Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Πνευματική θεωρία: Η ανάβαση στο Σινά και η είσοδος στον θείο γνόφο

Η αποδέσμευση από την αισθητή γνώση, ο καθαρισμός της ψυχής και η προσέγγιση της ακατάληπτης θείας ουσίας μέσα από τον γνόφο της θεολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 12 από 18

Πάλιν ἡμῖν δι᾽ ἀκολούθου τινὸς ἀναβάσεως πρὸς τὰ ὑψηλότερα τῆς ἀρετῆς ὁ λόγος χειραγωγεῖ τὴν διάνοιαν. Ὁ γὰρ καὶ διὰ τῆς τροφῆς δυναμωθεὶς καὶ τῇ πρὸς τοὺς ἐναντίους συμπλοκῇ τὴν δύναμιν δείξας καὶ νικητὴς τῶν ἀντιτεταγμένων γενόμενος, τότε προσάγεται τῇ ἀπορρήτῳ ἐκείνῃ θεογνωσίᾳ, διδάσκοντος ἡμᾶς διὰ τούτων τοῦ λόγου οἷα καὶ ὅσα προσήκει προκατορθῶσαι κατὰ τὸν βίον, ἵνα τολμήσῃ ποτὲ τῇ διανοίᾳ προσβῆναι τῷ τῆς θεογνωσίας ὄρει καὶ ὑποδέξασθαι τὴν τῶν σαλπίγγων φωνὴν καὶ εἰσελθεῖν εἰς τὸν γνόφον οὗ ἔστιν ὁ Θεὸς καὶ ἐγγράψαι ταῖς πλαξὶ τὰ θεῖα χαράγματα, κἂν συντριβῶσιν αὗται διὰ πλημμελείας τινός, πάλιν τὰς χειροτμήτους ὑποθεῖναι τῷ Θεῷ πλάκας καὶ ἀναχαράξαι τῷ θείῳ δακτύλῳ τὰ ἐν ταῖς πρώταις ἀχρειωθέντα γράμματα.

Βέλτιον δ᾽ ἂν εἴη δι᾽ ἀκολούθου κατὰ τὴν τῆς ἱστορίας τάξιν τῇ ἀναγωγῇ προσαρμόσαι τὸ νόημα. Ἐπειδὰν γὰρ ὁ πρὸς τὸν Μωϋσέα καὶ τὴν νεφέλην βλέπων, δι᾽ ὧν ἀμφοτέρων γίνεται τοῖς κατ᾽ ἀρετὴν προϊοῦσιν ἡ ὁδηγία (εἴη δ᾽ ἂν ἐν τῷ μέρει τούτῳ Μωϋσῆς μὲν τὰ νομικὰ παραγγέλματα, νεφέλη δὲ ἡ προκαθηγουμένη τοῦ νόμου), ὁ διανοίᾳ κεκαθαρμένῃ ἐν τῇ διαβάσει τοῦ ὕδατος νεκρώσας τε καὶ ἀποκρίνας ἑαυτοῦ τὸ ἀλλόφυλον, γεύσηται τῆς μερρᾶς, τουτέστι τοῦ κεχωρισμένου τῶν ἡδονῶν βίου, ὃ πικρόν τε καὶ ἀηδὲς παρὰ τὴν πρώτην τοῖς γευσαμένοις φαινόμενον γλυκεῖαν παρέχει τοῖς τὸ ξύλον παραδεξαμένοις τὴν αἴσθησιν, εἶτα τοῖς κάλλεσι τῶν φοινίκων τῶν εὐαγγελικῶν καὶ τῶν πηγῶν ἐντρυφήσας καὶ τοῦ ζῶντος ὕδατος, ὅπερ ἐστὶν ἡ πέτρα, πλήρης γενόμενος, τόν τε οὐράνιον ἄρτον ἐν ἑαυτῷ λαβὼν καὶ κατὰ τῶν ἀλλοφύλων ἀνδρισάμενος, ᾧ τῆς νίκης αἰτία ἡ ἔκτασις τῶν χειρῶν τοῦ νομοθέτου γίνεται, ἡ τὸ μυστήριον τοῦ σταυροῦ προδεικνύουσα, τότε προσάγεται τῇ τῆς ὑπερκειμένης φύσεως θεωρίᾳ.

Ὁδὸς δὲ αὐτῷ πρὸς τὴν τοιαύτην γνῶσιν ἡ καθαρότης γίνεται, οὐ τοῦ σώματος μόνον περιρραντηρίοις τισὶν ἀφαγνισθέντος, ἀλλὰ καὶ τῶν ἐνδυμάτων πάσης κηλῖδος ἀποκλυσθέντων τῷ ὕδατι. Τοῦτο δέ ἐστι τὸ διὰ πάντων καθαρεῦσαι δεῖν τὸν μέλλοντα προσβαίνειν τῇ τῶν ὄντων θεωρίᾳ, ὡς καὶ ψυχῇ καὶ σώματι καθαρὸν εἶναι καὶ ἀκηλίδωτον τὸν ἐν ἑκατέρῳ ῥύπον καταλλήλως ἀποκλυσάμενον, ὡς ἂν καθαροὶ καὶ τῷ τὸ κρυπτὸν ὁρῶντι φανείημεν καὶ ἡ κατὰ τὸ φαινόμενον εὐσχημοσύνη τῇ ἔνδον τῆς ψυχῆς διαθέσει συμβαίνοι.

Διὰ τοῦτο πρὸ τῆς ἐπὶ τὸ ὄρος ἀνόδου τῷ θείῳ προστάγματι τὰ ἱμάτια πλύνεται, τῆς εὐσχήμονος τοῦ βίου περιβολῆς παραδηλουμένης ἡμῖν τῷ τῶν ἱματίων αἰνίγματι. Οὐ γὰρ ἄν τις εἴποι τὸν αἰσθητὸν τοῦτον ῥύπον τῶν ἱματίων ἐμπόδιον τῆς ἀνόδου τοῖς πρὸς τὸν Θεὸν ἀνιοῦσι γίνεσθαι, ἀλλ᾽ οἶμαι καλῶς τὸ ἱμάτιον τὴν τῶν κατὰ τὸν βίον τοῦτον ἐπιτηδευμάτων περιβολὴν ὀνομάζεσθαι.

Τούτου δὲ κατορθωθέντος καὶ τῆς τῶν ἀλόγων ἀγέλης ὡς πορρωτάτω τοῦ ὄρους ἀπελαθείσης, οὕτω προσβαίνει τῇ ἀναβάσει τῶν ὑψηλῶν νοημάτων. Τὸ δὲ μηδὲν τῶν ἀλόγων συγχωρῆσαι ἐπὶ τοῦ ὄρους φαίνεσθαι σημαίνει κατὰ τὴν ἡμετέραν ὑπόληψιν τὸ ὑπερβῆναι τὴν ἐξ αἰσθήσεως γινομένην γνῶσιν ἐν τῇ τῶν νοητῶν θεωρίᾳ. Ἴδιον γὰρ τῆς τῶν ἀλόγων φύσεως τὸ κατ᾽ αἴσθησιν μόνην δίχα διανοίας οἰκονομεῖσθαι. Ἐκείνων καθηγεῖται ἡ ὅρασις καὶ ἡ ἀκοὴ πολλάκις πρός τι τὴν ὁρμὴν παρεκίνησε. Καὶ τὰ ἄλλα πάντα, δι᾽ ὧν ἐνεργὸς ἡ αἴσθησις γίνεται, πολλὴν ἐν τοῖς ἀλόγοις ἔχει τὴν χώραν.

Ἡ δὲ τοῦ Θεοῦ θεωρία οὔτε κατὰ τὸ φαινόμενον οὔτε κατὰ τὸ ἀκουόμενον ἐνεργεῖται, οὔτε τινὶ τῶν συνήθων νοημάτων καταλαμβάνεται· οὔτε γὰρ ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε τῶν ἐπὶ καρδίαν ἀνθρώπου συνήθων ἀναβαινόντων ἐστίν. Ἀλλὰ χρὴ τὸν μέλλοντα προσβαίνειν τῇ τῶν ὑψηλῶν κατανοήσει πάσης αἰσθητικῆς τε καὶ ἀλόγου κινήσεως προκαθᾶραι τὸν τρόπον καὶ πᾶσαν δόξαν τὴν ἐκ προκαταλήψεώς τινος γεγενημένην τῆς διανοίας ἐκπλύναντα τῆς τε συνήθους ὁμιλίας χωρισθέντα τῆς πρὸς τὴν ἰδίαν σύνοικον, τουτέστι τὴν αἴσθησιν, ἣ σύζυγός πώς ἐστι τῇ ἡμετέρᾳ φύσει καὶ σύνοικος, καὶ ταύτης καθαρὸν γενόμενον, οὕτω κατατολμῆσαι τοῦ ὄρους.

Ὄρος γάρ ἐστιν ὡς ἀληθῶς ἄναντες καὶ δυσπρόσιτον ἡ θεολογία, ἧς μόλις ὁ πολὺς λεὼς τῆς ὑπωρείας φθάνει. Εἰ δέ τις Μωϋσῆς εἴη, γένοιτ᾽ ἂν καὶ ἐπὶ πολὺ τῆς ἀνόδου, χωρῶν τῇ ἀκοῇ τὰς τῶν σαλπίγγων φωνάς, ἅς φησιν ὁ τῆς ἱστορίας λόγος ἰσχυροτέρας ἐν τῷ προβαίνειν γίνεσθαι.

Ἀληθῶς γὰρ σάλπιγξ τὴν ἀκοὴν καταπλήττουσα τὸ περὶ τῆς θείας φύσεως κήρυγμα, μέγα μὲν καὶ παρὰ τὴν πρώτην φαινόμενον, μεῖζον δὲ καὶ μᾶλλον τῆς ἀκοῆς καθικνούμενον ἐν τοῖς τελευταίοις. Ἐσάλπισαν ὁ νόμος καὶ οἱ προφῆται τὸ θεῖον τῆς κατὰ ἄνθρωπον οἰκονομίας μυστήριον, ἀλλ᾽ ἀσθενέστεραι ἦσαν αἱ πρῶται φωναὶ ἢ ὥστε καθικνεῖσθαι τῆς ἀπειθοῦς ἀκοῆς. Διὸ ἡ βαρυηκοΐα τῶν Ἰουδαίων τὴν φωνὴν τῶν σαλπίγγων οὐ παρεδέξατο. Προβαίνουσαι δέ, καθώς φησιν ὁ λόγος, αἱ σάλπιγγες ἐγένοντο ἰσχυρότεραι. Αἱ γὰρ τελευταῖαι φωναί, αἱ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γεγενημέναι, καθίκοντο τῆς ἀκοῆς, οὕτω τοῦ Πνεύματος διὰ τῶν ὀργάνων ἠχοῦντος γεγωνότερον ἐν τοῖς ἐφεξῆς καὶ εὐτονώτερον ποιουμένου τὸν ἦχον. Ὄργανα δ᾽ ἂν εἶεν, ἐν πνεύματι τὸν φθόγγον ἠχοῦντα, προφῆταί τε καὶ ἀπόστολοι ὧν, καθώς φησιν ἡ ψαλμῳδία, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Εἰ δὲ οὐ χωρεῖ τὸ πλῆθος τὴν ἄνωθεν γινομένην φωνήν, ἀλλ᾽ ἐπιτρέπει τῷ Μωϋσεῖ γνῶναι μὲν δι᾽ ἑαυτοῦ τὰ ἀπόρρητα, διδάξαι δὲ τὸν λαὸν ὅπερ ἂν διὰ τῆς ἄνωθεν διδασκαλίας τύχῃ μαθὼν δόγμα, καὶ τοῦτο τῶν κατὰ τὴν Ἐκκλησίαν διοικουμένων ἐστί, τὸ μὴ πάντας ἑαυτοὺς εἰσωθεῖν πρὸς τὴν τῶν μυστηρίων κατάληψιν, ἀλλ᾽ ἐπιλέξαντας ἐξ ἑαυτῶν τὸν χωρῆσαι τὰ θεῖα δυνάμενον ἐκείνῳ τὴν ἀκοὴν εὐγνωμόνως ὑπέχειν, πιστὸν ἡγουμένους ἅπαν ὅτιπερ ἂν παρὰ τοῦ τὰ θεῖα μυηθέντος ἀκούσωσιν.

Οὐ πάντες γάρ, φησίν, ἀπόστολοι οὐδὲ πάντες προφῆται. Τοῦτο δὲ οὐκ ἔστι νῦν ἐν ταῖς πολλαῖς τῶν ἐκκλησιῶν φυλασσόμενον. Πολλοὶ γὰρ καθαρσίων ἔτι ἐκ τῶν βεβιωμένων δεόμενοι, ἄπλυτοί τινες καὶ κατεσπιλωμένοι τῇ τοῦ βίου περιβολῇ, τὴν ἄλογον αἴσθησιν ἑαυτῶν προβαλλόμενοι, τῆς θείας ἀνόδου κατατολμῶσιν, ὅθεν αὐτοὶ τοῖς ἰδίοις ἑαυτῶν λογισμοῖς καταλεύονται. Αἱ γὰρ αἱρετικαὶ ὑπολήψεις λίθοι τινὲς ἀτεχνῶς εἰσιν αὐτὸν τὸν εὑρετὴν τῶν πονηρῶν δογμάτων καταφονεύοντες.

Τί δὲ δὴ βούλεται τὸ ἐντὸς γενέσθαι τοῦ γνόφου τὸν Μωϋσέα καὶ οὕτως ἐν αὐτῷ τὸν Θεὸν ἰδεῖν; Ἐναντίον γὰρ δοκεῖ πως εἶναι τῇ πρωτῇ θεοφανείᾳ τὸ νῦν ἱστορούμενον. Τοτὲ μὲν γὰρ ἐν φωτί, νῦν δὲ ἐν γνόφῳ τὸ Θεῖον ὁρᾶται.

Μηδὲ τοῦτο τοῦ εἱρμοῦ τῶν κατ᾽ ἀναγωγὴν ἡμῖν θεωρηθέντων ἀπᾴδειν νομίσωμεν. Διδάσκει γὰρ διὰ τούτων ὁ λόγος ὅτι τῆς εὐσεβείας ἡ γνῶσις φῶς γίνεται παρὰ τὴν πρώτην οἷς ἂν ἐγγένηται. Διότι τὸ ἐξ ἐναντίου τῇ εὐσεβείᾳ νοούμενον σκότος ἐστίν· ἡ δὲ ἀποστροφὴ τοῦ σκότους τῇ μετουσίᾳ τοῦ φωτὸς γίνεται. Προϊὼν δὲ ὁ νοῦς καὶ διὰ μείζονος ἀεὶ καὶ τελειοτέρας προσοχῆς ἐν περινοίᾳ γινόμενος τῆς τῶν ὄντων κατανοήσεως, ὅσῳ προσεγγίζει μᾶλλον τῇ θεωρίᾳ, τοσούτῳ πλέον ὁρᾷ τὸ τῆς θείας φύσεως ἀθεώρητον.

Καταλιπὼν γὰρ πᾶν τὸ φαινόμενον, οὐ μόνον ὅσα καταλαμβάνει ἡ αἴσθησις, ἀλλὰ καὶ ὅσα ἡ διάνοια δοκεῖ βλέπειν, ἀεὶ πρὸς τὸ ἐνδότερον ἵεται, ἕως ἂν διαδύῃ τῇ πολυπραγμοσύνῃ τῆς διανοίας πρὸς τὸ ἀθέατόν τε καὶ ἀκατάληπτον κἀκεῖ τὸν Θεὸν ἴδῃ. Ἐν τούτῳ γὰρ ἡ ἀληθής ἐστιν εἴδησις τοῦ ζητουμένου καὶ ἐν τούτῳ τὸ ἰδεῖν ἐν τῷ μὴ ἰδεῖν, ὅτι ὑπέρκειται πάσης εἰδήσεως τὸ ζητούμενον, οἷόν τινι γνόφῳ τῇ ἀκαταληψίᾳ πανταχόθεν διειλημμένον.

Διό φησι καὶ ὁ ὑψηλὸς Ἰωάννης, ὁ ἐν τῷ λαμπρῷ γνόφῳ τούτῳ γενόμενος, ὅτι· Θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ πάσῃ νοητῇ φύσει τῆς θείας οὐσίας τὴν γνῶσιν ἀνέφικτον εἶναι τῇ ἀποφάσει ταύτῃ διοριζόμενος.

Ὅτε οὖν μείζων ἐγένετο κατὰ τὴν γνῶσιν ὁ Μωϋσῆς, τότε ὁμολογεῖ τὸν Θεὸν ἐν γνόφῳ ἰδεῖν, τουτέστι τότε γνῶναι ὅτι ἐκεῖνό ἐστι τῇ φύσει τὸ Θεῖον ὃ πάσης γνώσεώς τε καὶ καταλήψεώς ἐστιν ἀνώτερον. Εἰσῆλθε γάρ, φησί, Μωϋσῆς εἰς τὸν γνόφον, οὗ ἦν ὁ Θεός. Τίς ὁ Θεός; Ὃς ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, καθώς φησι Δαβίδ, ὁ ἐν τῷ αὐτῷ ἀδύτῳ μυηθεὶς τὰ ἀπόρρητα.

Ὁ δὲ ἐκεῖ γεγονώς, ἃ προεπαιδεύθη διὰ τοῦ γνόφου, πάλιν διὰ τοῦ λόγου διδάσκεται, ὡς ἄν, οἶμαι, παγιώτερον ἡμῖν τὸ περὶ τούτου γένηται δόγμα, τῇ θείᾳ φωνῇ μαρτυρούμενον. Ἀπαγορεύει γὰρ ἐν πρώτοις ὁ θεῖος λόγος πρὸς μηδὲν τῶν γινωσκομένων ὁμοιοῦσθαι παρὰ τῶν ἀνθρώπων τὸ Θεῖον, ὡς παντὸς νοήματος, τοῦ κατά τινα περιληπτικὴν φαντασίαν ἐν περινοίᾳ τινὶ καὶ στοχασμῷ τῆς θείας φύσεως γινομένου, εἴδωλον Θεοῦ πλάσσοντος καὶ οὐ Θεὸν καταγγέλλοντος.

Διχῇ δὲ τῆς κατ᾽ εὐσέβειαν ἀρετῆς διῃρεμένης, εἴς τε τὸ Θεῖον καὶ εἰς τὴν τοῦ ἤθους κατόρθωσιν (μέρος γὰρ εὐσεβείας καὶ ἡ τοῦ βίου καθαρότης ἐστί), μαθὼν ἐν πρώτοις ἃ χρὴ περὶ τοῦ Θεοῦ γινώσκειν (τὸ δέ γε γινώσκειν ἦν τὸ μηδὲν περὶ αὐτοῦ τῶν ἐξ ἀνθρωπίνης καταλήψεως γινωσκομένων εἰδέναι), οὕτω τὸ ἕτερον τῆς ἀρετῆς εἶδος διδάσκεται, μανθάνων ἐν οἵοις ἐπιτηδεύμασιν ὁ ἐνάρετος κατορθοῦται βίος.

Μετὰ τοῦτο ἐν τῇ ἀχειροποιήτῳ σκηνῇ γίνεται. Τίς ἀκολουθήσει τῷ διὰ τῶν τοιούτων ὁδεύοντι καὶ ἐπὶ τοσοῦτον ὑψουμένῳ τὸν νοῦν, ὅς, καθάπερ τινὰ κορυφὴν ἐκ κορυφῆς μεταλαμβάνων, διὰ τῆς τῶν ὑψηλῶν ἀναβάσεως ἀεὶ ἑαυτοῦ γίνεται ὑψηλότερος; Πρῶτον κατέλιπε τὴν ὑπώρειαν, πάντων τῶν πρὸς τὴν ἄνοδον ἀτονησάντων ἀποκριθείς.

Εἶτα δέχεται τῇ ἀκοῇ τὰς τῶν σαλπίγγων φωνάς, τῷ ὕψει τῆς ἀνόδου συνεπαιρόμενος. Ἐπὶ τούτοις εἰς τὸ ἀόρατον τῆς θεογνωσίας ἄδυτον παραδύεται. Καὶ οὐδὲ ἐν τούτῳ μένει, ἀλλ᾽ ἐπὶ τὴν ἀχειροποίητον μεταβαίνει σκηνήν. Τῷ ὄντι γὰρ ἐπὶ τοῦτο καταντᾷ τὸ πέρας ὁ διὰ τῶν τοιούτων ἀνόδων ὑψούμενος.

Δοκεῖ γάρ μοι καὶ καθ᾽ ἕτερον νοῦν διδάσκαλος ἡ οὐρανία σάλπιγξ τῆς ἐπὶ τὸ ἀχειροποίητον παρόδου τῷ ἐπαΐοντι γίνεσθαι. Ἡ γὰρ τῶν κατ᾽ οὐρανὸν θαυμάτων διασκευὴ τὴν ἐκφαινομένην τοῖς οὖσι σοφίαν διαβοῶσα καὶ τὴν μεγάλην τοῦ Θεοῦ δόξαν διὰ τῶν φαινομένων διηγουμένη κατὰ τὸ εἰρημένον ὅτι· οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, αὕτη τῷ τρανῷ τε καὶ εὐήχῳ τῆς διδασκαλίας σάλπιγξ μεγαλόφωνος γίνεται, καθά φησί τις τῶν προφητῶν, ὅτι· ἐσάλπισεν ὁ οὐρανὸς ἄνωθεν.

Ὁ δὲ κεκαθαρμένος τε καὶ ὀξὺς τὴν ἀκοὴν τῆς καρδίας, τὴν ἠχὴν ταύτην δεξάμενος, λέγω δὴ τὴν ἐκ τῆς θεωρίας τῶν ὄντων γινομένην πρὸς τὴν τῆς θείας δυνάμεως γνῶσιν, ὁδηγεῖται δι᾽ αὐτῆς πρὸς τὸ ἐκεῖ διαδῦναι τῇ διανοίᾳ ὅπου ἐστὶν ὁ Θεός. Τοῦτο δὲ γνόφος ὑπὸ τῆς Γραφῆς ὀνομάζεται, ᾧ διερμηνεύεται, καθὼς εἴρηται, τὸ ἄγνωστόν τε καὶ ἀθεώρητον, ἐν ᾧ γενόμενος τὴν ἀχειροποίητον ἐκείνην σκηνὴν βλέπει, ἣν διὰ τῆς ὑλικῆς μιμήσεως τοῖς κάτω δείκνυσι.