Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Πνευματική θεωρία: Η συντριβή της ειδωλολατρίας και η ανανέωση του Νόμου

Η αναγωγική θεώρηση της εξάλειψης του χρυσού μόσχου, της νέκρωσης των πονηρών λογισμών και της αποκατάστασης της θείας χάριτος διά των νέων πλακών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 14 από 18

Ὁ δὲ τοσοῦτον διαβὰς διὰ τῶν καθεξῆς θεωρηθεισῶν ἡμῖν ἀναβάσεων τὰς θεοτεύκτους πλάκας διὰ χειρὸς φέρει, αἳ θεῖον νόμον ἐν ἑαυταῖς περιέχουσιν. Ἀλλὰ συντρίβονται αὗται τῇ τραχύτητι τῆς τῶν ἡμαρτηκότων ἀντιτυπίας περιτριβεῖσαι.

Τὸ δὲ τῆς ἁμαρτίας εἶδος εἰδωλοποιΐα ἦν, ἐν ὁμοιώματι μόσχου διαγλυφέντος τοῖς εἰδωλολάτραις τοῦ ἀφιδρύματος. Ὃ παρὰ τοῦ Μωϋσέως ἐκλεανθὲν ὅλον συνανελύθη τῷ ὕδατι καὶ ποτὸν τοῖς ἐξημαρτηκόσιν ἐγένετο, ὥστε παντὶ τρόπῳ εἰς ἀφανισμὸν μεταχωρῆσαι τὴν ὕλην, τὴν τῇ ἀσεβείᾳ τῶν ἀνθρώπων ὑπερετήσασαν.

Ταῦτα μάλιστα καὶ περὶ τῶν νῦν ἐν τῷ καθ᾽ ἡμᾶς χρόνῳ γεγενημένων τότε ἡ ἱστορία προφητικῶς ἀνεφώνησε. Πᾶσα γὰρ ἡ περὶ τὰ εἴδωλα πλάνη τέλεον ἐξηφανίσθη τοῦ βίου καταποθεῖσα παρὰ τῶν εὐσεβῶν στομάτων τῶν διὰ τῆς καλῆς ὁμολογίας τὸν ἀφανισμὸν τῆς ἀσεβοῦς ὕλης ἐν ἑαυτοῖς ποιησαμένων.

Καὶ ὕδωρ γέγονεν ἀτεχνῶς παροδικόν τε καὶ ἀνυπόστατον τὰ πάλαι πεπηγότα παρὰ τοῖς εἰδωλολάτραις μυστήρια, ὕδωρ ὑπ᾽ αὐτῶν τῶν ποτε εἰδωλομανούντων στομάτων καταπινόμενον. Ὅταν γὰρ ἴδῃς τοὺς πρότερον τῇ τοιαύτῃ ὑποκύπτοντας ματαιότητι νῦν ἀναιροῦντας ἐκεῖνα καὶ ἀφανίζοντας, ἐν οἷς αὐτῶν ἦν ἡ πεποίθησις, ἆρ᾽ οὐχὶ βοᾶν σοι δοκεῖ φανερῶς ἡ ἱστορία ὅτι· καταποθήσεταί ποτε πᾶν εἴδωλον τοῖς στόμασι τῶν πρὸς τὴν εὐσέβειαν ἀπὸ τῆς ἀπάτης μετατεθέντων;

Ὁπλίζει δὲ τοὺς Λευΐτας ὁ Μωϋσῆς κατὰ τῶν ὁμοφύλων. Καὶ διαπεράσαντες τὴν παρεμβολὴν ἀπ᾽ ἄκρου πέρατος ἐπὶ τὸ ἕτερον ἄκρον ἀνεξέταστον ποιοῦνται τῶν ἐντυγχανόντων τὸν φόνον, τῇ ἀκμῇ τοῦ ξίφους τὴν κατὰ τῶν ἀναιρουμένων ἐπιτρέψαντες ψῆφον. Ἐπίσης δὲ κατὰ παντὸς τοῦ προστυγχάνοντος ἐνεργουμένου τοῦ φόνου, ὁ διακρίνων ἐν τοῖς ἀναιρουμένοις τὸν φόνον οὐκ ἦν τὸν ἔχθρον ἢ τὸν φίλον, τὸν ξένον ἢ τὸν οἰκεῖον, τὸ συγγενὲς ἢ τὸ ἀλλότριον.

Ἀλλὰ μία τις χειρὸς ἦν ὁρμὴ κατὰ παντὸς τοῦ προσπίπτοντος ὁμοίως ἐπίσης ἐνεργουμένη. Ὁ δὲ περὶ τούτου λόγος ταύτην ἂν ἡμῖν παράσχοιτο τὴν ὠφέλειαν. Ἐπειδὴ πανδημεὶ πάντες πρὸς τὸ κακὸν συνεφρόνησαν καὶ ὥσπερ εἷς ἐγένετο τῷ λόγῳ τῆς κακίας τὸ στρατόπεδον ἅπαν, ἀδιάκριτος ἡ κατ᾽ αὐτῶν γίνεται μάστιξ. Ὡς γάρ τινα τῶν ἐπὶ κακίᾳ πεφωραμένων ὁ πληγαῖς αἰκιζόμενος ὅτιπερ ἂν τύχῃ τοῦ σώματος καταξαίνει διὰ τῆς μάστιγος, εἰδὼς ὅτι ἡ ἐπὶ μέρους ὀδύνη πρὸς τὸ πᾶν διεξέρχεται, οὕτως ὡς παντὸς ὁμοίως κολαζομένου τοῦ εἰς τὴν κακίαν συμφυέντος σώματος ἡ ἐπὶ μέρους ἐνεργουμένη μάστιξ τὸ πᾶν ἐσωφρόνισεν.

Οὐκοῦν εἴ ποτε τῆς ἴσης κακίας ἐν πολλοῖς θεωρουμένης μὴ κατὰ πάντων, ἀλλὰ κατά τινων ἐνεργήσειεν ἡ τοῦ Θεοῦ ἀγανάκτησις, νοεῖν προσήκει τὴν διὰ φιλανθρωπίας ἐνεργουμένην διόρθωσιν, οὐ πάντων μὲν τυπτομένων, πάντων δὲ ταῖς μερικαῖς πληγαῖς πρὸς τὴν τῆς κακίας ἀποστροφὴν σωφρονιζομένων.

Ἀλλὰ τοῦτο μὲν ἔτι τῶν καθ᾽ ἱστορίαν γεγραμμένων τὸ νόημα. Ἡ δὲ ἀναγωγὴ τοῦτον ἂν ἡμᾶς τὸν τρόπον ὠφελήσειεν. Ἐπειδή φησιν ἐν κοινῷ κηρύγματι πρὸς πάντας ὁ νομοθέτης ὅτι· εἴ τις πρὸς Κύριον, ἴτω πρός με, ὅπερ ἐστὶν ἡ τοῦ νόμου φωνὴ πᾶσιν ἐγκελευομένη τό· εἴ τις βούλεται τοῦ Θεοῦ φίλος εἶναι, ἐμοὶ τῷ νόμῳ φίλος γενέσθω (ὁ γὰρ τοῦ νόμου φίλος καὶ Θεοῦ φίλος ἐστὶ πάντως), καὶ τοῖς πρὸς αὐτὸν διὰ τοῦ τοιούτου κηρύγματος ἀθροισθεῖσιν ἐγκελεύεται χρήσασθαι τῷ ξίφει κατὰ τοῦ ἀδελφοῦ καὶ τοῦ φίλου καὶ τοῦ πλησίον.

Νοοῦμεν δὲ πρὸς τὸ ἀκόλουθον βλέποντες τῆς θεωρίας ὅτι πᾶς ὁ πρὸς τὸν Θεὸν καὶ τὸν νόμον βλέπων τῷ φόνῳ τῶν κακῶς ᾠκειωμένων αὐτῷ καθαρίζεται. Οὐ γὰρ πᾶς ἀδελφὸς οὐδὲ φίλος, οὐδὲ πλησίον ἐπὶ τὸ κρεῖττον παρὰ τῆς Γραφῆς ὀνομάζεται. Ἀλλ᾽ ἔστι τις καὶ ἀδελφὸς καὶ ἀλλότριος, καὶ φίλος καὶ ἐχθρός, καὶ πλησίον καὶ ἐξ ἐναντίας ἱστάμενος. Τούτους νοοῦμεν τοὺς συμφυομένους ἡμῖν λογισμούς, ὧν ἡ ζωὴ μὲν ἡμέτερον θάνατον, ὁ δὲ θάνατος αὐτῶν ἡμετέραν ζωὴν κατεργάζεται.

Συμφωνεῖ δὲ τὸ τοιοῦτο νόημα τοῖς ἤδη περὶ τὸν Ἀαρὼν ἐξετασθεῖσιν, ὅτε διὰ τῆς συντυχίας αὐτοῦ τὸν σύμμαχόν τε καὶ παραστάτην ἄγγελον ἐνοήσαμεν, τὸν τὰ σημεῖα κατὰ τῶν Αἰγυπτίων συνεργαζόμενον, προγενέστερον εἰκότως νοούμενον διὰ τὸ προκατεσκεύασθαι τῆς φύσεως ἡμῶν τὴν ἀγγελικὴν καὶ ἀσώματον φύσιν, ἀδελφὸν δὲ δῆλον διὰ τὴν συγγένειαν τοῦ νοητοῦ ἐκείνου πρὸς τὸ νοητὸν τὸ ἡμέτερον.

Τῆς οὖν ἀντιθέσεως οὔσης ὅτι πῶς ἔστι πρὸς τὸ κρεῖττον λαβεῖν τὴν τοῦ Ἀαρὼν συντυχίαν ὃς ὑπηρέτης τοῖς Ἰσραηλίταις τῆς εἰδωλοποιΐας ἐγένετο, κἀκεῖ μετρίως παρεδήλου τὴν τῆς ἀδελφότητος ὁμωνυμίαν ὁ λόγος, ὡς οὐχὶ πάντοτε τοῦ αὐτοῦ σημαινομένου ἀπὸ τῆς αὐτῆς φωνῆς, ὅταν ἐπὶ τῶν ἐναντίων νοημάτων τὸ αὐτὸ λαμβάνηται ὄνομα.

Ἀλλ᾽ ἕτερος μὲν ἀδελφὸς ὁ καθαιρῶν τὸν Αἰγύπτιον τύραννον, ἄλλος δὲ πάλιν ὁ ἀποτυπῶν τοῖς Ἰσραηλίταις τὸ εἴδωλον, κἂν ἓν ᾖ ἐπ᾽ ἀμφοτέρων τὸ ὄνομα. Κατὰ τῶν τοιούτων οὖν ἀδελφῶν ἀπογυμνοῖ ὁ Μωϋσῆς τὸ ξίφος. Περὶ ὧν γὰρ ἄλλοις διακελεύεται, καὶ ἑαυτῷ δηλαδὴ νομοθετεῖ τὸ ἴσον.

Ἀναίρεσις δέ ἐστι τοῦ τοιούτου ἀδελφοῦ ὁ τῆς ἁμαρτίας ἀφανισμός. Πᾶς γὰρ ὁ τὸ διὰ τῆς συμβουλῆς τοῦ ἀντικειμένου ἐνιδρυνθέν τι κακὸν ἀφανίσας ἐκεῖνον ἀπέκτεινεν ἐν ἑαυτῷ τόν ποτε διὰ τῆς ἁμαρτίας ζῶντα.

Μᾶλλον δ᾽ ἂν ἡμῖν τὸ περὶ τούτου κρατυνθείη δόγμα, εἴ τινα καὶ ἄλλα τῆς ἱστορίας πρὸς τὴν θεωρίαν ταύτην συμπαραλάβοιμεν. Εἴρηται γὰρ ὅτι προστάγματι γίνεται τοῦ Ἀαρὼν ἐκείνου τὸ δεῖν αὐτοὺς περιελέσθαι ἀφ᾽ ἑαυτῶν τὰ ἐνώτια. Καὶ ἡ τούτων περιαίρεσις ὕλη τῷ εἰδώλῳ ἐγένετο.

Τί οὖν φαμεν; Ὅτι Μωϋσῆς μὲν ἐν τῷ ἐνωτίῳ κόσμῳ, ὅς ἐστι ὁ νόμος, τὴν τῶν Ἰσραηλιτῶν ἀκοὴν κατεκόσμησεν, ὁ δὲ ψευδώνυμος ἀδελφὸς διὰ τῆς παρακοῆς περιαιρεῖ τὸν ἐντεθέντα τῇ ἀκοῇ κόσμον καὶ ποιεῖ δι᾽ αὐτοῦ εἴδωλον.

Καὶ παρὰ τὴν πρώτην τῆς ἁμαρτίας εἴσοδον ἐνωτίου τινὸς ὑφαίρεσις ἦν ἡ τοῦ παρακοῦσαι τῆς ἐντολῆς συμβουλή, δι᾽ ἧς ἐνομίσθη φίλος καὶ πλησίον τοῖς πρωτοπλάστοις ὁ ὄφις, ὥς τι χρήσιμον καὶ ἀγαθὸν τὸ ἀποστῆναι τοῦ θείου προστάγματος συμβουλεύων, τοῦτό ἐστι τὸ περιελέσθαι τῆς ἀκοῆς τὸ τῆς ἐντολῆς ἐνώτιον. Οὐκοῦν ὁ τῶν τοιούτων ἀδελφῶν τε καὶ φίλων καὶ πλησίον φονεὺς ἀκούσεται παρὰ τοῦ νόμου τῆς φωνῆς ἐκείνης ἥν φησιν ἡ ἱστορία παρὰ τοῦ Μωϋσέως γεγενῆσθαι τοῖς τοὺς τοιούτους φονοκτονήσασιν· ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον τῷ Κυρίῳ ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ δοθῆναι ἐφ᾽ ὑμᾶς εὐλογίαν.

Δοκεῖ δὲ κατὰ καιρὸν καὶ ἡ μνήμη τῶν τὴν ἁμαρτίαν παραδεξαμένων ἐπεισεληλυθέναι τῷ λόγῳ, ὥστε μαθεῖν πῶς τὰς θεοτεύκτους πλάκας ἐν αἷς ὁ θεῖος νόμος ἐνεκεχάρακτο εἰς τὴν γῆν ἐκ τῶν τοῦ Μωϋσέως χειρῶν πεσούσας καὶ τῇ ἀντιτυπίᾳ τοῦ ὑποκειμένου συντριβείσας πάλιν ὁ Μωϋσῆς ἀνακομίζεται, οὐκέτι διόλου τὰς αὐτάς, ἀλλὰ μόνον τὸ ἐπ᾽ αὐτῶν γράμμα. Ἐκ γὰρ τῆς κάτω ὕλης λαβὼν τὰς πλάκας ὑποτίθησι τῇ δυνάμει τοῦ τὸν νόμον αὐταῖς ἐγχαράσσοντος.

Καὶ οὕτως ἀνακαλεῖται τὴν χάριν, φέρων ἐν ταῖς λιθίναις δέλτοις τὸν νόμον, αὐτοῦ τοῦ Θεοῦ τῷ λίθῳ τὰς φωνὰς ἐντυπώσαντος. Ταχὰ γὰρ ἔστι διὰ τούτων ὁδηγηθέντας τῆς θείας ὑπὲρ ἡμῶν προμηθείας ἐν περινοίᾳ γενέσθαι. Εἰ γὰρ ἀληθεύει ὁ θεῖος Ἀπόστολος καρδίας ὀνομάζων τὰς πλάκας, τουτέστι τὸ ἡγεμονικὸν τῆς ψυχῆς, ἀληθεύει δὲ πάντως ὁ διὰ τοῦ Πνεύματος τὰ βάθη τοῦ Θεοῦ διερευνώμενος, ἔστιν ἐκ τούτου δι᾽ ἀκολούθου μαθεῖν ὅτι ἀσύντριπτος ἦν τὸ κατ᾽ ἀρχὰς καὶ ἀθάνατος ἡ ἀνθρωπίνη φύσις, ταῖς θείαις χερσὶ κατεσκευασμένη καὶ τοῖς ἀγράφοις τοῦ νόμου κεκαλλωπισμένη χαράγμασι, φυσικῶς ἡμῖν ἐγκειμένου τοῦ κατὰ νόμον βουλήματος ἐν τῇ ἀποστροφῇ τοῦ κακοῦ καὶ ἐν τῇ τοῦ Θείου τιμῇ.

Ἐπεὶ δὲ προσέπεσε τῆς ἁμαρτίας ὁ ἦχος, ὃν ἡ πρώτη Γραφὴ φωνὴν ὄφεως ὀνομάζει, ἡ δὲ κατὰ τὰς πλάκας ἱστορία φωνὴν ἐξ οἴνου ἀρχόντων, τότε εἰς γῆν πεσοῦσα συνετρίβη. Ἀλλὰ πάλιν ὁ ἀληθινὸς νομοθέτης, οὗ τύπος ἦν ὁ Μωϋσῆς, ἐκ τῆς γῆς ἡμῶν ἑαυτῷ τὰς τῆς φύσεως πλάκας ἐλάξευσεν. Οὐ γὰρ γάμος αὐτῷ τὴν θεοδόχον ἐδημιούργησε σάρκα, ἀλλ᾽ αὐτὸς τῆς ἰδίας σαρκὸς γίνεται λατόμος τῆς τῷ θείῳ δακτύλῳ καταγραφείσης. Πνεῦμα γὰρ ἅγιον ἦλθεν ἐπὶ τὴν Παρθένον καὶ ἡ τοῦ Ὑψίστου ἐπεσκίασε δύναμις. Ἐπεὶ δὲ τοῦτο ἐγένετο, πάλιν τὸ ἀσύντριπτον ἔσχεν ἡ φύσις, ἀθάνατος γενομένη τοῖς τοῦ δακτύλου χαράγμασι. Δάκτυλος δὲ πολλαχῇ παρὰ τῆς Γραφῆς ὀνομάζεται τὸ Πνεῦμα τὸ ἅγιον.

Καὶ οὕτω γίνεται τοῦ Μωϋσέως ἡ ἐπὶ τὸ ἐνδοξότερον μεταποίησις τοιαύτη τε καὶ τοσαύτη ὡς ἀχώρητον εἶναι τῷ κάτω ὀφθαλμῷ τὴν τῆς δόξης ἐκείνης ἐμφάνειαν. Πάντως δὲ ὁ πεπαιδευμένος τὸ θεῖον τῆς πίστεως ἡμῶν μυστήριον οὐκ ἀγνοεῖ πῶς συμβαίνει τῇ ἱστορίᾳ ἡ κατ᾽ ἀναγωγὴν θεωρία. Ὁ γὰρ διορθωτὴς τῆς συντετριμμένης ἡμῶν φύσεως (νοεῖς δὲ πάντως διὰ τῶν λεγομένων ἐκεῖνον τὸν τὰ συντρίμματα ἡμῶν θεραπεύσαντα), ἐπειδὴ πάλιν εἰς τὸ ἀρχαῖον ἐπανήγαγε κάλλος τὴν συντετριμμένην τῆς φύσεως ἡμῶν πλάκα, τῷ θείῳ δακτύλῳ, καθὼς εἴρηται, καλλωπισθεῖσαν, οὐκέτι χωρητὸς ταῖς ὄψεσι τῶν ἀναξίων γίνεται, τῷ ὑπερβάλλοντι τῆς δοξῆς ἀπροσπέλαστος τοῖς πρὸς αὐτὸν ὁρῶσι γινόμενος.

Ἀληθῶς γάρ, ὅταν ἔλθῃ, καθώς φησι τὸ Εὐαγγέλιον, ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ᾽ αὐτοῦ, μόγις μὲν τοῖς δικαίοις χωρητὸς γίνεται καὶ καταφανής. Ὁ δὲ ἀσεβὴς καὶ ἰουδαΐζων τὴν αἵρεσιν, καθὼς Ἠσαΐας λέγει, ἀμέτοχος ἐκείνου τοῦ θεάματος μένει· ἀρθήτω γὰρ ὁ ἀσεβής, φησίν, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.