Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Πνευματική θεωρία: Το Πάσχα, η νέκρωση του κακού και η σκύλευση των Αιγυπτίων

Η αναγωγική ερμηνεία της εξόντωσης των πρωτοτόκων ως αποκοπής της απαρχής της αμαρτίας, ο συμβολισμός του πασχάλιου δείπνου και η πρόσληψη της ωφέλιμης γνώσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 9 από 18

Ἀλλὰ πρὸς τὰ ἑξῆς τοῦ λόγου προΐωμεν τοσοῦτον παιδευθέντες διὰ τῶν ἐξητασμένων ὅτι Μωϋσῆς τε ἐκεῖνος καὶ ὁ κατ᾽ ἐκεῖνον διὰ τῆς ἀρετῆς ἑαυτὸν ἐπαίρων, ἐπειδὰν διά τε τῆς χρονίας προσοχῆς τοῦ ὀρείου τε καὶ ὑψηλοῦ βίου καὶ διὰ τῆς ἄνωθεν γινομένης φωταγωγίας δυναμωθῇ τὴν ψυχήν, ζημίαν ἡγεῖται τὸ μὴ καὶ τοῖς ὁμογενέσι πρὸς τὸν ἐλεύθερον καθηγήσασθαι βίον.

Καὶ πρὸς αὐτοὺς γενόμενος τῇ παραθέσει τῶν χειρόνων παθῶν σφοδροτέραν αὐτοῖς τῆς ἐλευθερίας τὴν ἐπιθυμίαν ἐντίθησι· καὶ μέλλων ἐξαιρεῖσθαι τοῦ κακοῦ τὸ ὁμόφυλον, θάνατον ἐπάγει παντὶ πρωτοτόκῳ Αἰγυπτίῳ, τοῦτο δι᾽ ὧν ἐποίησεν ἡμῖν νομοθετῶν τὸ δεῖν τὴν πρώτην τοῦ κακοῦ γένεσιν ἐξαφανίζειν· μὴ γὰρ ἄλλως εἶναι δυνατὸν διαφυγεῖν τὸν Αἰγύπτιον βίον.

Καί μοι δοκεῖ καλῶς ἔχειν τὴν διάνοιαν ταύτην μὴ παραδραμεῖν ἀθεώρητον. Εἰ γάρ τις μόνον εἰς τὴν ἱστορίαν βλέποι, πῶς ἡ θεοπρεπὴς ἔννοια τοῖς γεγενῆσθαι λεγομένοις διασωθήσεται; Ἀδικεῖ ὁ Αἰγύπτιος καὶ ἀντ᾽ ἐκείνου κολάζεται τὸ ἀρτιγενὲς αὐτοῦ νήπιον, ᾧ διὰ τὸ τῆς ἡλικίας ἀτελὲς οὐδεμία τίς ἐστι καλοῦ τε καὶ μὴ τοιούτου διάκρισις. Ἔξω τοῦ κατὰ κακίαν πάθους ἡ ζωὴ αὐτοῦ· οὐ γὰρ χωρεῖ τὸ πάθος ἡ νηπιότης· δεξιᾶς καὶ ἀριστερᾶς διαφορὰν οὐκ ἐπίσταται· πρὸς μόνην ἀναβλέπει τὴν θηλὴν καὶ μίαν τοῦ λυποῦντος σημαντικὴν αἴσθησιν ἔχει τὸ δάκρυον· καί, εἰ τύχοι τινὸς οὗ ἡ φύσις ἐφίεται, μειδιάματι τὴν ἡδονὴν ἐπισημαίνει.

Εἰ τοίνυν τοῦτο τῆς πατρικῆς κακίας ἐκτίνει τὴν δικήν, ποῦ τὸ δίκαιον; ποῦ τὸ εὐσεβές; ποῦ τὸ ὅσιον; ποῦ Ἰεζεχιὴλ βοῶν ὅτι· ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καὶ ὅτι· οὐ λήψεται τὴν τοῦ πατρὸς ἁμαρτίαν ὁ ἐξ ἐκείνου γεννώμενος; πῶς ἀντινομοθετεῖ ἡ ἱστορία τῷ λόγῳ;

Οὐκοῦν εὐκολώτερον ἂν εἴη, πρὸς τὴν ἀναγωγὴν τοῦ νοήματος ὁρῶντας, εἰ καί τι γέγονε τυπικῶς, δόγμα διὰ τῶν λεγομένων πιστεύειν τὸν νομοθέτην ἐκτίθεσθαι. Τὸ δὲ δόγμα τοιοῦτόν ἐστι, τὸ δεῖν πρὸς τὴν κακίαν τινὰ δι᾽ ἀρετῆς συμπλεκόμενον τὰς πρώτας τῶν κακῶν ἀρχὰς εἰς ἀφανισμὸν ἄγειν.

Τῇ γὰρ ἀναιρέσει τῆς ἀρχῆς καὶ τὸ μετ᾽ ἐκείνην συναφανίζεται, καθὼς διὰ τοῦ Εὐαγγελίου διδάσκει ὁ Κύριος, μονονουχὶ διαρρήδην βοῶν ἀναιρεῖν τῶν Αἰγυπτίων κακῶν τὰ πρωτότοκα, δι᾽ ὧν κελεύει τὴν ἐπιθυμίαν ἀνελόντας καὶ τὴν ὀργὴν μηκέτι δεδοικέναι μήτε τῆς μοιχείας τὸ μίασμα, μήτε τοῦ φόνου τὸ ἄγος. Οὐ γὰρ ἂν ἐφ᾽ ἑαυτοῦ συσταίη τούτων ἑκάτερον, εἰ μὴ φόνον μὲν ἡ ὀργή, μοιχείαν δὲ ἡ ἐπιθυμία τελεσφορήσειεν.

Ἐπεὶ οὖν ὁ εἰς κακίαν τεκνογονῶν πρὸ τῆς μοιχείας τίκτει τὴν ἐπιθυμίαν καὶ τὴν ὀργὴν πρὸ τοῦ φόνου, ὁ ἀνελὼν τὸ πρωτότοκον συνανεῖλε πάντως καὶ τὴν ἀκολουθοῦσαν τῷ πρωτοτόκῳ γονήν, ὥσπερ καὶ ἐπὶ τοῦ ὄφεως ὁ τὴν κεφαλὴν πλήξας ὅλον συναπενέκρωσε τὸν κατόπιν ὁλκὸν ὃν ἐφέλκεται.

Τοῦτο δὲ οὐκ ἂν γένοιτο μὴ προσχυθέντος ταῖς εἰσόδοις ἡμῶν ἐκείνου τοῦ αἵματος ὃ τὸν ὁλοθρευτὴν ἀποστρέφει. Καὶ εἰ χρὴ τὴν ἀποδοθεῖσαν διάνοιαν ἀκριβέστερον ἐν τοῖς εἰρημένοις κατανοῆσαι, τοῦτο δι᾽ ἑκατέρων δίδωσιν ἡ ἱστορία νοεῖν ἔκ τε τοῦ ἀνελεῖν τὸ πρωτότοκον καὶ ἐκ τοῦ δι᾽ αἵματος κατασφαλισθῆναι τὴν εἴσοδον. Ἐκεῖ τε γὰρ ἡ πρώτη ὁρμὴ τοῦ κακοῦ ἀφανίζεται καὶ ἐνταῦθα ἡ πρώτη τῆς κακίας εἴσοδος καθ᾽ ἡμῶν διὰ τοῦ ἀληθινοῦ ἀμνοῦ ἀποστρέφεται. Οὐ γὰρ ἐντὸς γενόμενον τὸν ὁλοθρευτὴν δι᾽ ἐπινοίας ἐκβάλλομεν, ἀλλ᾽ ὅπως ἂν μηδὲ τὴν ἀρχὴν ἡμῖν παρεισδύσῃ φυλακὴν διὰ τοῦ νόμου ποιούμεθα. Φυλακὴ δέ ἐστι καὶ ἀσφάλεια τὸ τῷ αἵματι τοῦ ἀμνοῦ τήν τε φλιὰν καὶ τοὺς σταθμοὺς τῆς εἰσόδου κατασημήνεσθαι.

Ταῦτα περὶ ψυχῆς ἡμῖν φυσιολογοῦντος δι᾽ αἰνιγμάτων τοῦ λόγου, καὶ ἡ ἔξωθεν παίδευσις ἐφαντάσθη, διαιροῦσα τὴν ψυχὴν εἴς τε τὸ λογιστικὸν καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές. Ἐκ τούτων δὲ τὸν θυμὸν μὲν καὶ τὴν ἐπιθυμίαν ὑποβεβηκέναι φασίν, ἑκατέρωθεν τὸ διανοητικὸν τῆς ψυχῆς ὑπερείδοντας, τὸν δὲ λογισμὸν ἀμφοτέροις ἐπεζευγμένον συνέχειν τε αὐτοὺς καὶ ὑπ᾽ ἐκείνων ἀνέχεσθαι, πρὸς μὲν ἀνδρείαν τῷ θυμῷ στομούμενον, πρὸς δὲ τὴν τοῦ ἀγαθοῦ μετουσίαν δι᾽ ἐπιθυμίας ὑψούμενον.

Ἕως ἂν οὖν ἡ ψυχὴ τῷ σχήματι τούτῳ κατησφαλισμένη τύχῃ, καθάπερ τισὶ γόμφοις τοῖς κατ᾽ ἀρετὴν νοήμασι τὸ βέβαιον ἔχουσα, ἐν πᾶσι δι᾽ ἀλλήλων γίνεται ἡ πρὸς τὸ καλὸν συνεργία, παρέχοντος ἤδη δι᾽ ἑαυτοῦ τοῖς ὑποβεβηκόσι τοῦ λογισμοῦ τὴν ἀσφάλειαν καὶ ἐν τῷ μέρει παρ᾽ ἐκείνων τὴν ἴσην χάριν ἀντιλαμβάνοντος.

Εἰ δὲ ἀναστραφείη τὸ σχῆμα καὶ τὰ ἄνω γένοιτο κάτω, ὥστε κατὰ τὸ πατούμενον μέρος τὸν λογισμὸν πεσόντα ἄνω ἑαυτοῦ ποιῆσαι τὴν ἐπιθυμητικήν τε καὶ θυμώδη διάθεσιν, τότε καὶ ὁ ὁλοθρευτὴς εἰς τὰ ἐντὸς παραδύεται, μηδεμιᾶς τῆς ἐκ τοῦ αἵματος ἀντιπαθείας ἀντιβαινούσης αὐτῷ πρὸς τὴν εἴσοδον, τουτέστι τοῖς οὕτω διακειμένοις τῆς εἰς Χριστὸν πίστεως μὴ συμμαχούσης.

Τῷ γὰρ αἵματι πρῶτον ἐπαλείφειν κελεύει τὴν ἄνω φλιάν, εἶθ᾽ οὕτως ἐπιθιγγάνειν τῶν σταθμῶν ἑκατέρωθεν. Πῶς ἂν οὖν τις ἐπαλείψειε τὸ ἄνω πρῶτον τὸ μὴ εὑρισκόμενον ἄνω; Εἰ δὲ καὶ μὴ τὰ δύο τοῖς Ἰσραηλίταις γεγένηται, ἤ τε τῶν πρωτοτόκων ἀναίρεσις καὶ ἡ τοῦ αἵματος πρόσχυσις, μὴ θαυμάσῃς μηδέν, μήτε διὰ τοῦτο τὴν ἀποδοθεῖσαν περὶ τῆς ἀναιρέσεως τοῦ κακοῦ θεωρίαν ἀποβάλῃς, ὡς ἔξω τῆς ἀληθείας παρευρημένην. Νῦν γὰρ τῇ διαφορᾷ τῶν ὀνομάτων, τοῦ Ἰσραηλιτικοῦ τε καὶ τοῦ Αἰγυπτίου, τὸ τῆς ἀρετῆς πρὸς τὴν κακίαν διάφορον ἐνοήσαμεν. Εἰ οὖν Ἰσραηλιτικὸν τὸ ἐνάρετον ἡ ἀναγωγὴ νοεῖν ὑποτίθεται, οὐκ ἂν εὐλόγως τῶν τῆς ἀρετῆς γεννημάτων τὰς ἀπαρχὰς ἐπιζητοίη τις καταφονεύεσθαι, ἀλλ᾽ ἐκεῖνα ὧν ὁ ἀφανισμὸς τῆς ἀνατροφῆς ἐστι λυσιτελέστερος.

Οὐκοῦν ἀκολούθως τῆς Αἰγυπτίας γονῆς τὰς ἀπαρχὰς δεῖν ἀναιρεῖσθαι παρὰ τοῦ Θεοῦ μεμαθήκαμεν, ὡς ἂν ἐπιλίποι τὸ κακὸν τῷ τῆς ἀρχῆς ὀλέθρῳ συνδαπανώμενον. Καὶ συμβαίνει τῇ ἱστορίᾳ τὸ νόημα. Τῶν μὲν γὰρ Ἰσραηλιτικῶν γεννημάτων διὰ τῆς τοῦ αἵματος προσχύσεως γίνεται ἡ φρουρά, ὅπως ἂν εἰς τελείωσιν τὸ ἀγαθὸν ἔλθοι· ὅπερ δὲ τελειωθὲν εἰς Αἰγύπτιον συντελέσει δῆμον, τοῦτο πρὸ τῆς ἐν τῷ κακῷ τελειώσεως ἠφανίσθη.

Συνεργεῖ δὲ πρὸς τὴν προκειμένην ἡμῶν ἀναγωγὴν τοῦ νοήματος καὶ τὰ ἐφεξῆς συμπαραλαμβανόμενα τῇ θεωρίᾳ τοῦ λόγου. Βούλεται γὰρ τροφὴν ἡμῶν γενέσθαι τὸ σῶμα, ὅθεν ἀπερρύη τὸ αἷμα ὃ χωρίζει τῶν Αἰγυπτίων πρωτοτόκων τοῦ ὀλοθρευτοῦ, ἐπὶ τῶν εἰσόδων δεικνύμενον.

Τό τε σχῆμα τῶν τὴν τροφὴν ταύτην προσφερομένων σύντονόν τε καὶ κατεσπουδασμένον εἶναι οὐχ οἷον ἐπὶ τῶν εὐπαθούντων ἐν συμποσίοις ὁρᾶται, ὧν ἄνετοι μὲν αἱ χεῖρες, ἐλαφραὶ δὲ αἱ τῶν ἱματίων ἐπιβολαί, τῆς τε ὁδοιπορικῆς παρασκευῆς οἱ πόδες ἐλεύθεροι. Ἀλλ᾽ ἐκ τοῦ ἐναντίου τὰ πάντα. Πόδες μὲν διειλημμένοι τοῖς ὑποδήμασι, ζώνη δὲ τὸ περιρρέον τοῦ χιτῶνος τῇ ἰξύϊ συσφίγγουσα, διὰ χειρὸς δὲ ἡ ἀμυντικὴ τῶν κυνῶν βακτηρία.

Καὶ ἐν τούτῳ τῷ σχήματι προτίθεται αὐτοῖς ἡ βρῶσις ἄνευ τινὸς ὀψαρτυτικῆς καρυκείας, ἐπὶ πυρὸς κατὰ τὸ συμβὰν ἐκ τοῦ παρατυχόντος σχεδιασθεῖσα, ἣν κατὰ πᾶσαν ἔπειξιν ἁρπαλέως οἱ δαιτυμόνες καταναλίσκουσι, μέχρις ἂν ἅπαν δαπανηθείη τοῦ ζώου τὸ σῶμα.

Καὶ τῶν ὀστέων περιεσθίοντες ὅσον ἐδώδιμον, τοῦ ἐντὸς οὐ προσάπτονται. Τὸ γὰρ συντρίβειν τοῦ ζώου τούτου τὰ ὀστᾶ τῶν ἀπειρημένων ἐστίν· ὅ τι δ᾽ ἂν ὑπολειφθείη τῆς βρώσεως τῷ πυρὶ δαπανᾶται. Ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν ὅτι πρός τινα ὑψηλοτέραν διάνοιαν τὸ γράμμα βλέπει, οὐχὶ τὸν τρόπον τῆς βρώσεως ἡμῖν ὑφηγουμένου τοῦ νόμου (ἱκανὸς γὰρ τῶν τοιούτων νομοθέτης ἡ φύσις, ἡ τὴν ὄρεξιν ἡμῖν τῆς τροφῆς ἐντιθεῖσα), ἀλλ᾽ ἕτερόν τι διὰ τούτου σημαίνεται. Τί γὰρ ἂν παρὰ τοῦτο γένοιτο πρὸς ἀρετὴν ἢ κακίαν ἢ οὕτως ἢ οὕτως τὴν τροφὴν προσενέγκασθαι, λελυμένον ἢ περιειλημμένον τὴν ζώνην, γύμνον τοὺς πόδας ἢ ἐνειλημμένον τοῖς ὑποδήμασι, διὰ χειρὸς ἔχοντα τὴν βακτηρίαν ἢ ἀποθέμενον;

Ἀλλὰ δῆλον ἂν εἴη ὅπερ ἡ τοῦ ὁδοιπορικοῦ σχήματος διασκευὴ δείκνυσι δι᾽ αἰνίγματος. Κελεύει γὰρ ἄντικρυς ἐπιγνῶναι τὸν τῇδε βίον ὅτι παροδικῶς ἐπιφοιτῶμεν τῇ παρούσῃ ζωῇ, ἅμα τῇ γενέσει πρὸς τὴν ἔξοδον ὑπ᾽ αὐτῆς τῆς ἀνάγκης τῶν πραγμάτων συνελαυνόμενοι, πρὸς ἣν παρεσκευάσθαι χρὴ χερσί τε καὶ ποσὶ καὶ τῇ λοιπῇ τῇ πρὸς τὴν ὁδὸν ἀσφαλείᾳ.

Ὡς γὰρ ἂν μὴ ταῖς ἀκάνθαις τοῦ βίου τούτου (ἄκανθαι δ᾽ ἂν εἶεν αἱ ἁμαρτίαι) γυμνοῖς τε καὶ ἀφυλάκτοις τοῖς ποσὶ βλαβείημεν, τὴν τῶν ὑποδημάτων στερρότητα τῶν ποδῶν προβαλλώμεθα· ταῦτα δέ ἐστιν ὁ ἐγκρατής τε καὶ κατεσκληκὼς βίος, ὁ θραύων δι᾽ ἑαυτοῦ καὶ περικατακλῶν τὰς τῆς ἀκάνθης ἀκμὰς καὶ κωλύων ἐκ λεπτῆς τε καὶ ἀφανοῦς ἀρχῆς τὴν ἁμαρτίαν ἐπὶ τὸ ἐντὸς παραδύεσθαι.

Ὅ τε τοῖς ποσὶ περικεχυμένος χιτὼν καὶ μεχρὶ τῶν βάσεων καθειμένος ἐμπόδιον ἂν εἴη τῷ τὴν ὀδὸν ταύτην διὰ σπουδῆς κατὰ Θεὸν διανύοντι. Χιτὼν δ᾽ ἂν ἡμῖν κατὰ τὸ ἀκόλουθον νοηθείη ἡ ἀπολαυστικὴ τῶν ἐν τῷ βίω τούτῳ σπουδαζομένων πλατύτης, ἣν εἰς ὀλίγον ὁ σώφρων λογισμὸς συστέλλει, ζώνη τοῦ ὁδοιποροῦντος γινόμενος. Τὸ δὲ σωφροσύνην εἶναι τὴν ζώνην μαρτυρεῖται τῷ τόπῳ περὶ ὃν ἐνείρεται.

Ἥ τε αὖ τῶν θηρίων ἀμυντικὴ βακτηρία, ὁ τῆς ἐλπίδος λόγος ἐστίν, ᾧ καὶ τὸ κάμνον τῆς ψυχῆς ὑπερείδομεν καὶ τὸ ὑλακτοῦν ἀμυνόμεθα. Ἐκ πυρὸς δὲ προτεθεῖσαν ἡμῖν τὴν ἐδωδήν, τὴν θερμὴν ταυτὴν λέγω καὶ ἔκπυρον πίστιν, ἣν ἀμελλητὶ προσδεχόμεθα, ἧς ἐμφαγόντες ὅσον ἐκ προχείρου γίνεται ληπτὸν τῷ ἐσθίοντι, τὸν ἐγκεκρυμμένον τοῖς στερροτέροις τε καὶ δυστρίπτοις νοήμασι λόγον ἀπεριέργαστόν τε καὶ ἀπολυπραγμόνητον καταλιμπάνομεν, τῷ πυρὶ προτιθέντες τὴν τοιαύτην τροφήν.

Ὡς δ᾽ ἂν σαφηνισθείη τὰ περὶ τούτων αἰνίγματα, ταῦτά φαμεν ὅτι τῶν θείων παραγγελμάτων ὅσα μὲν πρόχειρον τὴν κατανόησιν ἔχει, οὐ νωθρῶς οὐδὲ κατηναγκασμένως μετιέναι προσήκει, ἀλλ᾽ οἷον πεινῶντας καὶ μετ᾽ ὀρέξεως ἐμφορεῖσθαι τῶν προκειμένων, ὥστε γενέσθαι τὴν τροφὴν ἡμῖν εἰς εὐεξίας ἐφόδιον, ὅσα δὲ κέκρυπται τῶν νοημάτων, οἷον τὸ ζητεῖν τίς ἡ οὐσία τοῦ θεοῦ; τί πρὸ τῆς κτίσεως ἦν; τί τὸ ἔξω τῶν φαινομένων; τίς ἡ ἀνάγκη τῶν γινομένων; καὶ ὅσα τοιαῦτα ὑπὸ τῶν περιέργων ἀνερευνᾶται, ταῦτα τῷ ἁγίῳ Πνεύματι συγχωρεῖν μόνῳ γινώσκειν, τῷ τὰ βάθη τοῦ Θεοῦ διερευνῶντι, καθώς φησιν ὁ Ἀπόστολος.

Τὸ γὰρ ἀντὶ τοῦ Πνεύματος ὑπὸ τῆς Γραφῆς πολλαχῆ τὸ πῦρ μνημονεύεσθαί τε καὶ ὀνομάζεσθαι, οὐκ ἄν τις τῶν πεπαιδευμένων τὴν Γραφὴν ἀγνοήσειε. Προσάγει δὲ τῇ τοιαύτῃ διανοίᾳ ἡμᾶς καὶ τὸ τῆς Σοφίας παράγγελμα, ὅτι· ἰσχυρότερά σου μὴ ἐρεύνα, τουτέστι τὰ ὀστᾶ τοῦ λόγου μὴ σύντριβε· οὐ γάρ σοι χρεία τῶν κρυπτῶν.

Οὕτως ἐκβάλλει τῆς Αἰγύπτου ὁ Μωϋσῆς τὸν λαόν. Καὶ πᾶς ὁ τῷ Μωϋσεῖ κατ᾽ ἴχνος ἑπόμενος τῷ τρόπῳ τούτῳ τῆς Αἰγυπτίας τυραννίδος ἐλευθεροῖ παντὰς ὧν ἂν ὁ λόγος καθηγῆται. Δεῖ δέ, οἶμαι, τοὺς ἑπομένους τῷ πρὸς ἀρετὴν ἡγουμένῳ μὴ πένητας εἶναι τοῦ Αἰγυπτίου πλούτου, μήτε τῶν ἀλλοφύλων κειμηλίων ἀκτήμονας, ἀλλὰ τὰ προσόντα τοῖς ἐναντίοις πάντα λαβόντας ἐν χρήσει παρ᾽ ἑαυτοῖς ἔχειν, ὅπερ τότε ποιῆσαι παρὰ τοῦ Μωϋσέως ὁ λαὸς παραγγέλλεται.

Τοῦτο δὲ οὐκ ἄν τις ἐκ προχείρου νοήσας ἀποδέξαιτο τοῦ νομοθέτου τὴν γνώμην, εἰ ἀποστερεῖν τοὺς χρήσαντας ἐγκελεύεται καὶ ὑφηγητὴς ἀδικίας γίνεται. Ἀλλ᾽ οὐδ᾽ ἂν κατ᾽ ἀλήθειάν τις εἴποι ταῦτα διατάσσειν τὸν νομοθέτην, πρὸς τοὺς ἐφεξῆς βλέπων νόμους, τοὺς ἄνω καὶ κάτω τὴν κατὰ τοῦ πέλας ἀδικίαν κωλύοντας, κἄν τισι δοκῇ εὔλογον εἶναι τῶν ἔργων τὰ μισθώματα παρὰ τῶν Αἰγυπτίων τοὺς Ἰσραηλίτας διὰ τῆς ἐπινοίας ταύτης εἰσπράττεσθαι.

Οὐδὲν γὰρ ἧττον ἐν ἐγκλήματί ἐστι τὸ μὴ καθαρεύειν ψεύδους τε καὶ ἀπάτης τὸ τοιοῦτον παράγγελμα. Ὁ γὰρ ἐν χρήσει λαβών τι καὶ μὴ ἀποδοὺς πάλιν τῷ χρήσαντι, εἰ μὲν ἀλλότριον εἴη, ὡς ἀποστερήσας ἠδίκησεν, εἰ δὲ τὸ ἑαυτοῦ κρατοίη, ὡς παραλογισάμενος τὸν ἐπ᾽ ἐλπίδι τοῦ ἀπολαύειν χρήσαντα πάντως ἀπατεὼν ὀνομάζεται.

Οὐκοῦν ὁ ὑψηλότερος λόγος τῆς προχείρου διανοίας ἁρμοδιώτερος, ὁ κελεύων τοὺς τὸν ἐλεύθερον βίον μετιόντας δι᾽ ἀρετῆς καὶ τὸν ἔξωθεν τῆς παιδεύσεως πλοῦτον παρασκευάσασθαι, ᾧ οἱ κατὰ τὴν πίστιν ἀλλόφυλοι καλλωπίζονται.

Τὴν γὰρ ἠθικήν τε καὶ φυσικὴν φιλοσοφίαν, γεωμετρίαν τε καὶ ἀστρονομίαν, καὶ τὴν λογικὴν πραγματείαν, καὶ πάντα ὅσα παρὰ τοῖς ἔξω τῆς Ἐκκλησίας σπουδάζεται, κελεύει ὁ τῆς ἀρετῆς καθηγούμενος παρὰ τῶν τὰ τοιαῦτα πλουτούντων ἐν Αἰγύπτῳ λαβόντα λόγῳ χρήσεως ὑποδέξασθαι, ὡς ἐν καιρῷ χρησιμευόντων, ὅταν δέῃ τὸν θεῖον τοῦ μυστηρίου ναὸν διὰ τοῦ λογικοῦ πλούτου καλλωπισθῆναι.

Οἱ γὰρ τὸν τοιοῦτον ἑαυτοῖς θησαυρίσαντες πλοῦτον προσάγουσι τῷ Μωϋσεῖ περὶ τὴν σκηνὴν τοῦ μαρτυρίου πονοῦντι τὸ παρ᾽ ἑαυτοῦ ἕκαστος πρὸς τὴν τῶν ἁγίων κατασκευὴν συνεισφέρων, ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν γινόμενον. Πολλοὶ τὴν ἔξω παίδευσιν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καθάπερ τι δῶρον προσάγουσιν, οἷος ἦν ὁ μέγας Βασίλειος, ὁ καλῶς τὸν Αἰγύπτιον πλοῦτον ἐμπορευσάμενος κατὰ τὸν τῆς νεότητος χρόνον καὶ ἀναθεὶς τῷ Θεῷ καὶ τῷ τοιούτῳ πλούτῳ τὴν ἀληθίνην κατακοσμήσας τῆς Ἐκκλησίας σκηνήν.