Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Πνευματική θεωρία: Η υπέρβαση των πειρασμών και η επικύρωση της ιερωσύνης

Η αντιμετώπιση του φθόνου και της σαρκικής επιθυμίας, ο σταυρικός συμβολισμός του χαλκού όφεως και η καταδίκη της υπερηφανείας με την ανάδειξη του ασκητικού ιερατικού βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 16 από 18

Μετὰ ταῦτα γὰρ φθόνος αὐτῷ παρὰ τῶν ἀδελφῶν ἐπιφύεται, φθόνος τὸ ἀρχέκακον πάθος, ὁ τοῦ θανάτου πατήρ, ἡ πρώτη τῆς ἁμαρτίας εἴσοδος, ἡ τῆς κακίας ῥίζα, ἡ τῆς λύπης γένεσις, ἡ τῶν συμφορῶν μήτηρ, ἡ τῆς ἀπειθείας ὑπόθεσις, ἡ τῆς αἰσχύνης ἀρχή. Φθόνος ἡμᾶς τοῦ παραδείσου ἐξῴκισεν, ὄφις κατὰ τῆς Εὔας γενόμενος. Φθόνος τοῦ ξύλου τῆς ζωῆς ἀπετείχισε καὶ τῶν ἱερῶν ἐνδυμάτων γυμνώσας τοῖς τῆς συκῆς φύλλοις δι᾽ αἰσχύνης ὑπήγαγε.

Φθόνος τὸν Κάϊν κατὰ τῆς φύσεως ὥπλισε καὶ τὸν ἑπτάκις ἐκδικούμενον ἐκαινοτόμησε θάνατον. Φθόνος τὸν Ἰωσὴφ δοῦλον ἐποίησε. Φθόνος τὸ θανατηφόρον κέντρον, τὸ κεκρυμμένον ὅπλον, ἡ τῆς φύσεως νόσος, ὁ χολώδης ἰός, ἡ ἑκούσιος τηκεδών, τὸ πικρὸν βέλος, ὁ τῆς ψυχῆς ἧλος, τὸ ἐγκάρδιον πῦρ, ἡ τοῖς σπλάγχνοις ἐγκαιομένη φλόξ, ᾧ ἀτύχημα μέν ἐστιν οὐ τὸ ἴδιον κακόν, ἀλλὰ τὸ ἀλλότριον ἀγαθόν, κατόρθωμα δὲ πάλιν ἐκ τοῦ ἐναντίου οὐ τὸ οἰκεῖον καλόν, ἀλλὰ τὸ τοῦ πέλας κακόν. Φθόνος ὁ ταῖς εὐπραγίαις τῶν ἀνθρώπων ἐποδυνώμενος καὶ ταῖς συμφοραῖς ἐπεμβαίνων.

Φθείρεσθαι τοὺς νεκροβόρους γύπας τῷ μύρῳ λέγουσι. Πρὸς γὰρ τὸ δυσῶδες καὶ διεφθορὸς αὐτῶν ἡ φύσις ᾠκείωται. Καὶ ὁ τῇ νόσῳ ταύτῃ κρατούμενος τῇ μὲν εὐημερίᾳ τῶν πέλας οἷόν τινος μύρου προσβολῇ καταφθείρεται, εἰ δέ τι πάθος ἐκ συμφορᾶς ἴδοι, πρὸς τοῦτο καθίπταται καὶ τὸ ἀγκύλον ἐπάγει στόμα, τὰ κεκρυμμένα ἐξέλκων τοῦ δυστυχήματος.

Πολλοὺς ὁ φθόνος τῶν πρὸ Μωϋσέως κατηγωνίσατο. Τῷ δὲ μεγάλῳ τούτῳ προσενεχθείς, οἷόν τι πλάσμα πήλινον πέτρᾳ προσαραχθέν, ἑαυτῷ περιτρίβεται. Ἐν τούτῳ γὰρ μάλιστα διεδείχθη τῆς μετὰ τοῦ Θεοῦ πορείας τὸ κέρδος ἣν ἐποιεῖτο Μωϋσῆς, ὁ ἐν τῷ θείῳ τόπῳ δραμὼν καὶ ἐπὶ τῆς πέτρας ἑστὼς καὶ τῷ χωρήματι ταύτης περιεχόμενος καὶ τῇ χειρὶ τοῦ Θεοῦ σκεπαζόμενος καὶ κατόπιν τῷ ἡγουμένῳ ἑπόμενος, ὁ μὴ ἀντιβλέπων, ἀλλὰ τὰ ὀπίσθια βλέπων.

Τὸν οὖν ἐφ᾽ ἑαυτοῦ γενόμενον μακαριστὸν τῷ ἕπεσθαι τῷ Θεῷ ἀποδείκνυσι καὶ τὸ φανῆναι αὐτὸν τῆς τοῦ τόξου βολῆς ὑψηλότερον. Πέμπει γὰρ καὶ κατ᾽ ἐκείνου τὸ βέλος ὁ φθόνος, ἀλλ᾽ οὐ καθικνεῖται ἡ βολὴ τοῦ ὕψους, ἐν ᾧ ἦν Μωϋσῆς. Ἠτόνησε γὰρ ἡ νευρὰ τῆς πονηρίας τοσοῦτον ἀποτοξεῦσαι τὸ πάθος, ὡς ἀπὸ τῶν προνενοσηκότων καὶ εἰς αὐτὸν διαβῆναι. Ἀλλ᾽ ὁ μὲν Ἀαρὼν καὶ ἡ Μαριὰμ τῷ πάθει τῆς βασκανίας ἐτρώθησαν καὶ οἷόν τι τόξον τοῦ φθόνου γίνονται, ἀντὶ βέλους τὸν κατ᾽ αὐτοῦ λόγον ἀποτοξεύσαντες.

Ὁ δὲ τοσοῦτον ἀπέσχεν ἐν κοινωνίᾳ γενέσθαι τοῦ ἀρρωστήματος, ὥστε καὶ θεραπεύει τῶν νενοσηκότων τὸ πάθος, οὐ μόνον αὐτὸς πρὸς τὴν ἄμυναν τῶν λελυπηκότων μένων ἀκίνητος, ἀλλὰ καὶ τὸν Θεὸν ἤδη ὑπὲρ αὐτῶν ἱλεούμενος, δεικνύς, οἶμαι, δι᾽ ὧν ἐποίησεν, ὅτι ὁ καλῶς τῷ θυρεῷ τῆς ἀρετῆς περιπεφραγμένος ταῖς ἀκίσι τῶν βελῶν οὐκ ἀμύσσεται.

Ἀμβλύνει γὰρ τὴν αἰχμὴν καὶ εἰς τὸ ἔμπαλιν ἀποστρέφει ἡ τοῦ ὅπλου στερρότης. Ὅπλον δ᾽ ἂν εἴη τῶν τοιούτων βελῶν φυλακτήριον αὐτὸς ὁ Θεός, ὃν ἐνδύεται ὁ τῆς ἀρετῆς ὁπλίτης· ἐνδύσασθε γάρ, φησί, τὸν Κύριον Ἰησοῦν, τουτέστιν ἡ ἀρραγὴς παντευχία, ᾗ τινι εὐσταλῶς πεφραγμένος ὁ Μωϋσῆς ἄπρακτον τὸν πονηρὸν τοξότην ἐποίησεν.

Οὔτε γὰρ ἐνέπεσεν αὐτῷ ἡ ἀμυντικὴ κατὰ τῶν λελυπηκότων ὁρμή, οὔτε καταδικασθέντων αὐτῶν παρὰ τῆς ἀδεκάστου κρίσεως τὸ πρὸς τὴν φύσιν ἠγνόησε δίκαιον, ἀλλ᾽ ἱκέτης ἐγένετο τοῦ Θεοῦ ὑπὲρ τῶν ἀδελφῶν. Ὅπερ οὐκ ἂν ἐποίησεν, εἰ μὴ κατόπιν τοῦ Θεοῦ ἦν, τοῦ τὰ ὄπισθεν αὐτῷ πρὸς τὴν ἀσφαλῆ τῆς ἀρετῆς ὁδηγίαν προδείξαντος.

Καὶ τὰ ἄλλα δὲ ἐφεξῆς τοιαῦτα. Ἐπειδὴ γὰρ οὐκ ἔσχε κατ᾽ αὐτοῦ χώραν εἰς βλάβην, ὁ τῇ φύσει τῶν ἀνθρώπων πολέμιος τρέπει κατὰ τῶν εὐαλωτοτέρων τὸν πόλεμον. Καὶ καθάπερ τι βέλος τὸ τῆς γαστριμαργίας πάθος ἐπαφεὶς τῷ λαῷ, αἰγυπτιάζειν κατὰ τὴν ὄρεξιν αὐτοὺς παρεσκεύασε, προτιθέντας τῆς οὐρανίας ἐκείνης τροφῆς τὴν παρ᾽ Αἰγυπτίοις σαρκοβορίαν.

Ὁ δὲ ὑψηλὸς τὴν ψυχὴν ἄνω τοῦ τοιούτου πάθους ὑπερπετόμενος ὅλος ἦν τῆς μελλούσης κληρονομίας τῆς ἐπηγγελμένης παρὰ τοῦ Θεοῦ τοῖς μεθισταμένοις ἐκ τῆς νοηθείσης Αἰγύπτου καὶ ἐπὶ τὴν γῆν ἐκείνην ὁδοιποροῦσιν, ἐν ᾗ βρύει τὸ γάλα συναναμεμιγμένον τῷ μέλιτι.

Τούτου χάριν κατασκόπους τινὰς διδασκάλους ἐποιεῖτο τῶν ἐν ἐκείνῃ καλῶν. Οὗτοι δ᾽ ἂν εἶεν, κατά γε τὴν ἐμὴν γνώμην, οἱ μὲν τὰς ἀγαθὰς ἐλπίδας προτείναντες οἱ διὰ τῆς πίστεως ἐγγινόμενοι λογισμοί, βεβαιοῦντες τῶν ἀποκειμένων ἀγαθῶν τὴν ἐλπίδα, οἱ δὲ ἀπόγνωσιν τῶν χρηστοτέρων ἐμποιοῦντες ἐλπίδων εἶεν ἂν οἱ παρὰ τοῦ ἐναντίου λογισμοί οἱ τὴν πίστιν τῶν ἐπηγγελμένων ἀμβλύνοντες. Ἀλλ᾽ οὐδένα τῶν ἐναντίων λόγον ποιούμενος πιστὸν ἡγεῖτο τὸν τὰ κρείττω περὶ τῆς γῆς ἐκείνης ἐπαγγελλόμενον.

Ἰησοῦς δὲ ἦν ὁ τῆς κρείττονος κατασκοπῆς καθηγούμενος, ὁ τῇ παρ᾽ ἑαυτοῦ διαβεβαιώσει τὸ πιστὸν τοῖς ἐπηγγελμένοις παρέχων. Πρὸς ὃν βλέπων ὁ Μωϋσῆς βεβαίας εἶχε τὰς ὑπὲρ τῶν μελλόντων ἐλπίδας, δεῖγμα τῆς ἐκεῖ τρυφῆς τὸν βότρυν ποιούμενος τὸν ἐπ᾽ ἀναφορέων παρ᾽ αὐτοῦ κομιζόμενον. Ἰησοῦν δὲ πάντως ἀκούων περὶ τῆς γῆς ἐκείνης μηνύοντα καὶ βότρυν ξύλῳ ἀπαιωρούμενον, νοεῖς πρὸς ὅ τι κἀκεῖνος βλέπων ἀσφαλὴς ταῖς ἐλπίσιν ἦν.

Βότρυς γὰρ ἐπὶ ξύλου κρεμάμενος τίς ἄλλος ἐστὶ παρὰ τὸν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐπὶ τοῦ ξύλου κρεμασθέντα βότρυν, οὗ τὸ αἷμα ποτὸν τοῖς πιστεύουσι γίνεται σωτήριον, τοῦτο τοῦ Μωϋσέως προειπόντος ἡμῖν οἷον δι᾽ αἰνίγματος, ὅτι· αἷμα σταφυλῆς ἔπινον οἶνον, δι᾽ οὗ τὸ σωτήριον πάθος καταμηνύεται.

Πάλιν διὰ τῆς ἐρήμου ὁδὸς καὶ καταπονεῖται τῇ δίψῃ ὁ τῶν ἀγαθῶν τῆς ἐπαγγελίας ἀπελπίσας λαός. Ὁ δὲ Μωϋσῆς πάλιν αὐτοῖς κατακλύζει διὰ τῆς πέτρας τὴν ἔρημον. Ὁ δὲ τοιοῦτος λόγος τοῦτο ἂν ἡμᾶς διὰ τῆς νοητῆς θεωρίας διδάξειεν οἷόν ἐστι τὸ τῆς μετανοίας μυστήριον. Οἱ γὰρ πρὸς γαστέρα καὶ σάρκα καὶ τὰς Αἰγυπτίας ἡδονὰς μετὰ τὸ ἅπαξ γεύσασθαι τῆς πέτρας παρατραπέντες, τῷ χωρισμῷ τῆς τῶν ἀγαθῶν μετουσίας καταδικάζονται.

Ἀλλ᾽ ἔστιν αὐτοῖς πάλιν ἐκ μεταμελείας τὴν πέτραν εὑρεῖν ἣν κατέλιπον καὶ πάλιν ἑαυτοῖς ἀναστομῶσαι τὴν φλέβα καὶ πάλιν ἐμφορηθῆναι τοῦ νάματος, ὃ ἡ πέτρα ἐκδίδωσι τῷ τὴν κατασκοπὴν Ἰησοῦ ἀληθεστέραν τῆς τῶν ἐναντίων εἶναι πιστεύσαντι καὶ πρὸς τὸν βότρυν βλέποντι τὸν ὑπὲρ ἡμῶν κρεμασθέντα καὶ αἱμαχθέντα, τῷ πάλιν αὐτοῖς διὰ τοῦ ξύλου βρύειν τὴν πέτραν παρασκευάσαντι.

Ἀλλ᾽ οὔπω κατ᾽ ἴχνος ἕπεσθαι τῇ μεγαλοφυΐᾳ Μωϋσέως ὁ λαὸς ἐπαιδεύθη. Ἔτι δὲ πρὸς τὰς ἀνδραποδώδεις ἐπιθυμίας καθέλκεται καὶ πρὸς τὰς Αἰγυπτίας ἡδονὰς ἐπικλίνεται. Δείκνυσι δέ πως διὰ τούτων ἡ ἱστορία ὅτι πρὸς τὸ τοιοῦτον πάθος πάντων μάλιστα κατωφερὴς ἡ ἀνθρωπίνη φύσις ἐστί, μυρίαις ὁδοῖς ὑπαγομένη τῇ νόσῳ.

Ὃ δέ, καθάπερ τις ἰατρὸς πρὸς τὸ ἐπικρατοῦν ἀεὶ πάθος διὰ τῆς τεχνῆς ἱστάμενος, οὐκ ἐᾷ κατ᾽ αὐτῶν δυναστεύειν μέχρι θανάτου τὴν νόσον. Τοῖς μὲν γὰρ ἡ τῶν ἀτόπων ἐπιθυμία τοὺς ὄφεις ἔτικτε, τὸ δὲ παρ᾽ αὐτῶν δῆγμα θανατηφόρον ἐπῆγε τὸν ἰὸν τοῖς ἀμυχθεῖσι τῷ δήγματι, ὁ δὲ μέγας νομοθέτης ὄφεως εἴδει τὴν δύναμιν τῶν κατὰ ἀλήθειαν θηρίων ἠχρείωσε.

Καιρὸς δ᾽ ἂν εἴη σαφέστερον ἐκκαλύψαι τὸ αἴνιγμα. Ἕν τι τῶν πονηρῶν τούτων παθημάτων ἐστὶν ἀλεξητήριον ἡ διὰ τοῦ μυστηρίου τῆς εὐσεβείας γινομένη τῶν ψυχῶν ἡμῶν κάθαρσις. Κεφάλαιον δὲ τῶν ἐν τῷ μυστηρίῳ πεπιστευμένων ἡ εἰς τὸ Πάθος ἐστὶν ἐπίβλεψις τοῦ ὑπὲρ ἡμῶν ἀναδεξαμένου τὸ πάθος. Σταυρὸς δὲ τὸ πάθος ἐστίν, ὥστε τὸν πρὸς αὐτὸν βλέποντα, καθὼς ὑφηγεῖται ὁ λόγος, ὑπὸ τοῦ ἰοῦ τῆς ἐπιθυμίας μὴ βλάπτεσθαι.

Τὸ δὲ πρὸς τὸν σταυρὸν βλέπειν, τοῦτό ἐστι τὸ πάντα τὸν ἑαυτοῦ βίον ὡς νέκρον τῷ κόσμῳ καὶ ἐσταυρωμένον ποιῆσαι, πρὸς πᾶσαν ἁμαρτίαν ἀκίνητον, ὄντως, καθώς φησιν ὁ προφήτης, καθηλοῦντα τῷ θείῳ φόβῳ τὰς ἰδίας σάρκας. Ἧλος δ᾽ ἂν εἴη σαρκῶν καθεκτικὸς ἡ ἐγκράτεια.

Ἐπεὶ οὖν ἡ τῶν ἀτόπων ἐπιθυμία τοὺς θανατηφόρους ὄφεις ἐκ τῆς γῆς ἐπισπᾶται (πᾶν γὰρ τῆς πονηρᾶς ἐπιθυμίας ἔγγονον ὄφις ἐστί), τούτου χάριν προδείκνυσιν ὁ νόμος ἡμῖν τὸ ἐπὶ τοῦ ξύλου φαινόμενον. Τοῦτο δέ ἐστιν ὁμοίωμα ὄφεως καὶ οὐχὶ ὄφις, καθὼς καὶ ὁ μέγας Παῦλός φησιν· ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. Ὁ δὲ ἀληθὴς ὄφις ἡ ἁμαρτία ἐστὶ καὶ ὁ πρὸς τὴν ἁμαρτίαν αὐτομολήσας τὴν τοῦ ὄφεως ὑποδύεται φύσιν.

Ἐλευθεροῦται οὖν τῆς ἁμαρτίας ὁ ἄνθρωπος διὰ τοῦ ὑπελθόντος τὸ τῆς ἁμαρτίας εἶδος καὶ γενομένου καθ᾽ ἡμᾶς τοὺς πρὸς τὸ εἶδος μεταστραφέντας τοῦ ὄφεως, δι᾽ οὗ ὁ μὲν θάνατος ὁ ἐκ τῶν δηγμάτων κωλύεται, αὐτὰ δὲ τὰ θηρία οὐκ ἀφανίζεται. Θηρία δὲ λέγω τὰς ἐπιθυμίας. Τῶν γὰρ εἰς τὸν σταυρὸν βλεπόντων ὁ μὲν πονηρὸς τῶν ἁμαρτιῶν θάνατος οὐκ ἐνεργεῖται, ἡ δὲ ἐγκειμένη τῇ σαρκὶ κατὰ τοῦ πνεύματος ἐπιθυμία εἰς τὸ παντελὲς οὐκ ἀπόλωλε.

Καὶ γὰρ καὶ ἐν τοῖς πιστοῖς ἐνεργεῖται πολλάκις τῆς ἐπιθυμίας τὰ δήγματα. Ἀλλ᾽ ὁ πρὸς τὸν ἐπὶ τοῦ ξύλου ὑψωθέντα βλέπων ἀπωθεῖται τὸ πάθος, οἷόν τινι φαρμάκῳ τῷ τῆς ἐντολῆς φόβῳ τὸν ἰὸν διαχέας. Τὸ δὲ σύμβολον εἶναι τοῦ κατὰ τὸν σταυρὸν μυστηρίου τὸν ὑψωθέντα ὄφιν ἐν τῇ ἐρήμῳ φανερῶς διδάσκει ἡ τοῦ Κυρίου φωνὴ ἐν οἷς φησιν ὅτι· καθὼς Μωϋσῆς ὕψωσε τὴν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου.

Πάλιν τῇ οἰκείᾳ ὁδῷ κατά τινα κακὴν ἀκολουθίαν ἡ ἁμαρτία προέρχεται, οἷον εἱρμῷ τινι πονηρῷ κατὰ τὸ ἀκόλουθον προϊοῦσα. Καὶ ὁ νομοθέτης καθάπερ τις ἰατρὸς τῇ τοῦ κακοῦ φορᾷ συμπαρατείνει τὴν θεραπείαν. Ἐπειδὴ γὰρ ἄπρακτον ἐγένετο τὸ δῆγμα τῶν ὄφεων τοῖς εἰς τὸ ὁμοίωμα τοῦ ὄφεως βλέπουσι (νοεῖς δὲ πάντως διὰ τῶν εἰρημένων τὸ αἴνιγμα), ἄλλη μέθοδος ἁμαρτίας ἐπινοεῖται τῷ ποικίλως τὰ τοιαῦτα καθ᾽ ἡμῶν σοφιστεύοντι, ὃ δὴ καὶ νῦν ἐν πολλοῖς ἰδεῖν ἔστι γινόμενον. Ἐπειδὰν γάρ τινες διὰ σωφρονεστέρου βίου τὸ τῆς ἐπιθυμίας πάθος κολάσωσιν, ἐπὶ τὴν ἱερωσύνην ἑαυτοὺς εἰσωθοῦσιν ἀνθρωπίναις σπούδαις καὶ αὐτοχειροτονήτοις ὁρμαῖς εἰς τὴν οἰκονομίαν τοῦ Θεοῦ ἐξυβρίζοντες.

Πρὸς ταύτην ἄγει τὴν κακὴν τῆς ἁμαρτίας ἀκολουθίαν ὁ διὰ τῆς ἱστορίας ἐνεργεῖν τὰ κακὰ τοῖς ἀνθρώποις κατηγορούμενος. Ἐπειδὴ γὰρ ἐπαύσατο ἡ γῆ τοὺς ὄφεις κατὰ τῶν ἐπιθυμούντων ὠδίνουσα διὰ τῆς εἰς τὸν ὑψωθέντα ἐπὶ τοῦ ξύλου πίστεως καὶ κρείττους ἐπείσθησαν εἶναι τῶν ἰοβόλων δηγμάτων, τότε τοῦ κατ᾽ ἐπιθυμίαν πάθους ὑπεξελθόντος ἡ τῆς ὑπερηφανίας ἀντεισέρχεται νόσος. Καὶ ταπεινὸν εἶναι κρίνοντες τὸ φυλάσσειν ἐφ᾽ ἑαυτῶν τὴν τάξιν ἐφ᾽ ἧς ἐτάχθησαν, εἰσωθοῦσιν ἑαυτοὺς εἰς τὸ τῆς ἱερωσύνης ἀξίωμα, παρώσασθαι τοὺς παρὰ τοῦ Θεοῦ τὴν λειτουργίαν ταύτην λαχόντας φιλονεικήσαντες, οἳ χάσματι ὑποληφθέντες ἐξηφανίσθησαν, τὸ δὲ ὅσον ὑπὲρ γῆς ἦν τοῦ τοιούτου συντάγματος κεραυνοῖς κατεπρήσθη, διδάσκοντος, οἶμαι, τοῦ λόγου διὰ τῆς ἱστορίας, ὅτι πέρας ἐστὶ τῆς καθ᾽ ὑπερηφανίαν ἐπάρσεως ἡ εἰς τὸ ὑπόγειον κάθοδος. Καὶ τάχα τις διὰ τούτων ὁρμώμενος οὐκ ἀπεικότως ἄνοδον ἐπὶ τὸ κάτω τὴν ὑπερηφανίαν ὁρίσαιτο.

Εἰ δὲ πρὸς τὸ ἐναντίον τῇ τῶν πολλῶν ὑπολήψει φέρεται ἡ διάνοια, μηδὲν θαυμάσῃς. Τοῖς γὰρ πολλοῖς δοκεῖ τὸ ὑπὲρ τοὺς ἄλλους εἶναι τῷ ὀνόματι τῆς ὑπερηφανίας σημαίνεσθαι. Ἡ δὲ τῶν ἱστορηθέντων ἀλήθεια βεβαιοῖ τὸν ἡμέτερον ὅρον. Εἰ γὰρ οἱ ὑπὲρ τοὺς ἄλλους ἑαυτοὺς ἄραντες κάτω που κατέδυσαν, χάσματι τῆς γῆς διασχούσης αὐτοῖς, οὐκ ἄν τις καταγνοίη τοῦ ὅρου, τοῦ τὴν ὑπερηφανίαν τὴν κατωτάτω πτῶσιν εἶναι ὁριζομένου.

Πρὸς ταῦτα βλέποντας μετριάζειν παιδεύει ὁ Μωϋσῆς καὶ μὴ ἐπαίρεσθαι τοῖς κατορθώμασιν, ἀλλ᾽ ἀεὶ τὸ παρὸν εὖ διατίθεσθαι. Οὐ γὰρ ἐπειδὴ τῶν ἡδονῶν γέγονας κρείττων, ἤδη σοι ἀνεύθυνον τὸ ἑτέρῳ εἴδει πάθους ἁλίσκεσθαι. Πτῶμα γάρ ἐστι πᾶν πάθος, ἕως ἂν πάθος ᾖ. Διαφορὰ δὲ πτωμάτων ἐν τῇ τῶν παθημάτων παραλλαγῇ οὐδεμία. Ὁ τῷ λείῳ τῆς ἡδονῆς ἐνολισθήσας πέπτωκε καὶ ὁ διὰ τῆς ὑπερηφανίας ὑποσκελισθεὶς ἀνετράπη.

Οὐδὲν γὰρ καταπτώματος εἶδος αἱρετὸν τῷ νοῦν ἔχοντι. Ἀλλ᾽ ἐπίσης πᾶν πτῶμα φευκτόν, ἕως ἂν πτῶμα ᾖ. Ὡς εἴ τινα καὶ τῶν νῦν βλέποις ἐν μέρει τινὶ τοῦ κατὰ τὰς ἡδονὰς ἀρρωστήματος καθαρεύοντα, σπουδῇ δὲ πάλιν, τῷ δοκεῖν ὑπὲρ τοὺς ἄλλους εἶναι, πρὸς τὴν ἱερωσύνην ἑαυτὸν εἰσωθοῦντα, τοῦτον ἐκεῖνον οἴου βλέπειν τὸν ἐν τῷ ὑψώματι τῆς ὑπερηφανίας ὑπόγειον πίπτοντα.

Διδάσκει γὰρ ἐν τοῖς ἐφεξῆς ὁ νόμος ὅτι θεῖόν τι χρῆμά ἐστιν ἡ ἱερωσύνη καὶ οὐκ ἀνθρώπινον. Διδάσκει δὲ οὕτως. Ῥάβδους παρ᾽ ἑκάστης φυλῆς ἐπὶ τῷ ὀνόματι τῶν δεδωκότων κατασημήνας προστίθησι τῷ θυσιαστηρίῳ, ὥστε τῆς ἄνωθεν χειροτονίας μαρτυρίαν γενέσθαι τὴν ῥάβδον, θαύματί τινι θείῳ παρὰ τὰς ἄλλας γενομένην ἐπίσημον.

Καὶ γενομένου τούτου αἱ μὲν τῶν ἄλλων ῥάβδοι ὅπερ ἦσαν διέμειναν, ἡ δὲ τοῦ ἱερέως, αὐτὴ ἐν ἑαυτῇ ῥιζωθεῖσα, οὐ διά τινος ἀλλοτρίας ἰκμάδος, ἀλλὰ τῆς θεόθεν αὐτῇ ἐντεθείσης δυνάμεως, κλάδους καὶ καρπὸν ἀνεβλάστησε καὶ προῆλθεν εἰς τελείωσιν ὁ καρπός. Κάρυον δὲ ἦν ὁ καρπός, οὗ γενομένου, πρὸς εὐταξίαν ἐπαιδεύθη πᾶν τὸ ὑπήκοον. Νοεῖν δὲ προσήκει διὰ τοῦ καρποῦ, ὃν ἡ ῥάβδος ἐβλάστησε τοῦ Ἀαρών, οἷον χρὴ εἶναι τὸν ἐν τῇ ἱερωσύνῃ βίον, ἐγκρατῆ τινα καὶ κατεστυμμένον καὶ περιεσκληκότα τῇ φαινομένῃ ζωῇ, ἔνδοθεν δὲ τὸ ἐδώδιμον ἐν τῷ κρυπτῷ καὶ ἀφανεῖ περιέχοντα, ὃ τότε ἀνακαλύπτεται, ὅταν πεπανθῇ τῷ χρόνῳ ἡ βρῶσις καὶ περιρραγῇ τὸ στύφον περιβόλαιον καὶ περιτριβῇ τὸ ξυλῶδες ἐκεῖνο τοῦ ἐδωδίμου προκάλυμμα.

Εἰ δέ τινος ἱερέως λεγομένου καταμάθοις τὸν βίον μηλοειδῆ καὶ εὔπνουν καὶ ῥοδόχροον, οἷοι τῶν πολλῶν εἰσι βύσσῳ καὶ πορφύρᾳ διανθιζόμενοι καὶ ταῖς λιπαραῖς τραπέζαις ἐμπιαινόμενοι οἳ τὸν διυλισμένον πίνοντες οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι καὶ ὅσα ἄλλα γλυκέα δοκεῖ κατὰ τὴν πρόχειρον γεῦσιν τοῖς τὸν ἀπολαυστικὸν ὀπωρίζουσι βίον, καλῶς ἂν ἐπὶ τούτου τὸ εὐαγγελικὸν εἴποις, ὅτι· τὸν καρπὸν βλέπων, οὐκ ἐπιγινώσκω διὰ τοῦ καρποῦ τὸ ἱερατικὸν δένδρον. Ἄλλος ὁ τῆς ἱερωσύνης καρπὸς καὶ οὗτος ἕτερος. Ἐκεῖνος ὁ καρπὸς ἐγκράτεια ἦν, τρυφὴ δὲ οὗτος. Ἐκεῖνος οὐκ ἀπὸ γηΐνης ἰκμάδος ὑπεπιαίνετο, τούτῳ δὲ πολλοὶ κάτωθεν ἐπιρρέουσιν οἱ τῶν ἡδονῶν ὀχετοί, δι᾽ ὧν πρὸς τὴν τοιαύτην ὥραν ἡ τοῦ βίου ὀπώρα ὑπερυθραίνεται.