Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον τοῦ Γρηγορίου τοῦ Θαυματουργοῦ

Γρηγόριος ὁ Νύσσης

Θαυματουργικές ιάσεις και τιμωρία της απάτης

Η αυστηρή τιμωρία δύο ανδρών που επιχείρησαν να εξαπατήσουν τον άγιο με προσποιητό θάνατο και η θεραπεία ενός δαιμονιζομένου νέου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 9

Πάντων δὲ κατὰ γνώμην τοῦ μεγάλου προκεχωρηκότων τῇ συμμαχίᾳ τοῦ ἁγίου Πνεύματος, οὐκ ἄκαιρον ἂν εἴη, καὶ τὸ τῆς ὁδοῦ πάρεργον διηγήσασθαι, ὡς ἂν διὰ πάντων ἡ συμπαροῦσα τῷ ἀνδρὶ χάρις ἐπεδείκνυτο. Ἐπειδὴ γὰρ ἅπασι πρόδηλον ἦν, ὅτι τοῦτο πρὸ πάντων τῷ ἀνδρὶ ἐσπούδαστο τὸ πάντα πρὸς τὴν τῶν δεομένων παραμυθίαν βλέπειν· εἴτε πρὸς κέρδος ὁρῶντες ἐκ τῶν Ἑβραίων δύο τινὲς, εἴτε τινὰ μῶμον κατὰ τοῦ ἀνδρὸς ἐπινοοῦντες, ὡς εὐκόλως πρὸς τὸ ἐξαπατᾶσθαι διακειμένου, παραφυλάσσουσιν αὐτοῦ τὴν ἐπάνοδον. Καὶ τούτων ὁ μὲν, τεθνάναι δόξας, ἐν ὑπτίῳ τεταμένος τῷ σχήματι, κατὰ τὸ πλάγιον τῆς λεωφόρου προέκειτο· ὁ δὲ ἕτερος ἐπικωκύων δῆθεν τῷ κειμένῳ τὰς τῶν θρηνούντων φωνὰς ὑπεκρίνατο, καὶ παριόντα τὸν μέγαν ἐπεβοᾶτο, λέγων, ἀθρόως συσχεθέντα θανάτῳ τὸν δείλαιον τοῦτον, γυμνὸν κεῖσθαι καὶ πρὸς ταφὴν ἀπαράσκευον. Ἐδεῖτο τοίνυν τοῦ μεγάλου μὴ περιιδεῖν ἐπ᾽ αὐτῷ τὴν ὁσίαν ψυχὴν, ἀλλ᾽ οἶκτόν τινα τῆς πενίας λαβόντα παρασχεῖν ἐκ τῶν ἐνόντων τὸν ἔσχατον κόσμον ἐπιβληθῆναι τῷ σώματι.

Ὁ μὲν ταῦτα καὶ τὰ τοιαῦτα λέγων, ἱκέτευεν· ὁ δὲ μελλήσας οὐδὲν, τὴν περικειμένην αὐτῷ διπλοΐδα ἐπιβαλὼν τῷ κειμένῳ, τοῦ πρόσω τῆς ὁδοιπορίας εἴχετο. Ἐπεὶ δὲ διαβάντος ἐκείνου, ἐφ᾽ ἑαυτῶν ἦσαν οἱ ταῦτα κατ᾽ αὐτοῦ παίξαντες, μεταβαλὼν ὁ ἀπατεὼν ἐκεῖνος τὸν ἐσχηματισμένον θρῆνον εἰς γέλωτα, διανίστασθαι τῷ κειμένῳ παρεκελεύετο, ὑφ᾽ ἡδονῆς τῷ ἐκ τῆς ἀπάτης αὐτοῖς προσγενομένῳ κέρδει ἐπικαγχάζων.

Ὁ δὲ ἦν ἐν ὁμοίῳ τῷ σχήματι μηδενὸς ἀκούων τῶν λεγομένων. Τοῦ δὲ γεγωνοτέρᾳ τῇ φωνῇ κεχρημένου, καὶ ἅμα τῷ ποδὶ διεγείροντος, οὐδὲν μᾶλλον ὁ κείμενος, οὔτε τῆς φωνῆς ἐπήκουεν, οὔτε τῆς πληγῆς ἐπῃσθάνετο· ἀλλ᾽ ἦν ὁμοίως ἐκτεταμένος τῷ σχήματι. Νεκρὸς γὰρ ἦν ὁμοῦ τῇ ἐπιβολῇ τοῦ ἱματίου, κατὰ ἀλήθειαν ἐν τῷ θανάτῳ γενόμενος, ὃν ἐπὶ τῇ ἀπάτῃ τοῦ μεγάλου καθυπεκρίνετο· ὥστε μὴ ψευσθῆναι τὸν τοῦ Θεοῦ ἄνθρωπον, ἀλλ᾽ οὗ χάριν ἐδόθη παρ᾽ αὐτοῦ τὸ ἱμάτιον, ἐν τούτῳ τοῖς λαβοῦσι γενέσθαι χρήσιμον. Εἰ δὲ σκυθρωπὸν εἶναι δοκεῖ τὸ τοιοῦτον ἔργον τῆς τοῦ μεγάλου πίστεώς τε καὶ δυνάμεως, ξενιζέσθω μηδεὶς, πρὸς τὸν μέγαν Πέτρον ὁρῶν.

Καὶ γὰρ ἐκεῖνος, οὐ δι᾽ ὧν εὐηργέτει μόνον τὴν προσοῦσαν ἐπεδείκνυτο δύναμιν, τὸν ἐκ γεννητῆς χωλὸν τρέχοντα τῷ λαῷ δεικνύων καὶ διαλλόμενον, ἢ τῇ σκιᾷ τοῦ ἰδίου σώματος ἰατρεύων τῶν ἀῤῥωστούντων τὰ πάθη, οἷς ἂν ἐπήγαγε κατὰ τὴν πάροδον τοῦ ἀποστόλου διὰ πλαγίου τῷ σώματι προσβάλλων ὁ ἥλιος· ἀλλὰ καὶ τοῦ Ἀνανίου πρὸς τὴν ἐνοικοῦσαν τῷ ἀποστόλῳ δύναμιν καταφρονητικῶς διατεθέντος καταδικάζει τὸν θάνατον· ὡς ἂν, οἶμαι, τῷ κατ᾽ ἐκεῖνον φόβῳ πᾶν τὸ καταφρονοῦν ἐν τῷ λαῷ σωφρονέστερον γένηται τῷ φοβερῷ ὑποδείγματι, πρὸς τὸ μὴ τοῖς αὐτοῖς ἐγγενέσθαι παιδαγωγούμενον. Εἰκότως τοίνυν ὁ μιμητὴς τοῦ Πέτρου διὰ πολλῶν τῶν κατὰ τὰς εὐεργεσίας θαυμάτων δείξας τὸ τῆς δυνάμεως μέγεθος, καὶ τὸν κατὰ τοῦ Πνεύματος χρήσασθαι τῇ ἀπάτῃ ἐπιχειρήσαντα ἀληθεῦσαι περὶ αὐτοῦ παρεσκεύασεν.

Ἔδει γὰρ, οἶμαι, τὸν καθαιρέτην τοῦ ψεύδους, καὶ ἐν τῷ ἀπατεῶνι τὸ ψεῦδος μεταλλάττειν εἰς ἀλήθειαν, ὡς ἂν ἅπασι διὰ τοῦτο γένοιτο δῆλον, ὅτι καὶ πᾶν τὸ παρὰ τοῦ μεγάλου λεγόμενον ἀληθὲς ἦν, καὶ ὅπερ ἂν ὡς ἀληθὲς παρεδέξατο, ψεῦδος οὐκ ἦν.

Οἱ μὲν οὖν Ἰουδαῖοι κατὰ τὸν ῥηθέντα τρόπον τῆς τοῦ μεγάλου δυνάμεως, ὡς ἐνόμισαν, καταπαίξαντες, παίδευμα τοῖς ἄλλοις ἐγένοντο, μὴ κατατολμᾷν τῆς ἀπάτης, ἐφ᾽ ὧν ὁ Θεὸς γίνεται τῶν τολμηθέντων κατήγορος.

Μετὰ ταῦτα δὲ συλλόγου τινὸς κατὰ τὸ ὕπαιθρον ἔν τινι τῶν κατὰ τὴν χώραν τόπων γεγενημένου ποτὲ, καὶ πάντων θαυμαστικῶς διακειμένων πρὸς τὰ διδάγματα, μειράκιόν τι πρὸς τοὺς συνεστῶτας ἐβόα, μὴ παρ᾽ αὐτοῦ ταῦτα τὸν διδάσκαλον λέγειν, ἀλλ᾽ ἕτερον αὐτῷ παρεστῶτα διεξιέναι τοὺς λόγους. Προσαχθέντος δὲ τοῦ παιδὸς μετὰ τὸ διαλυθῆναι τὸν σύλλογον, εἰπεῖν λέγεται πρὸς τοὺς παρόντας τὸν μέγαν, μὴ καθαρεύειν ἐκ δαίμονος τὸ μειράκιον· καὶ ἅμα περιελόμενον ἑαυτοῦ τὸ ἐπὶ τὸν ὦμον ὀθόνιον, καὶ παραθέντα τῷ ἄσθματι τοῦ ἰδίου στόματος, οὕτως ἐπιῤῥίψαι τῷ νέῳ. Γενομένου δὲ τούτου, ταράσσεσθαι ἤρξατο καὶ ἀναβοᾷν τὸ μειράκιον, καὶ καταπίπτειν καὶ διαῤῥιπτεῖσθαι, καὶ πάντα πάσχειν τὰ ἐκ δαιμόνων πάθη. Εἶτα ἐπιβαλόντος τοῦ ἁγίου τὴν χεῖρα, καὶ τὴν ταραχὴν κατευνάσαντος, ἀποπτῆναι μὲν αὐτοῦ τὸ δαιμόνιον, τὸν δὲ πάλιν ἐν καταστάσει γενόμενον, μηκέτι λέγειν ὁρᾷν ἐπὶ τοῦ ἁγίου τὸν συμφθεγγόμενον.

Καὶ γὰρ δὴ καὶ τοῦτο τῶν μεγάλων ἐκείνου θαυμάτων ἐστὶ, τὸ μηδεμιᾷ τινι περιεργίᾳ τὰ κατὰ τὰς ἰάσεις ἐπιτελεῖν θαύματα· ἀλλ᾽ ἀρκεῖν πρός τε τὴν τῶν δαιμόνων ἀπαλλαγὴν, καὶ πρὸς τὴν ἴασιν τῶν ἀῤῥωστημάτων τοῦ σώματος τὸ ἐκ τοῦ στόματος αὐτοῦ ἆσθμα διὰ τῆς ὀθόνης τῷ κάμνοντι προσαγόμενον.

Ἀλλὰ τὸ μὲν πᾶσιν ἐφεξῆς τοῖς παρ᾽ ἐκείνου θαύμασιν ἐπεξιέναι, μακρᾶς εἴη συγγραφῆς, καὶ λόγου τὴν παροῦσαν σχολὴν ὑπερβαίνοντος· ἑνὸς δὲ ἢ δυοῖν ἔτι τῶν περὶ αὐτοῦ λεγομένων ἐπιμνησθεὶς, ἐν τούτοις περιγράψω τὸν λόγον.