Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον τοῦ Γρηγορίου τοῦ Θαυματουργοῦ

Γρηγόριος ὁ Νύσσης

Πνευματική προετοιμασία, κλήση και θεία αποκάλυψη του δόγματος

Η μαθητεία του Γρηγορίου κοντά στον Ωριγένη, η επιλογή του αναχωρητικού βίου, η εξ αποστάσεως προσπάθεια χειροτονίας του και η παράδοση της ορθόδοξης ομολογίας της Τριάδας μέσω οράματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 9

Ἀλλὰ τὸ μὲν προοίμιον τοῦ βίου, τοιοῦτον. Αὐτὸς δὲ ὁ βίος τίς; Ἐπειδὴ πᾶσαν παίδευσιν τῆς ἔξω σοφίας ἐπιδραμὼν, ἐνέτυχε Φιρμιλιανῷ τινι τῶν εὐπατριδῶν Καππαδόκῃ, ὁμοιοτρόπῳ κατὰ τὸ ἦθος, ὡς ἔδειξεν ἐκεῖνος τῷ μετὰ ταῦτα βίῳ, κόσμος τῆς Ἐκκλησίας τῶν Καισαρέων γενόμενος, καὶ τόν τε σκοπὸν τοῦ φρονήματος καὶ ἰδίου βίου φανερὸν τῷ φίλῳ ἐποίησεν, ὡς εἴη πρὸς τὸν Θεὸν βλέπων, καὶ τὴν ἐκείνου σπουδὴν ἔγνω περὶ τὴν αὐτὴν ἐπιθυμίαν συμβαίνουσαν, καταλιπὼν πᾶσαν τὴν περὶ τῆς ἔξω φιλοσοφίας σπουδὴν, προσφοιτᾷ μετ᾽ ἐκείνου τῷ κατὰ τὸν χρόνον ἐκεῖνον τῆς τῶν Χριστιανῶν φιλοσοφίας καθηγουμένῳ (Ὠριγένης δὲ οὗτος ἦν, οὗ πολὺς ἐπὶ τοῖς συγγράμμασι λόγος), δεικνὺς καὶ διὰ τούτου, οὐ μόνον τὸ φιλομαθὲς καὶ φιλόπονον, ἀλλὰ καὶ τὸ κατεσταλμένον ἐν τῷ ἤθει καὶ μέτριον· τοσαύτης γὰρ σοφίας ἀνάπλεος ὢν ἑτέρῳ χρήσασθαι διδασκάλῳ πρὸς τὰ θεῖα τῶν μαθημάτων, οὐκ ἀπηξίωσεν, καὶ διαγαγὼν παρὰ τῷ διδασκάλῳ χρόνον τοῖς μαθήμασι σύμμετρον, πολλῶν ὄντων τῶν παρακαλούντων καὶ κατεχόντων αὐτὸν ἐπὶ τῆς ἀλλοδαπῆς, καὶ παρ᾽ αὐτοῖς ἀξιούντων μένειν, πάντων προτιμοτέραν τὴν ἐνεγκοῦσαν αὐτὸν ποιησάμενος, ἐπὶ τὴν πατρίδα πάλιν ἐπάνεισιν, τὸν παντοδαπὸν πλοῦτον τῆς σοφίας τε καὶ τῆς γνώσεως ἐπαγόμενος, ὃν καθάπερ τις ἔμπορος ἐν ταῖς ἔξω σπουδαῖς πᾶσι καθομιλῶν τοῖς εὐδοκίμοις ἐνεπορεύσατο.

Καίτοι γε τῷ δικαίως τὰ πράγματα κρίνοντι οὐδὲ τοῦτο μικρὸν πάντως εἰς εὐφημίαν δόξει, τὸ πόλεως τοσαύτην ἱκετηρίαν ἐκ κοινοῦ γενομένην ὑπεριδεῖν, καὶ πάντων τῶν ἐν αὐτῇ λογάδων τὴν ὑπὲρ τοῦ καταμεῖναι τὸν ἄνδρα σπουδὴν, τῶν τε ἐπιδημούντων αὐτοῖς ἀρχόντων τὴν εἰς αὐτὸ τοῦτο προθυμίαν παραδέξασθαι· οἷς πᾶσι σκοπὸς ἦν, μεῖναι παρ᾽ αὐτοῖς τὸν μέγαν ἐκεῖνον, καθάπερ οἰκιστὴν ἀρετῆς, καὶ βίου νομοθέτην ἐσόμενον· ἀλλὰ φεύγων πανταχόθεν τὰς πρὸς τὸν τύφον ὕλας, εἰδὼς ἀρχηγὸν ὡς τὰ πολλὰ τοῦ κατὰ κακίαν βίου τὸ καθ᾽ ὑπερηφανίαν πάθος γινόμενον, ὥσπερ τινὰ λιμένα, τὸν ἡσύχιον ἐπὶ τῆς πατρίδος μέτεισι βίον.

Παντὸς δὲ τοῦ ἔθνους πρὸς τὸν ἄνδρα βλέποντος, καὶ πάντων προσδεχομένων δημοσιεύειν αὐτὸν ἐν κοινοῖς συλλόγοις τὴν παίδευσιν, ὡς ἄν τινα καρπὸν σχοίη τῶν μακρῶν πόνων τὴν ἐπ᾽ αὐτοῖς εὐδοκίμησιν· εἰδὼς ὁ μέγας ἐκεῖνος ὅθεν προσήκει τὴν ἀληθῆ φιλοσοφίαν παρὰ τῶν ἀκριβῶς μετιόντων δημοσιεύεσθαι, ὡς ἂν μήποτε φιλοτιμίᾳ τινὶ τὴν ψυχὴν τρωθείη (δεινὸς γάρ ἐστι τῶν ἀκουόντων ὁ ἔπαινος, τύφῳ τινὶ καὶ φιλοδοξίᾳ τῆς ψυχῆς ὑποχαυνῶσαι τὸ σύντονον), τούτου χάριν ἐπίδειξιν ποιεῖται τὴν σιωπὴν, ἔργῳ δεικνὺς τὸν ἐγκείμενον θησαυρὸν, οὐχὶ ῥήμασι, καὶ τῶν κατ᾽ ἀγορὰν θορύβων, καὶ καθόλου τῆς ἐν ἄστει διαγωγῆς ἑαυτὸν χωρίσας, ἐν ἐσχατιᾷ τινι ἑαυτῷ μόνῳ συνῆν, καὶ δι᾽ ἑαυτοῦ τῷ Θεῷ, μικρὸν παντὸς τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ λόγον ποιούμενος, οὐ βασιλείας πολυπραγμονῶν, οὐκ ἀρχὰς ἐξετάζων, οὐ πῶς διοικεῖταί τι τῶν κοινῶν διεξιόντος ἀκούων· ἀλλ᾽ ὅπως ἂν ἡ ψυχὴ δι᾽ ἀρετῆς τελειωθείη, τὴν φροντίδα ποιούμενος, πρὸς τοῦτο τῇ σπουδῇ συνέτεινε τὸν πάντα βίον, καὶ τὰ ἐν αὐτῷ πράγματα χαίρειν ἐάσας, ἄλλος τις οὗτος ἐν τοῖς καθ᾽ ἡμᾶς χρόνοις Μωϋσῆς ἀτεχνῶς πρὸς τὰ ἐκείνου θαύματα τὴν ἅμιλλαν ἔχων.

Ἐξῆλθον ἀμφότεροι τοῦ ταραχώδους τούτου καὶ περιηχημένου βίου, Μωϋσῆς καὶ Γρηγόριος, κατὰ τὸν ἴδιον ἑκάτερος χρόνον ἐφ᾽ ἑαυτὸν ἰδιάσαντες, ἕως ἐμφανὲς ἀμφοτέροις ἐκ θεοφανείας ἐγένετο τοῦ καθαροῦ βίου τὸ κέρδος· ἀλλὰ Μωϋσεῖ μὲν κατὰ τῆς φιλοσοφίας καὶ γαμετὴ συνεφείπετο· Γρηγόριος δὲ σύνοικον ἑαυτῷ μόνην τὴν ἀρετὴν ἐποιήσατο. Τοῦ τοίνυν σκοποῦ τὸ ἴσον ἔχοντος ἐν ἀμφοτέροις (πέρας γὰρ τῶν ἀμφοτέρων τῆς τῶν πολλῶν ἀναχωρήσεως ἦν, τῷ καθαρῷ τῆς ψυχῆς ὀφθαλμῷ κατανοῆσαι τὰ θεῖα μυστήρια), κρίνειν ἔξεστι τῷ πρὸς ἀρετὴν καλῶς βλέπειν ἐπισταμένῳ, ὁποτέρῳ τούτων μᾶλλον ὁ βίος δι᾽ ἀπαθείας γέγονε, τῷ πρὸς τὴν νόμιμον καὶ συγκεχωρημένην καταβάντι τῶν ἡδονῶν μετουσίαν, ἢ τῷ κατ᾽ αὐτῆς ὑπεραρθέντι, καὶ μηδεμίαν δεδωκότι καθ᾽ ἑαυτοῦ πάροδον τῇ ὑλικῇ προσπαθείᾳ. Φαιδίμου δὲ κατὰ τὸν χρόνον ἐκεῖνον τῆς Ἀμασαίων Ἐκκλησίας καθηγουμένου· ᾧ θεόθεν ἐξ ἁγίου Πνεύματος προγνωστική τις δύναμις ἦν· καὶ πᾶσαν ποιουμένου σπουδὴν, ὅπως ὑποχείριον λαβὼν τὸν μέγαν Γρηγόριον, εἰς Ἐκκλησίας ἀρχὴν ἀγάγοι, ὡς ἂν μὴ τοσοῦτον ἀγαθὸν ἀργόν τε καὶ ἀνόνητον παραδράμοι τὸν βίον· τῆς ὁρμῆς οὗτος τοῦ ἱερέως αἰσθόμενος, λανθάνειν ἐμηχανᾶτο, ἄλλο τε πρὸς ἄλλην ἐρημίαν μετανιστάμενος.

Ἐπεὶ δὲ πᾶσαν καθιεὶς πεῖραν ὁ πολὺς ἐκεῖνος Φαίδιμος, καὶ πάσῃ μηχανῇ τε καὶ ἐπινοίᾳ χρώμενος, οὐχ οἷός τε ἦν προσαγαγεῖν τῇ ἱερωσύνῃ τὸν ἄνδρα, μυρίοις ὄμμασι τὸ μὴ ἁλῶναί ποτε τῇ χειρὶ τοῦ ἱερέως προφυλασσόμενον, καὶ ἦν ἐφάμιλλος σπουδὴ ἀμφοτέροις· τοῦ μὲν ἑλεῖν ἐπιθυμοῦντος, τοῦ δὲ ἀποφυγεῖν τὸν διώκοντα (ὁ μὲν γὰρ ᾔδει τῷ Θεῷ προσάξειν ἱερὸν ἀνάθημα, ὁ δὲ ἐδεδοίκει, μή τι γένηται αὐτῷ πρὸς φιλοσοφίας ἐμπόδιον οἷόν τι φορτίον ἡ τῆς ἱερωσύνης φροντὶς ἐπαχθεῖσα τῷ βίῳ)· τούτου χάριν ὁρμῇ τινι θειοτέρᾳ περὶ τὴν προκειμένην σπουδὴν ἐπαρθεὶς ὁ Φαίδιμος, οὐδὲν προσχὼν τῷ μεταξὺ διαστήματι, ᾧπερ ἀπὸ τοῦ Γρηγορίου διείργετο (τριῶν ἡμερῶν ὁδὸν ἐκείνου ἀπέχοντος), ἀλλὰ πρὸς τὸν Θεὸν ἀναβλέψας, καὶ εἰπὼν ὁμοίως ἑαυτόν τε κἀκεῖνον ἐπὶ τῆς ὥρας ἐκείνης ὑπὸ τοῦ Θεοῦ καθορᾶσθαι, ἀντὶ χειρὸς ἐπάγει τῷ Γρηγορίῳ τὸν λόγον, ἀφιερώσας τῷ Θεῷ τὸν σωματικῶς οὐ παρόντα, καὶ ἀποκληρώσας αὐτῷ τὴν πόλιν ἐκείνην, ἣν συνέβη μέχρι τῶν τότε χρόνων οὕτω τῇ πλάνῃ τῶν εἰδώλων κατέχεσθαι, ὥστε ἀπείρων ὄντων τῶν οἰκούντων αὐτήν τε τὴν πόλιν, καὶ τὴν περίοικον, μὴ πλείους εὑρεθῆναι τῶν ἑπτακαίδεκα τοὺς παραδεδεγμένους τὸν λόγον τῆς πίστεως.

Οὕτω τοίνυν ὑπελθὼν τὸν ζυγὸν κατ᾽ ἀνάγκην, πάντων μετὰ ταῦτα τῶν νομίμων ἐπ᾽ αὐτῷ τελεσθέντων, καὶ βραχὺν χρόνον αἰτησάμενος παρὰ τοῦ τὴν ἱερωσύνην ἐπικηρύξαντος, πρὸς κατανόησιν τῆς κατὰ τὸ μυστήριον ἀκριβείας, οὐκέτι, καθώς φησιν ὁ Ἀπόστολος, σαρκὶ καὶ αἵματι προσανέχειν ᾤετο δεῖν, ἀλλὰ θεόθεν ᾔτει γενέσθαι αὐτῷ τὴν τῶν κρυφίων φανέρωσιν· καὶ οὐ πρότερον ἐπεθάρσησε τῷ τοῦ λόγου κηρύγματι, πρὶν διά τινος ἐμφανείας ἐκκαλυφθῆναι αὐτῷ τὴν ἀλήθειαν. Σκοπουμένῳ γὰρ αὐτῷ ποτε ἐννύχιον περὶ τοῦ λόγου τῆς πίστεως, καὶ παντοίους ἀνακινοῦντι λογισμούς· ἦσαν γὰρ δὴ καὶ τότε τινὲς, οἱ τὴν εὐσεβῆ διδασκαλίαν παραχαράττοντες, διὰ τῆς πιθανότητος τῶν ἐπιχειρημάτων, ἀμφίβολον ποιοῦντες πολλάκις καὶ τοῖς συνετοῖς τὴν ἀλήθειαν· ὑπὲρ ἧς τότε διαγρυπνοῦντι αὐτῷ καὶ φροντίζοντι φαίνεταί τις καθ᾽ ὕπαρ ἐν ἀνθρωπίνῳ τῷ σχήματι, γηραλέος τὸ εἶδος, ἱεροπρεπὴς τῇ καταστολῇ τοῦ ἐνδύματος, πολλὴν ἐπισημαίνων τὴν ἀρετὴν τῇ περὶ τὸ πρόσωπον χάριτι, καὶ τῇ καταστάσει τοῦ σχήματος.

Τὸν δὲ καταπλαγέντα τῇ ὄψει, διαναστῆναι μὲν τῆς εὐνῆς καὶ ὅστις εἴη μαθεῖν ἐδεῖτο, καὶ ὑπὲρ τίνος ἥκοι. Ἐκείνου δὲ καταστείλαντος αὐτοῦ τὴν ταραχὴν τῆς διανοίας ἐν ἠρεμαίᾳ φωνῇ, καὶ εἰπόντος θείῳ προστάγματι πεφηνέναι αὐτῷ τῶν ἀμφισβητουμένων παρ᾽ αὐτοῦ χάριν, ὡς ἂν ἐκκαλυφθείη τῆς εὐσεβοῦς πίστεως ἡ ἀλήθεια· θαρσῆσαί τε πρὸς τὸν λόγον, καὶ βλέψαι πρὸς αὐτὸν μετά τινος χαρᾶς καὶ ἐκπλήξεως. Εἶτα ἐκείνου κατ᾽ εὐθὺ τὴν χεῖρα προτείναντος, καὶ οἷον ὑποδεικνύντος αὐτῷ διὰ τῆς τῶν δακτύλων εὐθείας τὸ ἐκ πλαγίου φαινόμενον, συμπεριαγαγεῖν τοῦτον τῇ εὐθείᾳ τῆς χειρὸς τὸ ἴδιον βλέμμα, καὶ ἰδεῖν ἀντιπρόσωπον ἕτερον θέαμα τῷ ὀφθέντι, ἐν γυναικείῳ τῷ σχήματι, κρεῖττον ἢ κατὰ ἄνθρωπον· πάλιν δὲ καταπλαγέντα, συγκλιθῆναί τε πρὸς ἑαυτὸν τῷ προσώπῳ, καὶ ἀμηχανεῖν τῷ θεάματι, μὴ φέροντα τοῖς ὀφθαλμοῖς τὴν ἐμφάνειαν (καὶ γὰρ δὴ τὸ παράδοξον τῆς ὀπτασίας ἐν τούτῳ μάλιστα ἦν, ὅτι νυκτὸς οὔσης βαθείας, φῶς τοῖς ὀφθεῖσιν αὐτῷ συνεξέλαμψεν, ὥσπερ τινὸς λαμπρᾶς ἐξαπτομένης λαμπάδος).

Ἐπεὶ οὖν οὐχ οἷός τε ἦν φέρειν τοῖς ὀφθαλμοῖς τὴν ἐμφάνειαν, ἤκουσε διὰ λόγου τινὸς τῶν ὀφθέντων αὐτῷ, πρὸς ἀλλήλους τὸν περὶ τοῦ ζητουμένου λόγον διεξιόντων· δι᾽ ὧν οὐ μόνον ἐπαιδεύθη τὴν ἀληθῆ γνῶσιν τῆς πίστεως, ἀλλὰ καὶ διὰ τῶν ὀνομάτων τοὺς ἐπιφανέντας ἐγνώρισεν, ἑκατέρου αὐτῶν διὰ τῆς οἰκείας προσηγορίας ἀνακαλοῦντος τὸν ἕτερον. Ἀκοῦσαι γὰρ λέγεται παρὰ τῆς ἐν γυναικείῳ φανείσης τῷ σχήματι παρακαλούσης τὸν εὐαγγελιστὴν Ἰωάννην, φανερῶσαι τῷ νέῳ τὸ τῆς εὐσεβείας μυστήριον· ἐκεῖνον δὲ εἰπεῖν, ἑτοίμως ἔχειν καὶ τοῦτο τῇ μητρὶ τοῦ Κυρίου χαρίσασθαι, ἐπειδὴ τοῦτο φίλον αὐτῇ· καὶ οὕτως εἰπόντα τὸν λόγον σύμμετρόν τε καὶ εὐπερίγραπτον, πάλιν μεταναστῆναι τῶν ὄψεων. Τὸν δὲ παραχρῆμα τὴν θείαν ἐκείνην μυσταγωγίαν γράμμασιν ἐνσημήνασθαι, καὶ κατ᾽ ἐκείνην μετὰ ταῦτα κηρύσσειν ἐν τῇ ἐκκλησίᾳ τὸν λόγον, καὶ τοῖς ἐφεξῆς, ὥσπερ τινὰ κλῆρον τὴν θεόσδοτον ἐκείνην διδασκαλίαν καταλιπεῖν· δι᾽ ἧς μυσταγωγεῖται μέχρι τοῦ νῦν ὁ ἐκείνης λαὸς, πάσης αἱρετικῆς κακίας διαμείνας ἀπείρατος. Τὰ δὲ τῆς μυσταγωγίας ῥήματα, ταῦτά ἐστιν· Εἷς Θεὸς Πατὴρ Λόγου ζῶντος, σοφίας ὑφεστώσης καὶ δυνάμεως, καὶ χαρακτῆρος ἀϊδίου, τέλειος, τελείου γεννήτωρ· Πατὴρ Υἱοῦ μονογενοῦς.

Εἷς Κύριος, μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ, χαρακτὴρ καὶ εἰκὼν τῆς θεότητος, Λόγος ἐνεργὸς, σοφία τῆς τῶν ὅλων συστάσεως περιεκτικὴ, καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητικὴ, Υἱὸς ἀληθινὸς ἀληθινοῦ Πατρὸς, ἀόρατος ἀοράτου, καὶ ἄφθαρτος ἀφθάρτου, καὶ ἀθάνατος ἀθανάτου, καὶ ἀΐδιος ἀϊδίου. Καὶ ἓν Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον· καὶ δι᾽ Υἱοῦ πεφηνὸς, δηλαδὴ τοῖς ἀνθρώποις, εἰκὼν τοῦ Υἱοῦ τελείου τελεία, ζωὴ ζώντων αἰτία, πηγὴ ἁγία, ἁγιότης ἁγιασμοῦ χορηγός· ἐν ᾧ φανεροῦται Θεὸς ὁ Πατὴρ, ὁ ἐπὶ πάντων καὶ ἐν πᾶσι· καὶ Θεὸς ὁ Υἱὸς, ὁ διὰ πάντων· Τριὰς τελεία, δόξῃ καὶ ἀϊδιότητι καὶ βασιλείᾳ μὴ μεριζομένη, μηδὲ ἀπαλλοτριουμένη.

Οὔτε οὖν κτιστόν τι, ἢ δοῦλον ἐν τῇ Τριάδι, οὔτε ἐπείσακτόν τι, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστερον δὲ ἐπεισελθόν. Οὔτε οὖν ἐνέλιπέ ποτε Υἱὸς Πατρὶ, οὔτε Υἱῷ Πνεῦμα· ἀλλ᾽ ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ Τριὰς ἀεί. Ὅτῳ δὲ φίλον περὶ τούτου πεισθῆναι, ἀκουέτω τῆς Ἐκκλησίας, ἐν ᾗ τὸν λόγον ἐκήρυττεν, παρ᾽ οἷς αὐτὰ τὰ χαράγματα τῆς μακαρίας ἐκείνης χειρὸς εἰς ἔτι καὶ νῦν διασώζεται. Ταῦτ᾽ οὐχὶ πρὸς τὰς θεοτεύκτους ἐκείνας πλάκας ἁμιλλᾶται τῇ μεγαλοφυΐᾳ τῆς χάριτος; ἐκείνας δὲ λέγω τὰς πλάκας, ἐν αἷς ἡ τοῦ θείου βουλήματος ἐνετυπώθη νομοθεσία. Ὡς γὰρ τὸν Μωϋσέα φησὶν ὁ λόγος, ἔξω τοῦ φαινομένου γενόμενον, καὶ ἐντὸς τῶν ἀοράτων ἀδύτων τῇ ψυχῇ καταστάντα (τοῦτο γὰρ ὁ γνόφος αἰνίττεται), μαθεῖν τε τὰ θεῖα μυστήρια, καὶ δι᾽ ἑαυτοῦ τῆς θεογνωσίας παντὸς τοῦ λαοῦ καθηγήσασθαι· τὴν αὐτὴν ἔστι καὶ ἐπὶ τοῦ μεγάλου τούτου κατιδεῖν οἰκονομίαν· ᾧ ὄρος μὲν ἦν, οὐκ αἰσθητόν τι ἢ γεώλοφον, ἀλλὰ τὸ ὕψος τῆς τῶν ἀληθινῶν δογμάτων ἐπιθυμίας· γνόφος δὲ τὸ τοῖς ἄλλοις ἀχώρητον θέαμα· δέλτος δὲ ἡ ψυχή· τὰ δὲ ἐν ταῖς πλαξὶ γράμματα, ἡ τοῦ ὀφθέντος φωνή· δι᾽ ὧν ἁπάντων αὐτῷ τε καὶ τοῖς παρ᾽ ἐκείνου μυσταγωγουμένοις ἐγένετο ἡ τῶν μυστηρίων φανέρωσις.