Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Πνευματική θεωρία: Το ουράνιο μάννα και ο σταυρικός αγώνας

Η αλληγορική ερμηνεία της ουράνιας τροφής ως του ΛόΛόγου του Θεού, του μέτρου της εγκράτειας και της νίκης κατά των παθών διά της στάσεως του σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 11 από 18

Ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν ἀθεώρητον, ὅτι μετὰ τὸ διαβῆναι τὴν θάλασσαν καὶ γλυκανθῆναι τοῖς τῆς ἀρετῆς ὁδοιπόροις τὸ ὕδωρ καὶ μετὰ τὴν ἁβρὰν ἐκείνην καταγωγὴν τὴν κατὰ τὰς πηγὰς καὶ τοὺς φοίνικας καὶ μετὰ τὸ πιεῖν ἐκ τῆς πέτρας, τότε παντελῶς ἡ τῶν Αἰγυπτίων ἐφοδίων ἐπίλειψις γίνεται. Καὶ οὕτω μηδεμιᾶς αὐτοῖς ὑπολειφθείσης ἀλλοφύλου τροφῆς, ἣν ἐξ Αἰγύπτου ἐπεσιτίσαντο, ἄνωθεν ἐπιρρεῖ ἡ τροφή, ποικίλη τις ἅμα καὶ μονοειδὴς οὖσα.

Τὸ μὲν γὰρ φαινόμενον μονοειδὲς ἦν, ἡ δὲ ποιότης τὸ ποικίλον εἶχεν, ἑκάστῳ προσφόρως κατὰ τὸ εἶδος τῆς ἐπιθυμίας ἐγγινομένη. Τί οὖν ἐστιν ὃ μανθάνομεν; Δι᾽ ὅσων προσήκει καθαρσίων ἑαυτὸν ἐκκαθᾶραί τινα τῆς Αἰγυπτίας τε καὶ ἀλλοφύλου ζωῆς, ὥστε κενῶσαι τὸν τῆς ψυχῆς αὐτοῦ θύλακον πάσης τῆς κατὰ κακίαν τροφῆς, ἧς σιτοποιοῦσιν οἱ Αἰγύπτιοι, καὶ οὕτως τὴν ἄνωθεν κατιοῦσαν τροφὴν ἐν ἑαυτῷ καθαρᾷ τῇ ψυχῇ δέξασθαι, ἣν οὐ σπορὰ ἡμῖν τις ἐκ γεωπονίας ἀνέφυσεν, ἀλλ᾽ ἕτοιμος ἄρτος ἄσπορός τε καὶ ἀνήροτος, ἄνωθεν μὲν κατιών, ἐπὶ δὲ γῆς εὑρισκόμενος.

Νοεῖς δὲ πάντως τὴν ἀληθῆ ταύτην βρῶσιν διὰ τοῦ κατὰ τὴν ἱστορίαν αἰνίγματος, ὅτι ὁ ἄρτος, ὁ ἐξ οὐρανοῦ καταβάς, οὐκ ἀσώματόν τι χρῆμά ἐστι. Πῶς γὰρ ἂν σώματι τροφὴ γένοιτο τὸ ἀσώματον; Τὸ δὲ μὴ ἀσώματον σῶμα πάντως ἐστί. Τὸ δὲ σῶμα τούτου τοῦ ἄρτου οὔτε ἄροσις οὔτε σπορὰ ἐγεώργησεν, ἀλλ᾽ ἡ γῆ, οἵα ἐστὶ μείνασα, πλήρης εὑρίσκεται τῆς τοιαύτης θείας τροφῆς, ἧς οἱ πεινῶντες μετέχουσι, τὸ κατὰ τὴν Παρθένον μυστήριον διὰ τῆς θαυματοποιΐας ταύτης προπαιδευόμενοι.

Οὗτος τοίνυν ὁ ἀγεώργητος ἄρτος καὶ λόγος ἐστί, τῷ πολυειδεῖ τῆς ποιότητος κατὰ τὰς τῶν ἐσθιόντων ἐπιτηδειότητας συνεξαλλάσσων τὴν δύναμιν. Οἶδε γὰρ οὐ μόνον ἄρτος εἶναι, ἀλλὰ καὶ γάλα γίνεσθαι καὶ κρέας καὶ λάχανα καὶ ὅτιπερ ἂν ᾖ τῷ προσφερομένῳ κατάλληλόν τε καὶ καταθύμιον, ὡς διδάσκει ὁ τὴν τοιαύτην καὶ τοσαύτην παρατιθεὶς ἡμῖν τράπεζαν Παῦλος ὁ θεῖος Ἀπόστολος, ὁ τοῖς τελειοτέροις στερροτέραν τε καὶ κρεώδη βρῶσιν τὸν λόγον ποιῶν καὶ λάχανα τοῖς ἀσθενεστέροις καὶ γάλα τοῖς νηπιάζουσι.

Τὰ δ᾽ ὅσα περὶ τὴν τροφὴν ἐκείνην ἡ ἱστορία διέξεισι θαύματα δόγματα πρὸς τὸν κατ᾽ ἀρετὴν βίον ἐστί. Φησὶ γὰρ ἴσην πᾶσι προκεῖσθαι τὴν τῆς τροφῆς μετουσίαν, οὐδὲν κατὰ τὴν διαφορὰν τῆς τῶν συλλεγόντων δυνάμεως οὔτε πλεονάζουσαν κατὰ τὴν χρείαν οὔτε ἐλλείπουσαν. Τοῦτο δέ ἐστι κατά γε τὸν ἐμὸν λόγον συμβουλή τις τῷ κοινῷ προκειμένη μὴ παριέναι τοὺς ὅρους τῆς χρείας τοὺς τὰς ἀφορμὰς τοῦ ζῆν ἐκ τῶν ὑλικῶν τούτων ποριζομένους, ἀλλ᾽ εὖ εἰδέναι ὅτι ἓν μέτρον τῇ φύσει τῆς ἐδωδῆς ἐπὶ πάντων ἐστὶν ἡ πρὸς ἡμέραν ἀπόλαυσις, ἐν ᾗ, κἂν πολλαπλάσια παρασκευασθῇ τῆς χρείας, ἡ γαστὴρ τὰ ἴδια μέτρα διαβῆναι φύσιν οὐκ ἔχει, οὐδὲ τῇ ἀπληστίᾳ τῆς παρασκευῆς συνεκτείνεται.

Ἀλλά, καθώς φησιν ἡ ἱστορία, οὔτε ὁ τὸ πολὺ λαβὼν ἐπλεόνασε (ποῦ γὰρ ἀπόθηται τὸ πλέον οὐκ ἔχει), οὔτε ὁ τὸ ὀλίγον ἠλαττόνησε (πρὸς γὰρ τὸ εὑρεθὲν συσταλεῖσα ἡ χρεία συνεμετρήθη). Τὸ δὲ τοῖς τὸ περιττὸν ταμιεύουσιν εἰς σκωλήκων γένεσιν μεταποιεῖσθαι τὴν ἀπληστίαν, βοᾷ τρόπον τινὰ τοῖς πλεονέκταις διὰ τούτων ὁ λόγος ὅτι πᾶν τὸ ἔξω τῆς χρείας ὑπὸ τῆς πλεονεκτικῆς ταύτης ἐπιθυμίας περιεχόμενον, ἐν τῇ ἑξῆς ἡμέρᾳ, τουτέστιν ἐν τῷ προσδοκωμένῳ βίῳ, σκώληξ τῷ ταμιεύσαντι γίνεται.

Νοεῖ δὲ πάντως ὁ ἀκούων διὰ τοῦ σκώληκος τούτου τὸν ἀτελεύτητον σκώληκα τὸν διὰ τῆς πλεονεξίας ζωογονούμενον. Τὸ δὲ ἐν μόνῳ τῷ σαββάτῳ διαρκεῖν τὸ ἀπόθετον μηδεμίαν διαφθορὰν ὑπομένον τοιαύτην τινὰ συμβουλὴν περιέχει, ὅτι ἔσθ᾽ ὅτε χρηστέον ἐστὶ τῇ πλεονεκτικῇ προαιρέσει ἐν οἷς τὸ συναγόμενον διαφθορὰν οὐ προσίεται, τότε χρήσιμον ἡμῖν γινόμενον ὅταν παρελθόντες τὴν τοῦ βίου τούτου παρασκευὴν ἐν τῇ μετὰ θάνατον ἀπραξίᾳ γενώμεθα.

Ἡ γὰρ πρὸ τοῦ σαββάτου ἡμέρα παρασκευὴ πρὸς τὸ σάββατον καὶ ἔστι καὶ ὀνομάζεται. Αὕτη δ᾽ ἂν εἴη ὁ βίος οὗτος, ἐν ᾧ τὰ τῆς ἐρχομένης ζωῆς ἑαυτοῖς εὐτρεπίζομεν, ἐν ᾗ ἔργον οὐδὲν τῶν νῦν ἡμῖν συγκεχωρημένων ἐπιτελεῖται, οὐ γεωργία, οὐκ ἐμπορία, οὐ στρατεία, οὐκ ἄλλο τι τῶν ὧδε σπουδαζομένων οὐδέν, ἀλλ᾽ ἐν ἀπραξίᾳ πάσῃ τῶν τοιούτων ἔργων διάγοντες, τῶν νῦν ἡμῖν παρὰ τὸν βίον καταβεβλημένων σπερμάτων τοὺς καρποὺς κομιζόμεθα, ἀφθάρτους μέν, εἴπερ ἀγαθὰ εἴη τοῦ βίου τὰ σπέρματα, φθαρτικοὺς δὲ καὶ ὀλεθρίους, εἰ τοιαῦτα ἡμῖν ἡ γεωργία τῆς ζωῆς ταύτης ἐκφύσειεν.

Ὁ γὰρ σπείρων εἰς τὸ πνεῦμα, φησίν, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον· ὁ δὲ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Ἀλλ᾽ ἡ πρὸς τὸ κρεῖττον ἑτοιμασία μόνη κυρίως παρασκευὴ ὀνομάζεταί τε καὶ κυροῦται δήπουθεν τῷ νόμῳ, ἧς τὸ ἀπόθετον ἀφθαρσία ἐστί.

Τὸ δὲ ἐκ τοῦ ἐναντίου νοούμενον παρασκευὴ οὔτε ἔστιν, οὔτε λέγεται· τὴν γὰρ τῶν ἀγαθῶν στέρησιν οὐκ ἄν τις εἰκότως παρασκευήν, ἀλλ᾽ ἔκπτωσιν παρασκευῆς ὀνομάσειε. Διὸ μόνην τὴν πρὸς τὸ κρεῖττον κατορθουμένην παρασκευὴν νομοθετεῖ τοῖς ἀνθρώποις ἡ ἱστορία, τὸ ἐναντίον διὰ τῆς παραλείψεως νοεῖν τοῖς συνετοῖς καταλείπουσα.

Καθάπερ δὲ ἐν τοῖς στρατιωτικοῖς καταλόγοις πρότερον πορίζει τὸ σιτηρέσιον ὁ τῆς στρατείας ἡγούμενος, εἶθ᾽ οὕτω δίδωσι τοῦ πολέμου τὸ σύνθημα, τὸν αὐτὸν τρόπον καὶ οἱ τῆς ἀρετῆς στρατιῶται τὸ μυστικὸν δεξάμενοι σιτηρέσιον, οὕτω κατὰ τῶν ἀλλοφύλων κινοῦσι τὸν πόλεμον, Ἰησοῦ τοῦ Μωϋσέως διαδόχου καθηγουμένου τῆς μάχης.

Ὁρᾷς δι᾽ οἵας πρόεισιν ἀκολουθίας ὁ λόγος; Ἕως ἀσθενέστερός ἐστιν ὁ ἄνθρωπος τῇ πονηρᾷ τυραννίδι κεκακωμένος δι᾽ ἑαυτοῦ τὸν ἐχθρὸν οὐκ ἀμύνεται· οὐδὲ γὰρ δύναται. Ἀλλ᾽ ἕτερός ἐστιν ὁ τῶν ἀσθενούντων ὑπερμαχῶν, ὁ ταῖς ἐπαλλήλοις πληγαῖς τὸν πολέμιον τύπτων. Ἐπεὶ δὲ τῆς τῶν κρατούντων δουλείας ἠλευθερώθη καὶ κατεγλυκάνθη τῷ ξύλῳ καὶ ἐν τῇ τῶν φοινίκων καταγωγῇ τὸν κόπον ἀνέπαυσε καὶ τὸ τῆς πέτρας ἔγνω μυστήριον καὶ τῆς οὐρανίου μετέσχε τροφῆς, τότε οὐκέτι δι᾽ ἑτέρας χειρὸς ἀμύνεται τὸν πολέμιον, ἀλλ᾽ ὡς ἐκβὰς ἤδη τὴν τοῦ παιδὸς ἡλικίαν καὶ καταλαβὼν τὴν ἀκμὴν τῆς νεότητος, αὐτὸς δι᾽ ἑαυτοῦ τοῖς ἐναντίοις συμπλέκεται, στρατηγῷ χρώμενος οὐκέτι Μωϋσεῖ τῷ θεράποντι τοῦ Θεοῦ, ἀλλ᾽ αὐτῷ τῷ Θεῷ, οὗ Μωϋσῆς θεράπων ἐγένετο. Ὁ γὰρ ἐξ ἀρχῆς δοθεὶς ἐν τύπῳ καὶ σκιᾷ τῶν μελλόντων νόμος ἐν τοῖς ἀληθινοῖς ἀγῶσιν ἀπόμαχος μένει, στρατηγεῖ δὲ ὁ πληρωτὴς τοῦ νόμου καὶ Μωϋσέως διάδοχος, ὁ διὰ τῆς ὁμωνυμίας τοῦ τότε στρατηγοῦντος προκηρυσσόμενος.

Ὁ δὲ λαός, εἰ μὲν ἐπηρμένας βλέποι τοῦ νομοθέτου τὰς χεῖρας, ὑπέρτερος τοῦ ἐχθροῦ κατὰ τὴν παράταξιν γίνεται, εἰ δὲ καθειμένας, ἐνδίδωσι. Σημαίνει δὲ τὸ μὲν ἐν ὕψει τὰς χεῖρας ἔχειν τὸν Μωϋσέα τὴν διὰ τῶν ὑψηλοτέρων νοημάτων θεωρίαν τοῦ νόμου, τὸ δὲ εἰς τὴν γῆν ἐπικλίνειν τὴν ταπεινήν τε καὶ χαμαίζηλον κατὰ τὸ γράμμα τοῦ νόμου ἐξήγησίν τε καὶ παρατήρησιν.

Ἐπαίρει δὲ βαρυνθείσας τοῦ Μωϋσέως τὰς χεῖρας ὁ ἱερεὺς συνεργῷ χρώμενος τῷ ᾠκειωμένῳ κατὰ τὸ γένος. Οὐδὲ τοῦτο τῆς τῶν θεωρηθέντων ἀκολουθίας ἐστὶν ἐκτός. Ἡ γὰρ ἀληθὴς ἱερωσύνη διὰ τοῦ συνημμένου αὐτῇ λόγου Θεοῦ τὰς ἐν τῇ βαρύτητι τῆς Ἰουδαϊκῆς διανοίας εἰς γῆν ἐρριμμένας ἐνεργείας τοῦ νόμου πάλιν εἰς ὕψος ἀνάγει καὶ πίπτοντα τὸν νόμον εἰς ἔδαφος ὑπερείδει τῷ λίθῳ, ὥστε αὐτὸν ἀνεστῶτα τῷ σχήματι τῆς τῶν χειρῶν ἐκτάσεως τὸν ἑαυτοῦ σκοπὸν ὑποδεικνύειν τοῖς βλέπουσιν.

Ἀληθῶς γάρ, τοῖς καθορᾶν δυναμένοις, ἐν τῷ νόμῳ μάλιστα τὸ κατὰ τὸν σταυρὸν θεωρεῖται μυστήριον. Διό φησί που τὸ Εὐαγγέλιον ὅτι ἐκ τοῦ νόμου τὸ ἰῶτα καὶ ἡ κεραία οὐ παρέρχεται, σημαῖνον διὰ τῶν εἰρημένων τήν τε ἐκ πλαγίου γραμμὴν καὶ τὴν κάθετον, δι᾽ ὧν τὸ σχῆμα τοῦ σταυροῦ καταγράφεται, ὅπερ καὶ ἐν τῷ Μωϋσεῖ τότε βλεπόμενον, ὃς ἀντὶ τοῦ νόμου νοεῖται, τρόπαιον καὶ νίκης αἴτιον τοῖς ὁρῶσι καθίσταται.