Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον τοῦ Γρηγορίου τοῦ Θαυματουργοῦ

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και μεθοδολογικές αρχές του εγκωμίου

Ο συγγραφέας εκθέτει τον σκοπό του λόγου, απορρίπτει τα κοσμικά πρότυπα των ρητορικών εγκωμίων και αιτιολογεί την παράλειψη λεπτομερειών για την καταγωγή του αγίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 9

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ. Ὁ μὲν σκοπὸς εἷς ἐστι τοῦ τε ἡμετέρου λόγου, καὶ τοῦ παρόντος ἡμῶν συλλόγου. Γρηγόριος γὰρ ὁ Μέγας, ὑμῖν τε τῆς συνόδου, κἀμοὶ τῆς διαλέξεως ὑπόθεσις πρόκειται. Ἐγὼ δὲ τῆς αὐτῆς οἶμαι χρῆναι δυνάμεως, ἔργῳ τε κατορθῶσαι τὴν ἀρετὴν, καὶ λόγῳ κατ᾽ ἀξίαν τὰ καλὰ διηγήσασθαι. Ὥστε ταύτην ἐπικλητέον ἂν εἴη τὴν συμμαχίαν, δι᾽ ἧς ἐν τῷ βίῳ τὴν ἀρετὴν ἐκεῖνος κατώρθωσεν. Ἔστι δὲ αὕτη, κατά γε τὸν ἐμὸν λόγον, ἡ τοῦ Πνεύματος χάρις, ἡ καὶ πρὸς τὸν βίον καὶ πρὸς τὸν λόγον τοὺς περὶ ἑκάτερον τούτων ἐσπουδακότας δι᾽ ἑαυτῆς ἐνισχύουσα. Ἐπεὶ οὖν ὁ λαμπρὸς ἐκεῖνος καὶ περίβλεπτος βίος τῇ δυνάμει κατωρθώθη τοῦ Πνεύματος· εὐχῆς ἔργον ἐστὶ, τοσαύτην ἐλθεῖν ἐπὶ τὸν λόγον βοήθειαν, ὅση γέγονε παρὰ τὸν βίον ἐκείνῳ, ὡς μὴ κατόπιν εὑρεθῆναι τῆς ἀξίας τῶν κατορθωμάτων τὸν ἔπαινον, ἀλλὰ τοιοῦτον ἐπιδειχθῆναι τοῖς παροῦσι διὰ τῆς μνήμης τὸν ἄνδρα, οἷος ἦν τοῖς κατ᾽ ἐκεῖνον τὸν χρόνον αὐτὸς ἐκεῖνος ἐπὶ τῶν ἔργων ὁρώμενος.

Εἰ μὲν οὖν ἀκερδὴς ἦν ἡ μνήμη τῶν κατ᾽ ἀρετὴν προεχόντων, καὶ μηδεμία πρὸς τὸ καλὸν ἐγένετο συνεισφορὰ τοῖς ἀκούουσιν, περιττὸν ἴσως ἂν ἦν καὶ ἀνόνητον ἐπὶ μηδενὶ χρησίμῳ προσάγειν εἰς εὐφημίαν τὸν λόγον, αὐτόν τε διεξιόντα μάτην, καὶ τὴν ἀκοὴν ἀργῶς ἀποκναίοντα· ἐπειδὴ δὲ ἡ τοιαύτη τοῦ λόγου χάρις, εἰ προσηκόντως γένοιτο, κοινὸν ἔσται τῶν ἀκουόντων τὸ κέρδος, καθάπερ ὁ πυρσὸς τοῖς ἐκ θαλάσσης προσπλέουσιν ἐφ᾽ ἑαυτὸν εὐθύνων τοὺς ἐν τῷ ζόφῳ πλανωμένους κατὰ τὸ πέλαγος· ἴσης οἶμαι δεῖν πρὸς τοῦτο τῆς σπουδῆς ἑκατέροις, ὑμῖν τε πρὸς τὴν ἀκρόασιν, καὶ πρὸς τὸν λόγον ἐμοί. Δῆλον γὰρ, ὅτι πυρσοῦ δίκην διὰ τῆς μνήμης ἐκλάμψας ταῖς ψυχαῖς ἡμῶν ὁ κατ᾽ ἀρετὴν αὐτοῦ βίος, ὁδὸς πρὸς τὸ ἀγαθὸν τῷ τε διεξιόντι καὶ τοῖς ἀκούουσι γίνεται. Πεφύκαμεν γάρ πως οἱ ἄνθρωποι πρὸς ἅπαν τὸ ἐπαινετόν τε καὶ τίμιον οἰκείως ἐθέλειν ἔχειν, καὶ ἐν ἐπιθυμίᾳ τῆς κτήσεως γίνεσθαι.

Ἡ μὲν οὖν ὑπόθεσις τῶν λόγων τοσαύτη· ἐμοὶ δὲ πανταχόθεν ἀκίνδυνόν ἐστι κατατολμῶντι τῆς ὑποθέσεως, εἴτε συνεπαρθῆναι τῷ μεγέθει τῶν πραγμάτων ὁ λόγος ἰσχύσειεν, εἴτε καὶ μή. Ἴσος γὰρ ἔσται καθ᾽ ἑκάτερον τῷ ἐγκωμιαζομένῳ ὁ ἔπαινος. Εἰ μὲν γὰρ ἐφίκοιτο τῶν θαυμάτων ὁ λόγος, ἐκπλήξει τὴν ἀκοὴν πάντως τοῖς κατορθώμασιν· εἰ δὲ κατόπιν τοῦ μεγέθους ἔλθοι, καὶ οὕτως ἡ δόξα τοῦ ἐγκωμιαζομένου λαμπρύνεται. Ἀρίστη γὰρ ἀνδρὸς εὐφημία, τὸ ἐπιδειχθῆναι τῆς δυνάμεως τῶν εὐφημούντων ἀμείνονα.

Μηδεὶς δὲ τῶν τῇ θείᾳ σοφίᾳ πεπαιδευμένων κατὰ τὴν τῶν ἔξω συνήθειαν ταῖς τεχνικαῖς τῶν ἐγκωμίων ἐφόδοις ἐπαινεῖσθαι ζητείτω τὸν πνευματικῶς ἐπαινούμενον. Οὐ γὰρ ἀπὸ τῶν ὁμοίων ἡμῖν τε καὶ τοῖς ἄλλοις ἡ τοῦ καλοῦ κρίσις ἐστίν· οὔτε τὰς αὐτὰς περὶ τῶν αὐτῶν ὑπολήψεις εὕροι τις ἂν, τοῖς τε κατὰ τὸν κόσμον ζῶσιν, καὶ τοῖς ὑπερανεστηκόσι τοῦ κόσμου.

Τοῖς μὲν γὰρ μέγα τι δοκεῖ καὶ σπουδῆς ἄξιον εἶναι πλοῦτος, καὶ γένος, καὶ δόξα, καὶ κοσμικαὶ δυναστεῖαι, καὶ μῦθοι τὰς πατρίδας οἰκίζοντες, καὶ τὰ φευκτὰ τοῖς γε νοῦν ἔχουσι διηγήματα, τρόπαια, καὶ μάχαι, καὶ τὰ ἐκ πολέμων κακά· τῷ δὲ καθ᾽ ἡμᾶς λόγῳ μία τετίμηται πατρὶς, ὁ παράδεισος, ἡ πρώτη τοῦ γένους τῶν ἀνθρώπων ἑστία· μία πόλις, ἡ ἐπουράνιος, ἡ διὰ τῶν ζώντων λίθων συνῳκισμένη, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός· μία γένους σεμνότης, ἡ πρὸς τὸν Θεὸν ἀγχιστεία· οὐ κατὰ τὸ αὐτόματόν τινι γινομένη, κατὰ τὴν ἐν τῷ κόσμῳ εὐγένειαν, ἣ καὶ ἐπὶ τοὺς φαύλους πολλάκις διὰ τῆς αὐτομάτου ταύτης ἀκολουθίας ῥέουσα φέρεται, ἀλλ᾽ ἣν οὐκ ἔστιν ἄλλως, ἢ ἐκ προαιρέσεως κτήσασθαι. Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν ἡ θεία φωνὴ, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Τῆς δὲ τοιαύτης εὐγενείας τί ἂν σεμνότερον γένοιτο; Πάτρια δὲ τοῖς μὲν ἄλλοις ἅπασι, μῦθοι καὶ πλάσματα, καὶ δαιμόνων ἀπάται συναναμεμιγμέναι τοῖς μυθικοῖς διηγήμασιν· τὰ δὲ ἡμέτερα πάτρια, τῶν διηγουμένων οὐκ ἐπιδέεται.

Εἰς γὰρ τὸν οὐρανόν τις ἰδὼν, καὶ τὰ ἐν αὐτῷ κάλλη, καὶ πᾶσαν τὴν κτίσιν τῷ τῆς ψυχῆς ὀφθαλμῷ κατανοήσας, ὅσαπερ ἂν ἐν τούτοις θαύματα καταλαβεῖν ἐξισχύσῃ, ταῦτα τῆς ἡμετέρας πατρίδος εὑρήσει τὰ διηγήματα· μᾶλλον δὲ οὐκ αὐτῆς τῆς πατρίδος, ἀλλὰ τῆς ἀποικίας, ἣν ἀπὸ τῆς ὑψηλοτέρας ζωῆς ἀποικισθέντες τὸν παρόντα κατειλήφαμεν κόσμον. Εἰ δὲ ἡ ἀποικία τοιαύτη, λογίσασθαι χρὴ τίς ἡ τῆς ἀποικίας μητρόπολις, τί τὸ ἐν ἐκείνῃ κάλλος, οἷα ἐν αὐτῇ τὰ βασίλεια, τίς ἡ μακαριότης τῶν ἐκείνην εἰληφότων τὴν οἴκησιν.

Εἰ γὰρ τὰ φαινόμενα κατὰ τὴν κτίσιν τοιαῦτα, ὡς ὑπὲρ ἔπαινον εἶναι· τί χρὴ τὸ ὑπὲρ τοῦτο λογίσασθαι, ὃ μήτε ὀφθαλμῷ λαβεῖν δυνατόν ἐστι, μήτε χωρῆσαι τῇ ἀκοῇ, μήτε διανοίᾳ στοχάσασθαι; Διὰ ταύτης τῆς πνευματικῆς εὐφημίας τῶν ἐγκωμιαζομένων ἀποκρίνει τοὺς κάτω λήρους ὁ θεῖος τῶν ἐγκωμίων ἔπαινος, αἰσχρὸν εἶναι κρίνων τοὺς ἀπὸ τῶν τοιούτων ἐγνωσμένους διὰ τῶν κατὰ τὴν γῆν τιμίων σεμνύνεσθαι.

Κοσμικὸς μὲν γάρ τις ἀνὴρ πρὸς τὴν ὑλικὴν εὐδαιμονίαν ἀποβλέπων, ἐκ τῶν τοιούτων τοῖς ἀνθρώποις ἐρανιζέτω τὸν ἔπαινον, εἰ πατρίς τινι γέγονεν εὔφορος βοσκημάτων, εἰ γειτνιῶσα θάλασσα πλεονάζει δι᾽ ἑαυτῆς τοῖς λαιμαργοῦσι τὰς ὕλας, εἰ λίθων ἐπάλληλοι θέσεις τὰς κατασκευὰς καλλωπίζουσιν. Ὁ δὲ πρὸς τὸν ἄνω βίον βλέπων, ᾧ κάλλος μέν ἐστιν ἡ τῆς ψυχῆς καθαρότης· πλοῦτος δὲ, ἡ ἀκτημοσύνη· πατρὶς δὲ, ἡ ἀρετή· πόλις δὲ, αὐτὰ τοῦ Θεοῦ τὰ βασίλεια· ὄνειδος τὴν ἐν τοῖς γηΐνοις φιλοτιμίαν ποιήσεται.

Οὐκοῦν ἀποστάντες καὶ ἡμεῖς τῶν τοιούτων ἐπαίνων, οὔτε τὴν πατρίδα τοῖς ἐπαίνοις τοῦ Μεγάλου Γρηγορίου προσθήσομεν, οὔτε προγόνους εἰς συμμαχίαν τῶν ἐγκωμίων παραληψόμεθα, εἰδότες ὅτι οὐδεὶς ἀληθής ἐστιν ἔπαινος, ὃς ἂν μὴ τῶν ἐπαινουμένων ἴδιος ᾖ. Ἴδιον δέ φαμεν, ὃ διαμένει πάντως εἰς τὸ διηνεκὲς ἀναφαίρετον.

Ἐπεὶ οὖν πάντων χωριζόμενοι, πλούτου, περιφανείας, δόξης, τιμῆς, τρυφῆς, ἀπολαύσεως, συγγενῶν, φίλων, μόνης τῆς κατὰ κακίαν ἢ ἀρετὴν διαθέσεως ἀχώριστοι μένομεν· μόνον κρίνομεν μακαριστὸν τὸν ἐνάρετον. Καί με μηδεὶς οἰέσθω τῷ μηδὲν ἔχειν σεμνὸν περὶ τῆς πατρίδος, ἢ τῶν προγόνων τοῦ ἀνδρὸς διηγήσασθαι, ἐν σχήματι τοῦ δοκεῖν περιορᾷν τῶν τοιούτων ὑπεκκλέπτειν τὸ ὄνειδος. Τίς γὰρ οὐκ οἶδε τὴν ἐπωνυμίαν τοῦ πόντου τὴν παρὰ πάντων ἀνθρώπων κατ᾽ ἐξαίρετον ἀνατεθεῖσαν τῷ ἔθνει, δι᾽ ἧς τῶν ἐξ ἀρχῆς εἰληχότων τὸν χῶρον ἡ ἀρετὴ μαρτυρεῖται;

Μόνος γὰρ ἐξ ἁπάσης γῆς τε καὶ θαλάσσης οὗτος ὁ πόντος Εὔξεινος ὀνομάζεται, εἴτε τὴν πρὸς τοὺς ἐπιδημοῦντας τῶν ξένων φιλοφροσύνην μαρτυροῦντος αὐτοῖς τοῦ ὀνόματος, εἴτε καὶ ὅτι τοιοῦτος ὁ χῶρός ἐστιν, ὡς μὴ μόνον τοῖς ἐγχωρίοις τε καὶ αὐτόχθοσιν, ἀλλὰ καὶ τοῖς ἁπανταχόθεν εἰς αὐτὸν φοιτῶσιν, τὰς πρὸς τὸ ζῇν παρασκευὰς ἀφθόνως χαρίζεσθαι.

Τοιαύτη γὰρ ἡ φύσις τῆς χώρας, ὡς πάντων τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων πάμφορος εἶναι, καὶ μηδὲ[ν] τῶν παρ᾽ ἑτέροις ἀγαθῶν ἀμοιρεῖν, ὡς καὶ τῆς θαλάσσης αὐτοῖς ἴδια τὰ πανταχόθεν ποιούσης. Τοιούτου δὲ ὄντος τοῦ ἔθνους παντὸς, ὡς ὅπερ ἄν τις αὐτοῦ μέρος ἐφ᾽ ἑαυτοῦ κατασκέψηται, τῶν ἄλλων προτερεύειν οἴεσθαι· οὐδὲν δὲ ἧττον τῇ κοινῇ κρίσει τοῦ ἔθνους, οἷόν τις κορυφὴ πάσης τῆς περιοικίδος τῶν ἄλλων, ἡ τοῦ μεγάλου Γρηγορίου πόλις ἐστὶν, ἣν βασιλεύς τις ἐπίσημος τῶν τὴν ἀρχὴν τοῖς Ῥωμαίοις κρατυνομένων, Καῖσαρ τὸ ὄνομα, ἔρωτι καὶ πόθῳ τῆς χώρας ἁλοὺς, ἐπὶ τῷ ἰδίῳ ὀνόματι Νεοκαισάρειαν καλεῖσθαι τὴν πόλιν ἠξίωσεν. Ἀλλ᾽ οὐδὲν ταῦτα πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον, ὥστε διὰ τούτων οἴεσθαι σεμνότερον ἀποδεικνύειν τὸν μέγαν ἐν ἁγίοις ἐκεῖνον, εἰ καρποῖς βρίθει ἡ χώρα, εἰ ἡ πόλις κατασκευαῖς κεκαλλώπισται, εἰ τῇ γείτονι θαλάττῃ τὰ πανταχόθεν πρὸς τὸ δοκοῦν κατ᾽ ἐξουσίαν εἰσάγεται.

Ἀλλ᾽ οὐδὲ τῶν προγόνων αὐτοῦ, τῶν προκαθηγησαμένων τῆς κατὰ σάρκα γενέσεως, μνήμην ἐπὶ τοῦ λόγου ποιήσομαι, πλοῦτον καὶ φιλοτιμίας καὶ τὰς κοσμικὰς περιφανείας αὐτῶν διηγούμενος. Τί γὰρ ταῦτα συντελέσειε πρὸς ἔπαινον, τάφοι, καὶ στῆλαι, καὶ ἐπιγράμματα, καὶ τὰ νεκρὰ διηγήματα πρὸς τὸν τοῦ κόσμου παντὸς ἑαυτὸν ὑπεράραντα; ἄλλως δὲ οὔτε δυνατόν ἐστιν εἰς κοινωνίαν τῆς εὐφημίας ἐκείνους ἄγειν, ὧν τὴν συγγένειαν οὗτος τῆς κατὰ ψυχὴν ἀγχιστείας ἠρνήσατο; Οἱ μὲν γὰρ ἐν τῇ πλάνῃ τῶν εἰδώλων ἐματαιώθησαν· ὁ δὲ, πρὸς τὴν ἀλήθειαν ἀναβλέψας, τῇ ἄνω συγγενείᾳ διὰ τῆς πίστεως ἑαυτὸν εἰσεποίησεν.

Ἀλλ᾽ ὅπως μὲν, ἢ ἀπὸ τίνων ἐγένετο, ἢ τίνα τὸ κατ᾽ ἀρχὰς ᾤκησε πόλιν, ὡς οὐδὲν ἡμῖν συντελοῦντα πρὸς τὴν προκειμένην σπουδὴν, παραλείπομεν· ἀρχὴν δὲ ταύτην τῆς εὐφημίας ληψόμεθα, ἣν ἐκεῖνος τοῦ κατ᾽ ἀρετὴν βίου πεποίηται. Ἐπειδὴ γὰρ ἐν κομιδῇ νέῳ τῷ σώματι τῆς φυσικῆς κηδεμονίας ἔρημος ἦν, τῶν γονέων τετελευτηκότων τὸν βίον, ὅτε ἀτελὴς ὑφ᾽ ἡλικίας οὖσα τοῖς πολλοῖς ἡ διάνοια τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνει, ἔδειξεν εὐθὺς παρὰ τὴν πρώτην, οἷος ἐν τῷ τελείῳ τῆς ἡλικίας γενήσεται.