Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον τοῦ Γρηγορίου τοῦ Θαυματουργοῦ

Γρηγόριος ὁ Νύσσης

Ποιμαντική δράση, διδασκαλία και επίλυση κοινωνικών διαφορών

Η ανέγερση του ιερού ναού, το διδακτικό έργο του Γρηγορίου και η ειρηνική επίλυση της διαμάχης δύο αδελφών με τη θαυματουργική αποξήρανση της επίδικης λίμνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 9

Τούτου χάριν, ὀλιγοστῶν ὄντων, καθὼς ἐν τοῖς φθάσασιν εἴρηται, τῶν πρὸ τῆς ἐπιστασίας αὐτοῦ καταδεξαμένων τὴν πίστιν, ὡς πάσης τῆς πόλεως αὐτοῦ τὴν ἱερωσύνην τιμώσης, οὕτως εἰσῄει στενοχωρούμενος ἁπανταχόθεν τοῖς παραπέμπουσιν. Ἐπεὶ δὲ πάντων ὁμοῦ εὐθὺς, ὅτε τῆς φιλοσοφίας ἥπτετο, καθάπερ τινὸς ἄχθους ἑαυτὸν ἠλευθέρωσε, καίπερ ἦν αὐτῷ τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων οὐδὲν, οὐκ ἀγρὸς, οὐ τόπος, οὐκ οἰκία, ἀλλὰ πάντα ἦν αὐτὸς ἑαυτῷ (μᾶλλον δὲ ἡ ἀρετὴ καὶ ἡ πίστις, πατρὶς αὐτῷ ἦν, καὶ ἑστία, καὶ πλοῦτος)· ὡς οὖν τῆς μὲν πόλεως ἐντὸς ἦν, οἶκος δὲ αὐτῷ πρὸς ἀνάπαυσιν οὐδαμοῦ, οὐ τῆς Ἐκκλησίας, οὐκ ἴδιος, θορυβουμένων τῶν περὶ αὐτὸν, καὶ ὅπως ἂν καταχθείη καὶ παρὰ τίνι τὴν σκέπην εὕροι διαπορούντων· Τί ταῦτα, φησὶ πρὸς αὐτοὺς ὁ διδάσκαλος, ὥσπερ ἔξω τῆς τοῦ Θεοῦ σκέπης ὄντες, διαπορεῖτε, ὅπου χρὴ διαναπαῦσαι τὰ σώματα; μικρὸς ὑμῖν οἶκος εἶναι ὁ Θεὸς δοκεῖ, εἴπερ ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; Ἢ στενοχωρεῖσθε τῇ οὐρανίῳ σκέπῃ, καὶ ζητεῖτε παρὰ τοῦτο καταγώγιον ἄλλο; Εἷς οἶκος ὑμῖν ἔστω διὰ σπουδῆς ὁ ἑκάστου ἴδιος, ὁ διὰ τῶν ἀρετῶν οἰκοδομούμενος, καὶ εἰς ὕψος ἀνατεινόμενος. Τοῦτο λυπείτω μόνον, μὴ τὸ τοιοῦτον ἡμῖν οἰκητήριον ἀπαράσκευον ᾖ· αἱ γὰρ τῶν γηΐνων τοίχων περιβολαὶ τοῖς ἐν ἀρετῇ ζῶσι κέρδος οὐ φέρουσι.

Μᾶλλον δ᾽ ἂν εἰκότως ὑπὸ τῶν ἐν κακίᾳ μολυνομένων ἡ τῶν τοίχων χρεία σπουδάζεται· διότι προκάλυμμα πολλάκις τῶν κρυπτῶν τῆς αἰσχύνης ὁ οἶκος γίνεται. Οἷς δὲ δι᾽ ἀρετῆς ὁ βίος ἐσπούδασται, οὐκ ἔχουσιν οἱ τοῖχοι, ὅ τι περικαλύψωσιν.

Ταῦτα δὲ πρὸς τοὺς συνέντας διεξιόντος, ἐπιστάς τις τῶν ἐπισήμων ἀνὴρ, γένει καὶ πλούτῳ, καὶ τῇ λοιπῇ δυναστείᾳ τοῖς πρώτοις ἐναρίθμιος ὤν· Μουσώνιος ὄνομα τῷ ἀνδρί· ὡς εἶδεν πολλοὺς περὶ τὴν αὐτὴν σπουδὴν προθυμουμένους, ὅπως ἂν τοῖς ἰδίοις οἴκοις τὸν ἄνδρα δέξοιντο, φθάσας τοὺς ἄλλους, ὑφαρπάζει τὴν χάριν, ἑαυτῷ παρακαλῶν ἐπιξενωθῆναι τὸν μέγαν, καὶ τιμῆσαι τῇ εἰσόδῳ τὸν οἶκον· ὡς ἂν σεμνότερός τε καὶ ἀοίδιμος τῷ μετὰ ταῦτα γένοιτο βίῳ, τοῦ χρόνου καὶ τοῖς ἐφεξῆς τὴν μνήμην τῆς τοιαύτης τιμῆς παραπέμποντος.

Ἐπεὶ δὲ καὶ ἄλλοι πολλοὶ συνδραμόντες περὶ τῶν ὁμοίων ἱκέτευον, δίκαιον εἶναι κρίνας δοῦναι τὴν χάριν τῷ προκατάρξαντι, τοὺς ἄλλους διὰ τῆς τῶν λόγων φιλοφροσύνης διασπασάμενός τε καὶ ἀντιτιμήσας, παρὰ τῷ προλαβόντι κατάγεται. Εἰ δὲ διηγηματική τίς ἐστι καὶ ἀκατάσκευος τῶν περὶ αὐτοῦ λόγων ἡ ἱστορία, τὰς ἐκ περινοίας τινὸς ἐφευρισκομένας τοῖς πράγμασιν ἐπαυξήσεις ἑκουσίως τοῦ ἡμετέρου παραλιπόντος λόγου· γένοιτο ἂν καὶ αὐτὴ τοῖς ὀρθῶς τὰ πράγματα κρίνουσιν οὐ μικρὰ μαρτυρία, τοῦ μηδὲν δι᾽ ἐπινοίας ἐπαύξεσθαι τῷ μνημονευομένῳ τὰ θαύματα, ἀλλ᾽ ἀρκεῖν τὴν μνήμην τῶν κατ᾽ αὐτὸν πραγμάτων πρὸς τελειότατον ἔπαινον· οἷόν τι κάλλος αὐτοφυὲς ἐπὶ προσώπου, οὐδεμιᾷ περιεργίᾳ κομμωτικῆς τέχνης ἐπανθιζόμενον.

Ὄντων δὲ τῶν προκατηχουμένων τὸν λόγον ἐν ὀλίγῳ τῷ ἀριθμῷ, πρὶν παρελθεῖν τὴν ἡμέραν, καὶ ἐν δυσμαῖς γενέσθαι τὸν ἥλιον, τοσοῦτοι παρὰ τὴν συντυχίαν προσέθεντο, ὥστε πρὸς σύστημα λαοῦ τὸ πλῆθος τῶν πεπιστευκότων ἱκανῶς ἔχειν. Ὄρθρος, καὶ πάλιν ἐπὶ θύραις ὁ δῆμος, αὐτοί τε καὶ γυναῖκες καὶ παῖδες, καὶ τὸ γηραιὸν τῆς ἡλικίας, καὶ οἷς τισιν ἦν ἐκ δαιμόνων, ἢ ἐξ ἄλλης τινὸς ἐπηρείας, ἡ συμφορὰ περὶ τὸ σῶμα· καὶ ἐν μέσοις ἐκεῖνος πρὸς τὴν ἑκάστου τῶν συνειλεγμένων χρείαν ἁρμοδίως τῇ δυνάμει τοῦ Πνεύματος μεριζόμενος, κηρύσσων, συνεξετάζων, νουθετῶν, διδάσκων, ἰώμενος. Τούτῳ γὰρ δὴ μάλιστα προσήγετο τοὺς πολλοὺς τῷ κηρύγματι, ὅτι συνέβαινεν ἡ ὄψις τῇ ἀκοῇ, καὶ δι᾽ ἀμφοτέρων τῆς θείας δυνάμεως ἐπέλαμπεν αὐτῷ τὰ γνωρίσματα.

Τὴν μὲν γὰρ ἀκοὴν ὁ λόγος, τὰς δὲ ὄψεις τὰ περὶ τοὺς ἀσθενοῦντας ἐξέπληττε θαύματα. Ὁ πενθῶν παρεκαλεῖτο· ὁ νέος ἐσωφρονίζετο· ὁ γηραιὸς τοῖς καθήκουσι λόγοις ἐθεραπεύετο. Δοῦλοι πρὸς δεσπότας οἰκείως ἔχειν, οἱ κρατοῦντες τοῖς ὑποχειρίοις φιλανθρωπεύεσθαι, ὁ πενόμενος ἕνα πλοῦτον εἶναι τὴν ἀρετὴν ἐδιδάσκετο, ἥτις πᾶσι πρόκειται κατ᾽ ἐξουσίαν ἡ κτῆσις, ὁ τῷ πλούτῳ κομῶν καταλλήλως ἐνουθετεῖτο, οἰκονόμος εἶναι τῶν προσόντων, οὐ κύριος διδασκόμενος. Γυναιξὶ τὰ πρόσφορα, παισὶ τὰ σύμμετρα, πατράσι τὰ πρέποντα νέμων, καὶ πάντα πᾶσι γενόμενος, τοσοῦτον ἑαυτῷ λαὸν ἀθρόως τῇ συνεργίᾳ τοῦ Πνεύματος παρεστήσατο, ὥστε πρὸς ναοῦ κατασκευὴν ὁρμῆσαι, πάντων χρήμασί τε καὶ σώμασι πρὸς τὴν σπουδὴν ὑπουργούντων. Οὗτός ἐστιν ὁ ναὸς, οὗ τὰς ἀρχὰς ἐκεῖνος τῆς κατασκευῆς κατεβάλετο· ἐπεκαλλώπισε δέ τις τῶν μετ᾽ ἐκεῖνον, ἐκείνου ἀξίως· ὁ μέχρι τοῦ παρόντος δεικνύμενος, ὃν ὁ μέγας ἐκεῖνος εὐθὺς ἐπιστὰς, οἷόν τινα θεμέλιον καὶ κρηπῖδα τῆς ἰδίας ἱερωσύνης τῷ περιφανεστάτῳ τῆς πόλεως ἐναπέθετο, θείᾳ τινὶ δυνάμει τελειώσας τὸ ἔργον, ὡς τῷ μετὰ ταῦτα μαρτυρεῖται χρόνῳ.

Σεισμοῦ γάρ ποτε βαρυτάτου τῇ πόλει ἐν τοῖς καθ᾽ ἡμᾶς χρόνοις γεγενημένου, καὶ πάντων μικροῦ δεῖν ἄρδην ἀπολωλότων, τῶν τε δημοσίων καὶ τῶν ἰδιωτικῶν οἰκοδομημάτων ἁπάντων ἐρειπιωθέντων καὶ ἐρημωθέντων, μόνος ἔμεινεν ὁ ναὸς ἐκεῖνος ἀῤῥαγής τε καὶ ἄσειστος, ὡς καὶ διὰ τούτου φανερὸν εἶναι, καὶ μεθ᾽ οἵας δυνάμεως ὁ μέγας ἐκεῖνος τῶν κατ᾽ αὐτὸν πραγμάτων ἀντελαμβάνετο.

Ἀλλὰ ταῦτα μὲν πολλοῖς ὕστερον χρόνοις εἰς μαρτυρίαν τῆς τοῦ μεγάλου πίστεως παρὰ τῆς θείας ἀπεδείχθη δυνάμεως. Τότε δὲ τοῖς ἀποστολικοῖς θαύμασι τῶν τε κατὰ τὴν πόλιν καὶ τὴν περίοικον ἁπάντων ἐκπεπληγμένων, καὶ πᾶν τὸ παρ᾽ αὐτοῦ λεγόμενόν τε καὶ γινόμενον, θείᾳ δυνάμει πράττεσθαί τε καὶ λέγεσθαι πεπιστευκότων, οὐδὲ τῶν βιωτικῶν ἀμφισβητημάτων, ἄλλο τι δικαστήριον ᾤοντο εἶναι αὐτοῖς κυριώτερον, ἀλλὰ πᾶσα κρίσις καὶ πᾶσα δυσδιεξόδευτος πραγμάτων πλοκὴ ταῖς ἐκείνου συμβουλίαις διελύετο. Ὅθεν εὐνομία τε καὶ εἰρήνη κοινῇ τε καὶ πᾶσι καὶ τοῖς καθ᾽ ἕκαστον διὰ τῆς ἐκείνου χαρίτος ἦν, καὶ πολλὴ τῶν ἀγαθῶν ἡ ἐπίδοσις, ἰδίᾳ τε καὶ κοινῇ, μηδεμιᾶς κακίας τὴν πρὸς ἀλλήλους ὁμόνοιαν ἐπικοπτούσης. Οὐκ ἄκαιρον δ᾽ ἂν ἴσως εἴη, μιᾶς αὐτοῦ κρίσεως μνήμην ποιήσασθαι· ὡς ἂν, κατὰ τὴν παροιμίαν, ὅλον ἡμῖν γένηται καταφανὲς ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα. Καὶ γὰρ ἡ θεία Γραφὴ, πολλὰς τοῦ Σολομῶντος κρίσεις τοῖς ὑπηκόοις δικάσαντος, ἠρκέσθη διὰ μιᾶς πᾶσαν τοῦ ἀνδρὸς παραστῆσαι τὴν σύνεσιν. Ὅτε ταῖς δύο μητράσι δικάζων, ἐπειδὴ ἀνεξέλεγκτον ἦν τὸ ἀδίκημα, κατὰ τὸ ἴσον ἑκατέρας αὐτῶν, τὸ μὲν τεθνηκὸς παιδίον οὐ προσιεμένης, τοῦ δὲ περιόντος ἀντεχομένης, ἔγνω δι᾽ ἐπινοίας ἀνιχνεῦσαι τὴν κεκρυμμένην ἀλήθειαν.

Ἐπειδὴ γὰρ ἀμάρτυρον ἦν τὸ ἀδίκημα, καὶ ἰσοστάσιος ἐφ᾽ ἑκατέρων ἥ τε τοῦ ψεύδους καὶ ἡ τῆς ἀληθείας ὑπόνοια, τὴν φύσιν εἰς μαρτυρίαν τῆς ἀληθείας ἑαυτῷ παρεστήσατο, διὰ τῆς σεσοφισμένης ἀπειλῆς τὸν σκοπὸν τῆς διανοίας ἐπικρυψάμενος.

Προστάξας γὰρ δῆθεν τοῦ τε περιόντος καὶ τοῦ τεθνηκότος τὸ σῶμα κατὰ τὸ ἴσον ξίφει διατμηθέντων ἀμφοτέραις προσνεμηθῆναι τὰ τῶν τέκνων ἡμίτομα, παρέδωκε τῇ φύσει τῆς ἀληθείας τὴν κρίσιν τοῦ πράγματος. Ὡς γὰρ ἡ μὲν ἀσμένως τὸ προστεταγμένον ἐδέξατο, καὶ τὸν δήμιον ἤπειγεν· ἡ δὲ συγκινηθεῖσα τοῖς μητρῴοις σπλάγχνοις, ἡττῆσθαι διωμολόγει, φείσασθαι τοῦ τέκνου παρακαλοῦσα (χάριν γὰρ εἶχεν, εἰ ὁπωσοῦν τὸ νήπιον σώζοιτο), τοῦτο κριτήριον τῆς ἀληθείας ὁ βασιλεὺς ποιησάμενος, τῇ κατὰ τὸ ἑκούσιον τὴν νικῶσαν ψῆφον χαρίζεται, λογισάμενος ὅτι ἡ ἀφειδοῦσα τῆς τοῦ τέκνου σφαγῆς κατηγορεῖται παρὰ τῆς φύσεως, καὶ ὡς οὐκ οὖσα μήτηρ ἐκείνου, οὗ κατεπείγει τὸν θάνατον. Τίνα τοίνυν καὶ ἡμεῖς κρίσιν τοῦ μεγάλου Γρηγορίου διηγησόμεθα;

Δύο τινὲς ἀδελφοὶ, νέοι τὴν ἡλικίαν, ἄρτι τὸν πατρῷον ἐν ἑαυτοῖς διελόμενοι κλῆρον, λίμνης ἀντεποιοῦντο μιᾶς, πᾶσαν ἔχειν φιλονεικοῦντες ἑκάτερος, καὶ οὐ παραδεχόμενος τὸν ἄλλον ὁ ἕτερος εἰς κοινωνίαν τῆς κτήσεως. Γίνεται οὖν τῆς δίκης κύριος ὁ διδάσκαλος. Καὶ κατὰ τὸν τόπον γενόμενος, τοῖς ἰδίοις αὐτοῦ νόμοις ἐκέχρητο πρὸς τὴν δίαιταν, εἰς καταλλαγὰς ἄγων, καὶ συμβῆναι παρακαλῶν διὰ φιλίας τοὺς νέους, καὶ τὸ τῆς εἰρήνης κέρδος προτιμότερον τῶν ἐκ τῆς προσόδου ποιήσασθαι. Τὴν μὲν γὰρ εἰς ἀεὶ παραμένειν καὶ ζῶσι καὶ τελευτήσασιν· τῶν δὲ πρόσκαιρον μὲν τὴν ἀπόλαυσιν, αἰωνίαν δὲ τῇ ἐπὶ τὴν ἀδικίᾳ κατάκρισιν ἔχει, καὶ ὅσα εἰκὸς ἦν ἐκεῖνον λέγειν, καταστέλλοντα τὸ ἀτακτοῦν τῆς νεότητος.

Ἐπεὶ δὲ ἄπρακτος ἦν ἡ παράκλησις, καὶ ἡ νεότης ἐφλέγμαινεν, καὶ εἰς θυμὸν ἐξεκαίετο πλείονι τῇ ἐλπίδι τοῦ κέρδους περιοιδαίνουσα, καὶ στρατὸς ἑκατέρωθεν ἐκ τῶν ὑποχειρίων παρεσκευάζετο, πολυχειρία φονῶσα θυμῷ καὶ νεότητι στρατηγουμένη, καὶ ὥριστο τῆς συμπλοκῆς ὁ καιρός· μελλούσης δὲ κατὰ τὴν ὑστεραίαν τῆς μάχης ἐξ ἑκατέρων συῤῥήγνυσθαι, παραμείνας ταῖς ὄχθαις τῆς λίμνης ὁ τοῦ Θεοῦ ἄνθρωπος, καὶ διακαρτερήσας ἐν ἀγρυπνίᾳ τὴν νύκτα, Μωσαϊκήν τινα θαυματουργίαν ἐπὶ τοῦ ὕδατος ἔδειξεν· οὐ πληγῇ ῥάβδου πρὸς δύο τμήματα τὸν βυθὸν διασχίσας, ἀλλ᾽ εὐχῇ πᾶσαν αὐτὴν ἀθρόως ἀποχερσώσας, ἤπειρον ἔδειξεν τῷ ὄρθρῳ τὴν λίμνην, ξηράν τε καὶ ἄνικμον, ὡς μηδὲ ἐν τοῖς κοίλοις ἔχειν τι τοῦ ὕδατος λείψανον, τὴν πρὸ τῆς εὐχῆς πελαγίζουσαν.

Καὶ ὁ μὲν ταῦτα τῇ θείᾳ δυνάμει δικάσας, πάλιν πρὸς ἑαυτὸν ἀνεχώρει· τοῖς δὲ νέοις ἡ ἐκ τῶν ἔργων ἀπόφασις τὴν φιλονεικίαν διέλυσεν. Μὴ γὰρ ὄντος τοῦ ὑπὲρ οὗ τῶν κατ᾽ ἀλλήλων ἐξήρτυον πόλεμον, εἰρήνη τὸν θυμὸν διεδέξατο, καὶ πάλιν ἑαυτὴν ἐν τοῖς ἀδελφοῖς ἡ φύσις ἐγνώρισε. Καὶ νῦν ἔστιν ἰδεῖν τῆς θείας ἐκείνης ἀποφάσεως ἐναργῆ τὰ σημεῖα.

Κύκλῳ γὰρ τῆς ποτε λίμνης ἴχνη τινὰ τῆς τοῦ ὕδατος ἐπικλύσεως εἰς ἔτι καὶ νῦν διασώζεται. Τὸ δ᾽ ὅσον βύθιον ἦν τότε καὶ ἐν τῷ πυθμένι τοῦ ὕδατος, ἅπαν μετεσκευάσθη εἰς ἄλση, καὶ οἴκησιν καὶ λειμῶνας, καὶ ἄροσιν. Ταύτης οἶμαι τῆς δίκης μηδ᾽ ἂν αὐτὸν ἐκεῖνον τὸν ὀνομαστὸν Σολομῶντα, τῶν πρωτείων ἀμφισβητῆσαι. Τί γὰρ τοσοῦτον εἰς ἀρετὴν, ἀποσῶσαι τὸ τῶν μητρῴων δύο μαζῶν βρέφος ἐνυπομάζιον, ᾧ τὸ ἴσον ἦν πάντως εἰς σωτηρίαν, εἴτε παρὰ τῆς γεννησαμένης, εἴτε καὶ παρὰ τῆς ἑτέρας ἑαυτῷ τὰ τῆς ἀνατροφῆς ἐσπουδάζετο, ἢ δύο νεανίας βραβεῦσαι τὴν σωτηρίαν; οἳ νῦν ἐπὶ τὰ τοῦ βίου πράγματα παρελθόντες, ἐν ἀκμῇ τῆς νεότητος, κατ᾽ αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος τοῦ θυμοῦ πρὸς τὸν κατ᾽ ἀλλήλων φόνον αὐτοῖς παροιστρήσαντος, ἔμελλον θέαμα πικρὸν τοῖς τότε μετ᾽ ὀλίγον ἐπιδειχθήσεσθαι, κατ᾽ ἀλλήλων τὰς χεῖρας ὁπλίσαντες, ἐφ᾽ ὧν ἐλπὶς ἦν, ἢ ἀμφοτέρους ὑπ᾽ ἀλλήλων φθαρήσεσθαι, ἢ τὸν ἕνα γενέσθαι πάντως ἐν τῷ τῆς ἀδελφοκτονίας μιάσματι; ἵνα παρῶμαι τοὺς ἑκατέροις τούτων συμπαρατασσομένους ἐν τῷ ἴσῳ θυμῷ, οἷς εἷς ὅρος τῆς κατ᾽ ἀλλήλων ὁρμῆς, ὁ τῶν ἀντιτεταγμένων θάνατος ἦν.

Ὁ τοίνυν ἤδη κατ᾽ αὐτῶν κυρωθεῖσαν ὑπὸ τῆς τοῦ πονηροῦ στρατηγίας τὴν τοῦ θανάτου ψῆφον διὰ τῆς εὐχῆς ἀναλύσας, καὶ τὴν φύσιν πάλιν πρὸς ἑαυτὴν καταλλάξας, καὶ μεταβαλὼν εἰς εἰρηνικὰς εὐφροσύνας τὴν περὶ τοὺς φόνους σπουδήν· πόσῳ μᾶλλον εἰκότως ἐπὶ τῇ κρίσει θαυμάζοιτο παρὰ τὸν τὴν κακουργίαν τῆς ἑταιρίδος φωράσαντα; Τὸ γὰρ ἐπὶ τῷ ὕδατι θαῦμα, πῶς ἀθρόως εἰς χέρσον μετεσκευάσθη τὸ πλώϊμον, καὶ πεδίον ἐγένετο, καὶ κοῖλον ἡ λίμνη, καὶ πῶς ἡ ἀντὶ θαλάσσης οὖσα τῷ τόπῳ τὸ πρότερον, νῦν πρὸς καρπῶν ἄνεισι φορὰν, τοῦτο σιγᾷν οἶμαι καλῶς ἔχειν μᾶλλον, ἢ διεξιέναι τῷ λόγῳ, μὴ δυναμένῳ κατ᾽ ἀξίαν συνεπαρθῆναι τῷ διηγήματι.

Τί γὰρ τοιοῦτον ἐν τοῖς ἀναγράπτοις θαύμασι μεμαθήκαμεν, ὡς δύνασθαι εἰς ἴσον ἐλθεῖν τούτῳ διὰ συγκρίσεως; Ἔστησεν ὁ τοῦ Ναυὴ Ἰησοῦς τὸ τοῦ Ἰορδάνου ῥεῖθρον· ἀλλ᾽ ἕως ἡ κιβωτὸς ἦν ἐν τῷ ὕδατι. Περαιωθέντος δὲ τοῦ λαοῦ καὶ τῆς κιβωτοῦ διελθούσης, ἀπέδωκε πάλιν τῷ ῥείθρῳ τὸ σύνηθες. Γυμνοῦται τοῦ ὕδατος ἐν τῷ Ἐρυθραίῳ πελάγει τὸ τοῦ βυθοῦ ὑποκείμενον, ἀπωσθείσης ὑπὸ τοῦ πνεύματος ἐπὶ τὰ πλάγια τῆς θαλάσσης· ἀλλὰ ὁ χρόνος τοῦ θαύματος ἦν ἡ τοῦ στρατοῦ πάροδος, ἡ διὰ τοῦ ξηροῦ κατὰ τὸν βυθὸν γενομένη. Μετὰ τοῦτο δὲ πάλιν μία τοῦ ὕδατος ἡ ἐπιφάνεια γίνεται· καὶ τὸ πρὸς ὀλίγον διαιρεθὲν συνεκλύσθη. Ἐνταῦθα δὲ τὸ ἅπαξ γενόμενον ἔμεινεν οἷον ἐγένετο, ὡς μὴ ἀπιστεῖσθαι τῷ χρόνῳ τὸ θαῦμα, διὰ τῶν φαινομένων εἰς τὸ διηνεκὲς μαρτυρούμενον.