Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Πνευματική θεωρία: Η βασιλική οδός και η άμυνα έναντι της ηδονής

Η αρετή ως μεσότης μεταξύ υπερβολής και ελλείψεως, η ακύρωση των δαιμονικών μεθοδειών και η σθεναρή καταπολέμηση του πάθους της ηδυπάθειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 17 από 18

Ὅτε δὲ καὶ τούτου τοῦ πάθους καθαρὸν ἐγένετο τὸ ὑπήκοον, τότε διέξεισι τὸν ἀλλόφυλον βίον, καθηγουμένου τοῦ νόμου τῆς βασιλικῆς λεωφόρου, κατ᾽ οὐδέτερον μέρος τῆς ἐκτροπῆς γινομένης. Ἐπισφαλὴς γὰρ ἡ ἐπὶ τὰ πλάγια παρατροπὴ τῷ ὁδεύοντι. Ὥσπερ γὰρ εἰ δύο κρημνοὶ μίαν ἐπὶ τῆς ἄκρας ῥαχίας ἀτραπὸν ἀποστενοῖεν, κίνδυνός ἐστι τῷ διὰ ταύτης βαίνοντι ἔνθεν ἢ ἔνθεν παρατραπῆναι τοῦ μέσου (ἴσως γὰρ ἑκατέρωθεν τὸ ἐκ τοῦ κρημνοῦ βάραθρον τὴν ἐκτροπὴν διαδέχεται), οὕτως ὁ νόμος βούλεται τὸν αὐτῷ κατ᾽ ἴχνος ἑπόμενον μὴ καταλιπεῖν τὴν ὁδὸν τήν, καθώς φησιν ὁ Κύριος, στενήν τε καὶ τεθλιμμένην, μήτε ἐπὶ τὸ σκαιόν τε καὶ εὐώνυμον, μήτε ἐπὶ τὸ δεξιὸν νομιζόμενον.

Δόγμα δέ ἐστιν οὗτος ὁ λόγος ἐν μεσότητι θεωρεῖσθαι τὰς ἀρετὰς ὁριζόμενος, διότι πέφυκε πᾶσα κακία ἢ κατ᾽ ἔλλειψιν ἢ καθ᾽ ὑπέρπτωσιν ἀρετῆς ἐνεργεῖσθαι, οἷον ἐπὶ τῆς ἀνδρείας ἔλλειψίς τίς ἐστιν ἀρετῆς ἡ δειλία, ὑπέρππτωσις δὲ τὸ θράσος· τὸ δὲ ἑκατέρου τούτων καθαρεῦον ἐν μέσῳ τε τῶν παρακειμένων κακιῶν θεωρεῖται καὶ ἀρετή ἐστι.

Κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ ἄλλα πάντα, ὅσα πρὸς τὸ κρεῖττον σπουδάζεται, μεσολαβεῖταί πως τοῖς κακοῖς γειτονήμασιν. Ἡ σοφία δεινότητός τε καὶ ἀκεραιότητος τὸ μέσον ἔχει. Οὔτε τοῦ ὄφεως τὸ φρόνιμον ἐπαινετόν, οὔτε τῆς περιστερᾶς τὸ ἀκέραιον, εἰ ἐφ᾽ ἑαυτοῦ μόνου δέοι λαμβάνειν τούτων ἑκάτερον. Ἀλλ᾽ ἡ διὰ μέσου τῶν δύο τούτων σύγκρατος ἕξις ἀρετὴ γίνεται. Ὁ ἐλλιπὴς κατὰ τὴν σωφροσύνην ἀκόλαστος, ὁ πλεονάζων κεκαυτηρίασται τὴν συνείδησιν, καθὼς ὁρίζεται ὁ Ἀπόστολος. Ὁ μὲν γὰρ ταῖς ἡδοναῖς ἀνέδην ἐκκέχυται, ὁ δὲ καὶ τὸν γάμον ἴσα τῇ μοιχείᾳ βδελύσσεται. Ἡ δὲ διὰ μέσου τούτων θεωρουμένη ἕξις σωφροσύνη ἐστίν.

Ἐπεὶ δέ, καθώς φησιν ὁ Κύριος, ὁ κόσμος οὗτος ἐν τῷ πονηρῷ κεῖται, ἀλλόφυλον δὲ τοῖς ἑπομένοις τῷ νόμῳ τὸ τῇ ἀρετῇ ἀντικείμενον, ὅπερ ἐστὶν ἡ πονηρία, ὁ διὰ τοῦ κόσμου τούτου κατὰ τὸν βίον ὁδοιπορῶν ἀσφαλῶς τὴν ἀναγκαίαν ταύτην τῆς ἀρετῆς διανύσει πορείαν, εἰ τὴν λεωφόρον ὄντως τὴν ὑπὸ τῆς ἀρετῆς τριφθεῖσάν τε καὶ λευκαινομένην ὁδὸν φυλάσσοι, μηδαμοῦ πρὸς τὰς παρακειμένας ἀνοδίας διὰ κακίαν παρατρεπόμενος.

Ἐπεὶ δέ, καθὼς εἴρηται, τῇ ἀνόδῳ τῆς ἀρετῆς καὶ ἡ ἐπιβουλὴ τοῦ ἀντικειμένου συναναβαίνει, καταλλήλως ἑκάστου τῆς εἰς τὸ κακὸν παρατροπῆς τὰς ἀφορμὰς ἐξευρίσκουσα, τότε πρὸς μεῖζον τοῦ λαοῦ ἐν τῷ κατὰ Θεὸν βίῳ αὐξήσαντος, ἄλλης ἐπιβουλῆς ὁ ἀντικείμενος ἅπτεται κατὰ τοὺς δεινοὺς τὰ πολεμικά, οἳ τὴν κατὰ στόμα παράταξιν τῶν πλεονεκτούντων κατὰ τὴν δύναμιν δυσκαταγώνιστον κρίναντες, λόχοις τισὶ καὶ ἐνέδραις καταστρατηγοῦσι τὸν ἀντικείμενον.

Οὕτως ὁ τῆς κακίας στρατηγὸς ἐπὶ τῶν νόμῳ καὶ ἀρετῇ δυναμωθέντων οὐκέτι κατὰ πρόσωπον ἀντεξάγει τὴν δύναμιν, ἀλλ᾽ ἐνέδραις τισὶ κατὰ τὸ ἀφανὲς τὴν ἐπιβουλὴν ἐξεργάζεται. Καλεῖ τοίνυν εἰς συμμαχίαν κατὰ τῶν ἐπιβουλευομένων παρ᾽ αὐτοῦ τὴν γοητείαν, ἣν ἡ μὲν ἱστορία φησὶ μάντιν εἶναί τινα καὶ οἰωνιστὴν ἔκ τινος ἐνεργείας δαιμόνων βλαπτικὴν δήπου δύναμιν ἔχοντα κατὰ τῶν ὑπεναντίων καὶ μισθωθέντα παρὰ τοῦ κρατοῦντος τῶν Μαδιανιτῶν ἐφ᾽ ᾧ τε βλάψαι διὰ κατάρας τοὺς τῷ Θεῷ ζῶντας τοῦτον τρέψαι τὴν κατάραν εἰς εὐλογίαν. Ἡμεῖς δὲ νοοῦμεν διὰ τοῦ ἀκολούθου τῶν προτεθεωρημένων τὸ μηδὲ τὴν γοητείαν ἐνεργὸν κατὰ τῶν ἐν ἀρετῇ ζώντων εἶναι, ἀλλὰ πάσης ὑπερισχύειν ἐπιβουλῆς τοὺς διὰ τῆς θείας βοηθείας ὠχυρωμένους.

Τὸ γὰρ τὴν οἰωνοσκοπικὴν ἐπιτηδεύειν μαντείαν τὸν μνημονευθέντα μαρτυρεῖται παρὰ τῆς ἱστορίας ἐν οἷς φησιν τά τε μαντεῖα διὰ χειρὸς ἔχειν αὐτὸν καὶ παρὰ τῶν οἰωνῶν συμβουλεύεσθαι καὶ πρό γε τούτων ὅτι διὰ τοῦ ὀγκηθμοῦ τῆς ὄνου τὰ περὶ τῆς προκειμένης αὐτῷ σπουδῆς ἐδιδάσκετο, ἧς τὸν φθόγγον, διὰ τὸ συνήθως αὐτὸν ταῖς τῶν ἀλόγων φωναῖς κατά τινα δαιμονίαν ἐνέργειαν συμβουλεύεσθαι, ὡς ἔναρθρον ἡ Γραφὴ διηγήσατο, ἐνδεικνυμένη ὅτι τοὺς προειλημμένους τῇ τοιαύτῃ τῶν δαιμόνων ἀπάτῃ μέχρι τούτων φθάνειν ὡς ἀντὶ λόγου δέχεσθαι τὴν ἐκ τῆς ποιᾶς παρατηρήσεως γενομένην αὐτοῖς ἐκ τῆς φωνῆς τῶν ἀλόγων διδασκαλίαν, ᾗ προσχών, δι᾽ αὐτῶν ὧν ἠπατᾶτο τὸ ἄμαχον τῆς καθ᾽ ὧν ἐμισθώθη δυνάμεως ἐξεπαιδεύθη.

Καὶ γὰρ ἐν τῇ εὐαγγελικῇ ἱστορίᾳ παρεσκεύαστο μὲν εἰς ἀντίστασιν τῆς τοῦ Κυρίου ἐξουσίας τὸ συγκρότημα τῶν δαιμόνων, ἡ λεγεών. Πλησιάσαντος δὲ τοῦ ἔχοντος κατὰ πάντων τὸ κράτος, βοᾷ τὴν ὑπερέχουσαν δύναμιν καὶ οὐκ ἐπικρύπτεται τὴν ἀλήθειαν, ὅτι οὗτός ἐστιν ἡ θεία φύσις, ὁ ἐν τοῖς καθήκουσι χρόνοις ἐπάξων τοῖς ἡμαρτηκόσι τὴν κόλασιν. Λέγει γὰρ ἡ τῶν δαιμόνων φωνή· οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ, καὶ ὅτι ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Ὃ δὴ καὶ τότε ἐγένετο, τῆς παρεπομένης τῷ μάντει δαιμονίας δυνάμεως τὸ ἄμαχόν τε καὶ ἀνανταγώνιστον τοῦ λαοῦ τὸν Βαλαὰμ διδασκούσης.

Ἡμεῖς δέ φαμεν, τοῖς προεξητασμένοις τὴν ἱστορίαν ἁρμόζοντες, κατὰ τῶν ἐν ἀρετῇ ζώντων τὸν καταρᾶσθαι βουλόμενον μηδεμίαν δύνασθαι προΐεσθαι φωνὴν λυπηράν τε καὶ ἀπεμφαίνουσαν, ἀλλὰ τρέπειν τὴν κατάραν εἰς εὐλογίαν.

Ὃ δὲ νοοῦμεν τοιοῦτόν ἐστιν ὅτι τῶν κατ᾽ ἀρετὴν ζώντων ὁ τῆς λοιδορίας μῶμος οὐχ ἅπτεται. Πῶς γὰρ ἐπὶ πλεονεξίᾳ ὁ ἀκτήμων λοιδορηθήσεται; πῶς δέ τις ἐπιθρυλλήσει τὴν ἀσωτίαν τῷ ἀνακεχωρημένῳ καὶ ἰδιάζοντι, ἢ τὸν θυμὸν τῷ πράῳ, ἢ τὸν τῦφον τῷ μετριόφρονι, ἢ ἄλλο τι τῶν ἐπιμώμων τοῖς ἐκ τῶν ἐναντίων γινωσκομένοις, οἷς ὁ σκοπός ἐστιν ἄληπτον παρέχειν τῷ μώμῳ τὸν βίον, ἵνα, καθώς φησιν ὁ Ἀπόστολος, ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν; Διὰ τοῦτό φησιν ἡ φωνὴ τοῦ εἰς κατάραν παρειλημμένου· πῶς ἀράσομαι ὃν μὴ ἀρᾶται Κύριος; τουτέστι· πῶς λοιδορήσομαι τῷ μὴ δεδωκότι τῆς λοιδορίας τὴν ὕλην, ᾧ διὰ τὸ πρὸς τὸν Θεὸν βλέπειν ἄτρωτός ἐστιν εἰς κακίαν ὁ βίος;

Οὐ μήν, ἐπειδὴ τούτου διήμαρτεν ὁ τῆς κακίας εὑρετής, καθόλου τῆς κατὰ τῶν ἐπιβουλευομένων ἐπινοίας ἐπαύσατο, ἀλλὰ πρὸς τὸ ἴδιον πάλαισμα τὴν ἐπίνοιαν τρέπει, πάλιν δι᾽ ἡδονῆς πρὸς τὸ κακὸν δελεάζων τὴν φύσιν. Ὄντως γὰρ πάσης κακίας οἷόν τι δέλεαρ ἡ ἡδονὴ προβληθεῖσα εὐκόλως τὰς λιχνοτέρας ψυχὰς ἐπὶ τὸ ἄγκιστρον τῆς ἀπωλείας ἐφέλκεται. Μάλιστα δέ πως διὰ τῆς ἀκολάστου ἡδονῆς ἀφυλάκτως ἡ φύσις πρὸς τὸ κακὸν παρασύρεται.

Ὃ δὴ καὶ τότε ἐγένετο. Οἱ γὰρ τῶν ὅπλων ὑπερισχύσαντες καὶ πᾶσαν τὴν ἐκ σιδήρου προσβολὴν ἀσθενεστέραν τῆς ἰδίας δυνάμεως δείξαντες καὶ κατὰ κράτος τὴν φάλαγγα τῶν ἀντικειμένων τρεψάμενοι, τοῖς γυναικείοις βέλεσι δι᾽ ἡδονῆς κατετρώθησαν. Καὶ τῶν μὲν ἀνδρῶν κρείττους, τῶν δὲ γυναικῶν ἥττους ἐγένοντο. Ὁμοῦ τε γὰρ ὤφθησαν αὐτοῖς αἱ γυναῖκες ἀντὶ ὅπλων τὰς μορφὰς προβαλλόμεναι, καὶ παραχρῆμα τοῦ τόνου τῆς ἀνδρείας λήθην ἐλάμβανον τὸν θυμὸν εἰς ἡδονὴν διαλύσαντες.

Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις, ἐν οἷς εἰκὸς εἶναι τοὺς τῇ ἀθέσμῳ μίξει τῶν ἀλλοφύλων ἐπιλυσσήσαντας. Ἡ δὲ πρὸς τὸ κακὸν οἰκειότης τῆς τοῦ καλοῦ συμμαχίας ἀλλοτρίωσις ἦν. Εὐθὺς γὰρ αὐτοῖς ἐξεπολεμώθη τὸ Θεῖον. Ἀλλ᾽ οὐκ ἀνέμεινεν ὁ ζηλωτὴς Φινεὲς τῇ ἄνωθεν ψήφῳ καθαρθῆναι τὴν ἁμαρτίαν. Ἀλλ᾽ αὐτὸς ἐγένετο δικαστὴς ἅμα καὶ δήμιος.

Κινηθεὶς γὰρ εἰς τὴν κατὰ τῶν λελυσσηκότων ὀργήν, τὸ τοῦ ἱερέως ἔργον ἐποίησεν αἵματι καθαρίσας τὴν ἁμαρτίαν, αἵματι οὐκ ἀναιτίου τινὸς ζῴου τοῦ μηδὲν μετεσχηκότος τοῦ τῆς ἀκολασίας μιάσματος, ἀλλὰ τῶν ἐν κακίᾳ συνεζευγμένων ἀλλήλοις, ἐφ᾽ ὧν ἡ αἰχμὴ κατὰ ταὐτὸν τῶν δύο σωμάτων διεξελθοῦσα ἔστησε τὴν τῆς θείας δίκης κίνησιν, τῷ θανάτῳ τῶν ἡμαρτηκότων τὴν ἡδονὴν καταμίξασα.

Δοκεῖ δέ μοι συμβουλήν τινα ψυχωφελῆ κατατίθεσθαι τοῖς ἀνθρώποις ἡ ἱστορία, δι᾽ ἧς διδασκόμεθα ὅτι πολλῶν ὄντων παθῶν ἃ τοὺς λογισμοὺς τῶν ἀνθρώπων καταγωνίζεται οὐδεμίαν καθ᾽ ἡμῶν ἰσχὺν ἕτερον πάθος ἔχει τοσαύτην, ὡς πρὸς τὴν νόσον τῆς ἡδονῆς ἐξισοῦσθαι. Τὸ γὰρ ἀθρόως τοὺς Ἰσραηλίτας ἐκείνους, τοὺς καὶ τῆς Αἰγυπτίας ἵππου κρείττους ἐπιδειχθέντας καὶ τῶν Ἀμαληκιτῶν ὑπερσχόντας καὶ τῷ μετ᾽ αὐτοὺς ἔθνει φοβεροὺς φανέντας καὶ μετὰ ταῦτα τῆς τῶν Μαδιανιτῶν ὑπερισχύσαντας φάλαγγος, τούτους ὁμοῦ τῇ θέᾳ τῶν ἀλλοφύλων γυναικῶν καταδουλωθῆναι τῇ νόσῳ οὐδὲν ἕτερον, καθὼς εἴρηται, δείκνυσιν ἢ τὸ δύσμαχον εἶναί τινα καὶ δυσανταγώνιστον πολέμιον ἡμῶν τὴν ἡδονήν, ἣ τῶν ἀηττήτων τοῖς ὅπλοις ὁμοῦ τῷ φανῆναι κατακρατήσασα τὸ τῆς ἀτιμίας ἤγειρε κατ᾽ αὐτῶν τρόπαιον, ὑπὸ μάρτυρι τῷ φωτὶ τὴν αἰσχύνην αὐτῶν στηλιτεύσασα.

Βοσκήματα γὰρ δι᾽ ἑαυτῆς τοὺς ἀνθρώπους ἀπέδειξεν, οὓς ἡ κτηνώδης καὶ ἄλογος πρὸς τὴν ἀκολασίαν ὁρμὴ ἐκλάθεσθαι τῆς ἀνθρωπίνης ἀνέπεισε φύσεως, μηδ᾽ ἐπικρυπτομένους τὸ ἄγος, ἀλλ᾽ ἐμπομπεύοντας τῇ ἀτιμίᾳ τοῦ πάθους καὶ ἐγκαλλωπιζομένους τῷ τῆς αἰσχύνης μιάσματι, συῶν δίκην ἀναφανδὸν ἐν ταῖς ἀλλήλων ὄψεσι τῷ τῆς ἀκαθαρσίας βορβόρῳ ἐγκαλινδουμένους.

Τί οὖν τῷ διηγήματι παιδευόμεθα; Τὸ μαθόντας ἡμᾶς ὅσην ἰσχὺν πρὸς τὸ κακὸν ἡ τῆς ἡδονῆς ἔχει νόσος, ὡς ὅτι μάλιστα πόρρω τοῦ τοιούτου γειτονήματος τὸν ἑαυτῶν ἀποικίζειν βίον, ὡς ἂν μή τινα πάροδον καθ᾽ ἡμῶν λάβοι ἡ νόσος, οἷόν τι πῦρ διὰ τοῦ προσεγγισμοῦ τὴν πονηρὰν φλόγα κατεργαζόμενον. Τοῦτο γὰρ διδάσκει λέγων ἐν τῇ Σοφίᾳ Σολομὼν μὴ ἐπιψαύειν τοῦ ἄνθρακος γυμνῷ τῷ ποδὶ μηδὲ πῦρ τῷ κόλπῳ ἐναποτίθεσθαι, ὡς ἐφ᾽ ἡμῖν ὂν ἐν ἀπαθείᾳ μένειν ἕως ἂν πόρρωθεν ὦμεν τοῦ ὑπεκκαίοντος.

Εἰ δὲ κατὰ τοῦτο γενοίμεθα ὡς ἐπιψαῦσαι τῆς διακαοῦς ταύτης θερμότητος, ἐγκόλπιον τὸ πῦρ τῆς ἐπιθυμίας γενήσεται καὶ οὕτως ἐπακολουθήσει καὶ τῷ ποδὶ ἡ καῦσις καὶ ἡ διαφθορὰ τῷ κόλπῳ. Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Κύριος τῇ ἰδίᾳ φωνῇ, ὡς ἂν πόρρωθεν φυλαχθείημεν τοῦ τοιούτου κακοῦ, καθάπερ τινὰ ῥίζαν τοῦ πάθους τὴν διὰ τοῦ ἰδεῖν ἐγγινομένην ἐπιθυμίαν ἐξέτεμε, διδάσκων ὅτι ὁ τῇ ὄψει τὸ πάθος παραδεξάμενος ὁδὸν δίδωσι καθ᾽ ἑαυτοῦ τῇ νόσῳ. Τὰ γὰρ πονηρὰ τῶν παθημάτων λοιμοῦ δίκην ἐπειδὰν ἅπαξ τῶν καιρίων κατακρατήσῃ, τῷ θανάτῳ παύεται μόνῳ.