Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Πνευματική θεωρία: Η γέννηση της αρετής και η ορθή χρήση της θύραθεν παιδείας

Μετάβαση στο θεωρητικό μέρος του έργου, με αλληγορική ανάλυση της γέννησης του νοητού άρρενος, της προστασίας από την Εκκλησία και του πνευματικού αγώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 18

Ταῦτα μὲν οὖν, ὅσα ἐκ τῆς προχείρου τοῦ ἀνδρὸς ἱστορίας ἐμάθομεν, ἐν ἐπιδρομῇ σοι διηγησάμεθα, εἰ καί πως ἡ ὑπόθεσίς ἐστιν ἐν οἷς τὸν λόγον ἀναγκαίως ἐπλάτυνε. Καιρὸς δ᾽ ἂν εἴη πρὸς τὸν προκείμενον ἡμῖν τοῦ λόγου σκοπὸν ἐφαρμόσαι τὸν μνημονευθέντα βίον, ὡς ἄν τις γένοιτο ἡμῖν ἐκ τῶν προειρημένων πρὸς τὸν κατ᾽ ἀρετὴν βίον συνεισφορά. Ἀναλάβωμεν τοίνυν τὴν ἀρχὴν τοῦ περὶ αὐτοῦ διηγήματος.

ΘΕΩΡΙΑ ΕΙΣ ΤΟΝ ΤΟΥ ΜΩΥΣΕΩΣ ΒΙΟΝ Ὅτε καταφθείρεσθαι τὸ ἄρρεν ὁ τυραννικὸς διεκελεύετο νόμος, τότε γεννᾶται ὁ Μωϋσῆς. Πῶς οὖν τὴν συντυχικὴν τοῦ ἀνδρὸς γέννησιν ἐκ προαιρέσεως ἡμεῖς μιμησόμεθα; Οὐ γὰρ δὴ καὶ τοῦτο τῶν ἐφ᾽ ἡμῖν εἶναι, πάντως ἐρεῖ τις, ὥστε μιμήσασθαί τινα τῇ καθ᾽ ἑαυτὸν γεννήσει τὸν εὐδόκιμον τόκον. Ἀλλ᾽ οὐδὲν χαλεπὸν ἐκ τοῦ δοκοῦντος δυσχερεστέρου τῆς μιμήσεως ἄρξασθαι.

Τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶν τὸ ἐν ἀλλοιώσει κείμενον οὐδέποτε αὐτὸ ἐφ᾽ ἑαυτοῦ μένει, ἀλλ᾽ ἕτερον ἐξ ἑτέρου γίνεται πάντοτε, πρὸς τὸ κρεῖττον ἢ πρὸς τὸ χεῖρον ἀεὶ τῆς ἀλλοιώσεως ἐνεργουμένης; Νοείσθω δὲ καθ᾽ ὑπόθεσιν. Ἡ μὲν γὰρ ὑλική τε καὶ ἐμπαθεστέρα διάθεσις, πρὸς ἣν ἡ ἀνθρωπίνη φύσις κατολισθαίνουσα φέρεται, τὸ θῆλυ τῆς ζωῆς, ὃ τῷ τυράννῳ φίλον ἐστὶ ζωογονούμενον· τὸ δὲ κατεσκληκός τε καὶ σύντονον τῆς ἀρετῆς ὁ ἀνδρώδης τόκος, ὁ πολέμιος τῷ τυράννῳ καὶ πρὸς ἐπανάστασιν τῆς ἀρχῆς αὐτοῦ ὕποπτος.

Δεῖ οὖν τὸ ἀλλοιούμενον πάντως που ἀεὶ γεννᾶσθαι. Οὐ γὰρ ἄν τι τῶν πάντοτε ὡσαύτως ἐχόντων ἐν τῇ τρεπτῇ φύσει θεωρηθείη. Τὸ δὲ οὕτω γεννᾶσθαι οὐκ ἐξ ἀλλοτρίας ἐστὶν ὁρμῆς, καθ᾽ ὁμοιότητα τῶν σωματικῶς τὸ συμβὰν ἀπογεννώντων, ἀλλ᾽ ἐκ προαιρέσεως ὁ τοιοῦτος γίνεται τόκος. Καὶ ἔσμεν ἑαυτῶν τρόπον τινὰ πατέρες, ἑαυτοὺς οἵους ἂν ἐθέλωμεν τίκτοντες καὶ ἀπὸ τῆς ἰδίας προαιρέσεως εἰς ὅπερ ἂν ἐθέλωμεν εἶδος, ἢ ἄρρεν ἢ θῆλυ, τῷ τῆς ἀρετῆς ἢ κακίας λόγῳ διαπλασσόμενοι.

Ἔξεστι καὶ ἡμῖν πάντως, ἄκοντος τοῦ τυράννου καὶ λυπουμένου, ἐπὶ τῇ ἀστειοτέρᾳ γεννήσει παρελθεῖν τε εἰς φῶς καὶ τοῖς γονεῦσι τοῦ καλοῦ τούτου κυήματος (λογισμοὶ δ᾽ ἂν εἶεν οὗτοι οἱ τῆς ἀρετῆς γινόμενοι πατέρες) ὀφθῆναί τε μεθ᾽ ἡδονῆς καὶ ζωογονηθῆναι, κἂν ὑπεναντίον ᾖ τῷ τοῦ τυράννου φρονήματι.

Οὐκοῦν, ὡς ἄν τις ἐκ τῆς ἱστορίας τὰς ἀφορμὰς λαβὼν ἐπὶ τὸ γυμνότερον διακαλύπτοι τὸ αἴνιγμα, τοῦτο διδάσκει ὁ λόγος ἀρχὴν τοῦ κατ᾽ ἀρετὴν ποιεῖσθαι βίου τὸ ἐπὶ λύπῃ τοῦ ἐχθροῦ γεννηθῆναι, ἐν τῷ τοιούτῳ φημὶ τῆς γεννήσεως εἴδει, ἧς ἡ προαίρεσις τὴν ὠδῖνα μαιεύεται. Οὐ γὰρ ἄν τις λυπήσειε τὸν ἀντίπαλον μὴ τοιαῦτα δεικνὺς ἐφ᾽ ἑαυτοῦ τὰ γνωρίσματα, οἷα τῆς κατ᾽ ἐκείνου νίκης τεκμήρια γίνεσθαι.

Τῆς δὲ αὐτῆς προαιρέσεως πάντως ἐστὶ γεννῆσαί τε τὸ ἀνδρεῖον τοῦτο καὶ ἐνάρετον γέννημα καὶ ταῖς καθηκούσαις τροφαῖς τιθηνήσασθαι καὶ ὅπως ἂν ἐκ τοῦ ὕδατος διασωθείη ἀπαθῶς προνοήσασθαι. Οἱ μὲν γὰρ τῷ τυράννῳ τοὺς τόκους αὐτῶν χαριζόμενοι, γυμνά τε καὶ ἀπρονόητα τῷ ῥείθρῳ τὰ τέκνα διαδιδόασιν. Ῥεῖθρον δὲ τὸν βίον φημὶ τὸν τοῖς ἐπαλλήλοις πάθεσι κυματούμενον, ὑφ᾽ ὧν τὸ ἐν τῷ ῥείθρῳ γινόμενον ὑποβρύχιον καταδύεταί τε καὶ καταπνίγεται.

Οἱ δὲ σώφρωνές τε καὶ προνοητικοὶ λογισμοί, οἱ τῆς ἀνδρείας γονῆς πατέρες, ὅταν κατάγειν πρὸς τὰ τῆς ζωῆς ταυτῆς κύματα τὸ ἀγαθὸν ἔκγονον ἡ τοῦ βίου ἀνάγκη βιάσηται, κιβωτῷ πρὸς τὸ μὴ γενέσθαι βύθιον τὸν τῷ ῥείθρῳ δοθέντα κατασφαλίζονται. Κιβωτὸς δ᾽ ἂν εἴη ἐκ διαφόρων σανίδων συμπεπηγυῖα ἡ ἐκ ποικίλων μαθημάτων συμπηγνυμένη παίδευσις, ἡ ἄνω τῶν κυμάτων τὸν δι᾽ αὐτῆς ἐπιφερόμενον τοῦ βίου ἀνέχουσα, ἧς ὑπαρχούσης, οὐδὲ ἐπὶ πολὺ τῷ σάλῳ τῶν ὑδάτων ἐμπλανηθήσεται ταῖς τῶν κυμάτων ὁρμαῖς συμπεριφερόμενος, ἀλλ᾽ ἐπὶ τοῦ σταθεροῦ τῆς ὄχθης, τουτέστιν ἔξω τοῦ βιωτικοῦ σάλου γενόμενος, αὐτομάτως ὑπὸ τῆς φορᾶς τῶν ὑδάτων πρὸς τὸ σταθερὸν ἀπωσθήσεται, ὃ δὴ καὶ τῇ πείρᾳ μανθάνομεν, ὅτι τοὺς μὴ συνδιαβαπτιζομένους ἔτι ταῖς ἀνθρωπίναις ἀπάταις αὐτῶν τῶν πραγμάτων ἡ ἄστατός τε καὶ πεφορημένη κίνησις ἀφ᾽ ἑαυτῆς ἀπωθεῖται, ὥσπερ τι βάρος μάταιον τοὺς διὰ τῆς ἀρετῆς ἐνοχλοῦντας λογιζομένη. Ὁ δὲ τῶν τοιούτων ἔξω γενόμενος μιμείσθω τὸν Μωϋσέα καὶ μὴ φειδέσθω τῶν δακρύων, κἂν ἐν κιβωτῷ κατησφαλισμένος τύχῃ.

Ἀσφαλὴς γὰρ φύλαξ τῶν διὰ τῆς ἀρετῆς σωζομένων τὸ δάκρυον. Εἰ δὲ ἡ ἄγονός τε καὶ στεῖρα βασιλέως οὖσα θυγάτηρ (ἣν οἶμαι τὴν ἔξωθεν κυρίως νοεῖσθαι φιλοσοφίαν) ὑποβαλλομένη τὸν νέον μήτηρ τοῦ τοιούτου κληθῆναι κατασκευάσειεν, ἕως τότε συγχωρεῖ ὁ λόγος μὴ ἀπωθεῖσθαι τὴν τῆς ψευδωνύμου μητρὸς οἰκειότητα, ἕως ἄν τις τὸ ἀτελὲς τῆς ἡλικίας ἐν ἑαυτῷ βλέπῃ. Ὁ δὲ πρὸς ὕψος ἤδη ἀναδραμών, ὡς περὶ τοῦ Μωϋσέως ἐμάθομεν, αἰσχύνην ἡγήσεται τῆς κατὰ φύσιν ἀγόνου παῖς ὀνομάζεσθαι.

Ἄγονος γὰρ ὡς ἀληθῶς ἡ ἔξωθεν παίδευσις ἀεὶ ὠδίνουσα καὶ μηδέποτε ζωογονοῦσα τῷ τόκῳ. Τίνα γὰρ ἔδειξε καρπὸν τῶν μακρῶν ὠδίνων ἡ φιλοσοφία, τῶν τοσούτων τε καὶ τοιούτων ἄξιον πόνων; Οὐ πάντες ὑπηνέμιοί τε καὶ ἀτελεσφόρητοι, πρὶν εἰς τὸ φῶς ἐλθεῖν τῆς θεογνωσίας, ἀμβλίσκονται, δυνάμενοι ἴσως γενέσθαι ἄνθρωποι, εἰ μὴ διόλου τοῖς κόλποις τῆς ἀγόνου σοφίας ἐνεκαλύπτοντο;

Οὐκοῦν τοσοῦτόν τις τῇ τῶν Αἰγυπτίων βασιλίδι συζήσας, ὅσον μὴ δοκεῖν ἄμοιρος εἶναι τῶν παρ᾽ ἐκείνοις σεμνῶν, ἀναδραμείτω πρὸς τὴν κατὰ φύσιν μητέρα, ἧς οὐδὲ παρὰ τῇ βασιλίδι τρεφόμενος ἀπεσχίσθη, τῷ μητρῴῳ γάλακτι, καθὼς ἡ ἱστορία φησί, τιθηνούμενος, ὅπερ μοι δοκεῖ διδάσκειν, εἰ τοῖς ἔξωθεν λόγοις καθομιλοίημεν ἐν τῷ καιρῷ τῆς παιδεύσεως, μὴ χωρίζεσθαι τοῦ ὑποτρέφοντος ἡμᾶς τῆς Ἐκκλησίας γάλακτος.

Τοῦτο δ᾽ ἂν εἴη τὰ νόμιμά τε καὶ τὰ ἔθη τῆς Ἐκκλησίας, οἷς τρέφεται ἡ ψυχὴ καὶ ἀδρύνεται, ἐντεῦθεν τῆς εἰς ὕψος ἀναδρομῆς τὰς ἀφορμὰς ποιουμένη. Ἀληθὴς δὲ ὁ λόγος ὅτι δύο πολεμίων μέσος γενήσεται ὁ πρὸς τὰ ἔξωθεν δόγματα καὶ τὰ πάτρια βλέπων. Ἀνθίσταται γὰρ ὁ κατὰ τὴν θρησκείαν ἀλλόφυλος τῷ Ἑβραίῳ λόγῳ, ἰσχυρότερος φανῆναι τοῦ Ἰσραηλιτικοῦ φιλονεικῶν. Καὶ πολλοῖς γε τῶν ἐπιπολαιοτέρων τοιοῦτος ἔδοξεν, οἳ καταλιπόντες τὴν πατρῴαν πίστιν τῷ ἐχθρῷ συνεμάχησαν, παραβάται τῆς πατρίου διδασκαλίας γενόμενοι. Ὁ μέντοι κατὰ τὸν Μωϋσέα μέγας τε καὶ γενναῖος τὴν ψυχὴν νεκρὸν ἀποδείκνυσι τῇ παρ᾽ ἑαυτοῦ πληγῇ τὸν τῷ λόγῳ τῆς εὐσεβείας ἀντεγειρόμενον.

Καὶ ἄλλως δ᾽ ἄν τις εὕροι τὴν τοιαύτην ἐν ἡμῖν μάχην. Μέσος γὰρ ὁ ἄνθρωπος οἷόν τι ἔπαθλον ἀγῶνος τοῖς ἐκ τοῦ ἐναντίου μεταποιουμένοις πρόκειται· καὶ ᾧπερ ἂν προστεθῇ, τοῦτον νικητὴν τοῦ ἐναντίου ποιεῖ· οἷον εἰδωλολατρεία καὶ θεοσέβεια, ἀκολασία καὶ σωφροσύνη, δικαιοσύνη καὶ ἀδικία, τύφος καὶ μετριότης, καὶ πάντα τὰ ἐξ ἀντιθέτου νοούμενα Αἰγυπτίου τινὸς ἄντικρύς ἐστι πρὸς Ἑβραῖον μάχη· παιδεύει τοίνυν ἡμᾶς ὁ Μωϋσῆς τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι συνίστασθαι μὲν ὡς ὁμοφύλῳ τῇ ἀρετῇ, ἀναιρεῖν δὲ τὸν ἐκ τοῦ ἐναντίου τῇ ἀρετῇ ἐπεμβαίνοντα.

Τῷ ὄντι γὰρ ἡ τῆς εὐσεβείας ἐπικράτησις θάνατος καὶ φθορὰ τῆς εἰδωλολατρείας γίνεται. Οὕτω καὶ διὰ τῆς δικαιοσύνης ἀναιρεῖται ἡ ἀδικία καὶ τῇ μετριότητι ὁ τύφος καταφονεύεται. Ἀλλὰ καὶ ἡ τῶν ἐμφυλίων πρὸς ἀλλήλους στάσις καὶ ἐν ἡμῖν γίνεται. Οὐ γὰρ ἂν αἱ τῶν πονηρῶν αἱρέσεων δογματοποιΐαι χώραν ἔσχον, μὴ εἰς ἀντίπαλον τάξιν τῶν πεπλανημένων λογισμῶν τοῖς ἀληθεστέροις ἀντιβαινόντων. Ἐὰν οὖν ἀσθενέστεροι ὦμεν ἢ ὥστε δι᾽ ἑαυτῶν δοῦναι τῷ δικαίῳ τὸ κράτος, ὑπερισχύοντος διὰ τῶν ἐπιχειρημάτων τοῦ χείρονος καὶ τὴν ἀρχὴν τῆς ἀληθείας ἀπωθουμένου, φευκτέον ἐντεῦθεν ὡς τάχιστα καθ᾽ ὁμοιότητα τοῦ ἱστορικοῦ ὑποδείγματος, πρὸς μείζονά τε καὶ ὑψηλοτέραν τῶν μυστηρίων διδασκαλίαν.

Κἂν ἀλλοφύλῳ πάλιν συνοικῆσαι δέῃ, τουτέστι κἂν τῇ ἔξω συγγενέσθαι σοφίᾳ καταναγκάζῃ ἡ χρεία, καὶ τοῦτο ἑλώμεθα τοὺς πονηροὺς ποιμένας τῆς ἀδίκου τῶν φρεάτων χρήσεως ἀποσκεδάσαντες, ὅπερ ἐστὶ τοὺς τῶν κακῶν διδασκάλους ἐπὶ τῇ πονηρᾷ χρήσει τῆς παιδεύσεως διελέγξαντες.