Τούτου χάριν, ὀλιγοστῶν ὄντων, καθὼς ἐν τοῖς φθάσασιν εἴρηται, τῶν πρὸ τῆς ἐπιστασίας αὐτοῦ καταδεξαμένων τὴν πίστιν, ὡς πάσης τῆς πόλεως αὐτοῦ τὴν ἱερωσύνην τιμώσης, οὕτως εἰσῄει στενοχωρούμενος ἁπανταχόθεν τοῖς παραπέμπουσιν. Ἐπεὶ δὲ πάντων ὁμοῦ εὐθὺς, ὅτε τῆς φιλοσοφίας ἥπτετο, καθάπερ τινὸς ἄχθους ἑαυτὸν ἠλευθέρωσε, καίπερ ἦν αὐτῷ τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων οὐδὲν, οὐκ ἀγρὸς, οὐ τόπος, οὐκ οἰκία, ἀλλὰ πάντα ἦν αὐτὸς ἑαυτῷ (μᾶλλον δὲ ἡ ἀρετὴ καὶ ἡ πίστις, πατρὶς αὐτῷ ἦν, καὶ ἑστία, καὶ πλοῦτος)· ὡς οὖν τῆς μὲν πόλεως ἐντὸς ἦν, οἶκος δὲ αὐτῷ πρὸς ἀνάπαυσιν οὐδαμοῦ, οὐ τῆς Ἐκκλησίας, οὐκ ἴδιος, θορυβουμένων τῶν περὶ αὐτὸν, καὶ ὅπως ἂν καταχθείη καὶ παρὰ τίνι τὴν σκέπην εὕροι διαπορούντων· Τί ταῦτα, φησὶ πρὸς αὐτοὺς ὁ διδάσκαλος, ὥσπερ ἔξω τῆς τοῦ Θεοῦ σκέπης ὄντες, διαπορεῖτε, ὅπου χρὴ διαναπαῦσαι τὰ σώματα; μικρὸς ὑμῖν οἶκος εἶναι ὁ Θεὸς δοκεῖ, εἴπερ ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; Ἢ στενοχωρεῖσθε τῇ οὐρανίῳ σκέπῃ, καὶ ζητεῖτε παρὰ τοῦτο καταγώγιον ἄλλο; Εἷς οἶκος ὑμῖν ἔστω διὰ σπουδῆς ὁ ἑκάστου ἴδιος, ὁ διὰ τῶν ἀρετῶν οἰκοδομούμενος, καὶ εἰς ὕψος ἀνατεινόμενος. Τοῦτο λυπείτω μόνον, μὴ τὸ τοιοῦτον ἡμῖν οἰκητήριον ἀπαράσκευον ᾖ· αἱ γὰρ τῶν γηΐνων τοίχων περιβολαὶ τοῖς ἐν ἀρετῇ ζῶσι κέρδος οὐ φέρουσι.