φωτὶ γενέσθαι παρασκευάζει, ἀλλ᾽ οἴκοθεν ἔχομεν ἐν τῇ ἑαυτῶν φύσει τε καὶ προαιρέσει τὰς τοῦ φωτός τε καὶ σκότους αἰτίας οἱ ἄνθρωποι, πρὸς ὅπερ ἂν ἐθέλωμεν ἐν τούτῳ γινόμενοι.

Καὶ γὰρ κατὰ τὴν ἱστορίαν οὐ διά τινος τείχους ἢ ὄρους ἐπιπροσθοῦντος τὰς ὄψεις καὶ τὰς ἀκτῖνας ἀποσκιάζοντος ὁ τῶν Αἰγυπτίων ὀφθαλμὸς ἐν σκότῳ ἦν· ἀλλ᾽ ἐπίσης πάντα τοῦ ἡλίου ταῖς ἀκτῖσι καταφωτίζοντος, οἱ μὲν Ἑβραῖοι τοῦ φωτὸς κατετρύφων οἱ δὲ ἀναισθήτως εἶχον τῆς χάριτος· οὕτω πᾶσι κατὰ τὸ ἴσον τοῦ φωτεινοῦ βίου κατ᾽ ἐξουσίαν προκειμένου, οἱ μὲν ἐν σκότῳ διαπορεύονται, διὰ τῶν πονηρῶν ἐπιτηδευμάτων πρὸς τὸν τῆς κακίας ζόφον συνελαυνόμενοι, οἱ δὲ τῷ φωτὶ τῆς ἀρετῆς ἐλλαμπρύνονται.

Εἰ δὲ μετὰ τὴν τριήμερον ἐν σκότῳ κακοπάθειαν γίνεται καὶ τοῖς Αἰγυπτίοις ἡ τοῦ φωτὸς μετουσία, τάχα τις ἀπὸ τούτων ὁρμώμενος πρὸς τὴν ἀποκατάστασιν τὴν μετὰ ταῦτα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν προσδοκωμένην τῶν ἐν τῇ γεέννῃ καταδεδικασμένων ἀγάγοι τὸ νόημα. Τὸ γὰρ ψηλαφητὸν ἐκεῖνο σκότος, καθώς φησιν ἡ ἱστορία, πρὸς τὸ ἐξώτερον σκότος πολλὴν ἔν τε τῷ ῥήματι καὶ τῷ νοήματι τὴν συγγένειαν ἔχει. Λύεται δὲ τούτων ἑκάτερον, τοῦ Μωϋσέως, καθὼς ἐν τῷ πρὸ τούτου νενόηται, ὑπὲρ τῶν ἐν σκότῳ τὰς χεῖρας ἐκτείναντος.

Ὡσαύτως καὶ ἡ καμιναία κόνις ἐκείνη ἡ τὰς ὀδυνηρὰς φλυκτίδας τοῖς Αἰγυπτίοις ἐπάγουσα κατὰ λόγον ἂν νοηθείη διὰ τοῦ κατὰ τὸ ὄνομα τῆς καμίνου αἰνίγματος ἡ διὰ τοῦ πυρὸς κατὰ τὴν γέενναν ἀπειληθεῖσα κόλασις ἣ μόνων ἅπτεται τῶν αἰγυπτιαζόντων κατὰ τὸν βίον.

Εἰ δέ τις ἀληθῶς Ἰσραηλίτης ἐστὶ καὶ τοῦ Ἀβραὰμ υἱὸς καὶ πρὸς ἐκεῖνον τῷ βίῳ βλέπει, ὡς δεῖξαι τῇ προαιρέσει τὴν πρὸς τοὺς ἐκλεκτοὺς ἀγχιστείαν τοῦ γένους, οὗτος ἀβλαβὴς φυλάσσεται τῆς καμιναίας ἐκείνης ὀδύνης. Γένοιτο δ᾽ ἂν κἀκείνοις ποτὲ ἡ ἀποδοθεῖσα τῆς ἐκτάσεως τῶν χειρῶν Μωϋσέως ἑρμηνεία θεραπεία τῆς ὀδύνης καὶ ἀπαλλαγὴ τῶν κολάσεων.

Τοὺς δὲ λεπτοὺς σκνίπας ἐκείνους, οἳ τοῖς ἀφανέσι δήγμασι τοῖς Αἰγυπτίοις ἀλγύνουσι τήν τε κυνόμυιαν ὀδυνηρῶς διὰ τοῦ δήγματος ἐμφυομένην τοῖς σώμασι τήν τε ὑπὸ τῶν ἀκρίδων καταφθειρομένην γεωπονίαν καὶ τοὺς ἄνωθεν πρηστῆρας τοῖς τῆς χαλάζης λίθοις συγκαταπίπτοντας, οὐκ ἄν τις τῷ εἱρμῷ τῶν προεξητασμένων ἑπόμενος κάμνοι τὰ καθ᾽ ἕκαστον προσαρμόζων τοῖς καταλλήλοις νοήμασιν, ἅπερ πάντα ποιεῖ μὲν κατὰ τὸ προηγούμενον ἡ Αἰγυπτία προαίρεσις, ἐπάγει δὲ ἡ ἀδέκαστος τοῦ Θεοῦ δίκη ἐπακολουθοῦσα κατ᾽ ἀξίαν ταῖς προαιρέσεσι. Μὴ γὰρ δὴ τοῦτο τῇ προχείρῳ λέξει τῆς ἱστορίας ἐπακολουθοῦντες νοήσωμεν ὅτι παρὰ Θεοῦ γίνεται τὰ λυπηρὰ τοῖς τῶν τοιούτων ἀξίοις, ἀλλ᾽ ὅτι ἕκαστος ἑαυτῷ τῶν πληγῶν γίνεται δημιουργός, διὰ τῆς οἰκείας προαιρέσεως τὴν τῶν ἀλγεινῶν παρασκευὴν ἑτοιμάζων, καθώς φησιν ὁ Ἀπόστολος πρὸς τὸν τοιοῦτον λέγων ὅτι· κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Ὥσπερ γὰρ ἐκ τῆς ἀτακτοτέρας διαίτης φθοροποιός τις χυμὸς καὶ χολώδης ἐν τοῖς σπλάγχνοις συνίσταται, ὃν ὁ ἰατρὸς εἰς ἔμετον διὰ τῆς τέχνης ἐφελκυσάμενος οὐκ ἂν ἐν αἰτίᾳ γένοιτο τοῦ αὐτὸν ἐμποιῆσαι τοῖς σώμασι τὸν νοσώδη χυμόν, ἀλλ᾽ ἐποίησε μὲν ἡ τῆς τροφῆς ἀταξία, εἰς δὲ τὸ ἐμφανὲς ἤγαγεν ἡ ἰατρικὴ ἐπιστήμη, οὕτω κἂν παρὰ τοῦ Θεοῦ γίνεσθαι λέγοιτο τοῖς μοχθηροῖς τὴν προαίρεσιν ἡ ἀλγεινὴ ἀνταπόδοσις, εὔλογον ἂν εἴη νοεῖν ἐξ ἡμῶν αὐτῶν τὰς ἀρχὰς καὶ τὰς αἰτίας τὰ τοιαῦτα λαμβάνειν πάθη.

Τῷ γὰρ ἀναμαρτήτως βεβιωκότι οὐ σκότος ἐστίν, οὐ σκώληξ, οὐ γέεννα, οὐ πῦρ, οὐκ ἄλλο τι τῶν φοβερῶν ὀνομάτων τε καὶ πραγμάτων, ὡς δὴ καὶ ἡ ἱστορία φησὶ τοῖς Ἑβραίοις μὴ εἶναι τὰς Αἰγυπτίας πληγάς. Εἰ οὖν ἐν τῷ αὐτῷ τόπῳ τῷ μὲν ἔστι κακόν, τῷ δὲ οὐκ ἔστι, τῆς τῶν προαιρέσεων διαφορᾶς ἐν τοῖς καταλλήλοις δεικνυούσης ἑκάτερον, δῆλον ἂν εἴη τὸ μηδὲν τῶν κακῶν δίχα τῆς ἡμετέρας προαιρέσεως δύνασθαι συστῆναι.