Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον τοῦ Γρηγορίου τοῦ Θαυματουργοῦ

Γρηγόριος ὁ Νύσσης

Η κοίμηση του αγίου και η οριστική επικράτηση του Χριστιανισμού

Η οσιακή τελευτή του αγίου, η πλήρης ακτημοσύνη του, η λύτρωση της πόλης από τον λοιμό κατά τη διάρκεια ειδωλολατρικής εορτής και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 9 από 9

Τοῦτον δὲ τὸν τρόπον ἐμπολιτευόμενος τῇ Ἐκκλησίᾳ, καὶ σπουδὴν ἔχων πρὸ τῆς ἐκ τοῦ βίου μεταστάσεως πάντας ἰδεῖν πρὸς τὴν σωτήριον πίστιν ἀπὸ τῶν εἰδώλων μεταθέντας· ἐπειδὴ προέγνω ἑαυτοῦ τὴν μετάστασιν, σπουδῇ πᾶσάν τε τὴν περιοικίδα διηρευνήσατο, μαθεῖν θέλων εἴ τινες εἶεν οἱ περιλειφθέντες ἔξω τῆς πίστεως. Ἐπεὶ οὖν ἔγνω τοὺς παραμεμενηκότας τῇ ἀρχαίᾳ πλάνῃ μὴ πλείους εἶναι τῶν ἑπτακαίδεκα, Σκυθρωπὸν μὲν καὶ τοῦτο, φησὶ πρὸς τὸν Θεὸν ἀποβλέψας, τὸ λιπεῖν τι τῷ τῶν σωζομένων πληρώματι. Πλὴν ἀλλὰ μεγάλης εὐχαριστίας ἄξιον, ὅτι τοσούτους καταλείπει τοὺς εἰδωλολάτρας τῷ μετ᾽ αὐτὸν ἐκδεχομένῳ τὴν Ἐκκλησίαν, ὅσους αὐτὸς Χριστιανοὺς ὑπεδέξατο. Ἐπευξάμενος δὲ τοῖς τε πεπιστευκόσιν ἤδη τὴν εἰς τὸ τέλειον αὔξησιν, καὶ τὴν ἐπιστροφὴν τοῖς ἀπίστοις, οὕτω τοῦ ἀνθρωπίνου βίου πρὸς τὸν Θεὸν μετανίσταται, ἐπισκηψὰς τοῖς ἐπιτηδείοις, μὴ κτήσασθαι τόπον αὐτῷ πρὸς ταφὴν ἰδιάζοντα.

Εἰ γὰρ ζῶν, κύριος κληθῆναι τόπου τινὸς οὐκ ἐδέξατο, ἀλλὰ παροικῶν ἐν ἀλλοτρίοις τὸν βίον διήγαγεν, οὐδὲ μετὰ θάνατον τῇ παροικία πάντως ἐπαισχυνθήσεται· Ἀλλ᾽ ἔστω, φησὶ, τῷ μετὰ ταῦτα βίῳ διήγημα, ὅτι Γρηγόριος οὔτε ζῶν ἐπωνομάσθη τόπῳ τινὶ, καὶ μετὰ θάνατον ἀλλοτρίων τάφων ἐγένετο πάροικος, πάσης τῆς ἐν τῇ γῇ κτήσεως ἑαυτὸν ἀποστήσας, ὡς μηδὲ ἐνταφῆναι ἰδίῳ καταδέξασθαι τόπῳ· μόνην γὰρ αὐτῷ κτῆσιν τιμίαν εἶναι ἔκρινεν ἐκείνην, ἣ πλεονεξίας ἐφ᾽ ἑαυτῆς ἴχνος οὐ δέχεται. Τὴν δὲ ἀθρόαν παντὸς τοῦ ἔθνους μετάστασιν ἀπὸ τῆς Ἑλληνικῆς ματαιότητος εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας θαυμαζέτω ἕκαστος τῶν ἐντυγχανόντων τῷ λόγῳ, καὶ μηδεὶς ἀπιστείτω πρὸς τὴν οἰκονομίαν βλέπων, δι᾽ ἧς γέγονεν ἡ τοσαύτη μεταβολὴ τῶν μετατιθεμένων ἀπὸ τοῦ ψεύδους πρὸς τὴν ἀλήθειαν. Τὸ γὰρ ἐν τοῖς πρώτοις αὐτοῦ τῆς ἱερωσύνης γεγενημένον χρόνοις, ὅπερ πρὸς τὰ λοιπὰ τῶν θαυμάτων ἐπειγόμενος ὁ λόγος παρέδραμε, νῦν ἐπαναλαβὼν διηγήσομαι. Ἑορτή τις ἦν πάνδημος ἐν τῇ πόλει, δαίμονί τινι τῶν ἐγχωρίων κατά τι πάτριον ἀγομένη. Πρὸς ταύτην ἅπαν σχεδὸν συνέῤῥει τὸ ἔθνος, τῆς χώρας πάσης συνεορταζούσης τῇ πόλει.

Ἐπεπλήρωτο δὲ τῶν συνδεδραμηκότων τὸ θέατρον, καὶ ὑπερεχεῖτο πανταχόθεν ὑπὲρ τὰς καθέδρας τῶν ἐπιῤῥυέντων τὸ πλῆθος, καὶ πάντων περὶ τὰ θεάματά τε καὶ ἀκροάματα πρὸς τὴν ὀρχήστραν ἀποβλέπειν προθυμουμένων, θορύβου πλήρης ἦν ἡ σκηνὴ, καὶ ἄπρακτος ἐγίνετο τοῖς θαυματοποιοῖς ἡ ἐπίδειξις, τῆς ταραχῆς τῶν στενοχωρουμένων οὐ μόνον τὴν ἀπόλαυσιν τῆς μουσικῆς ἐπικοπτούσης, ἀλλ᾽ οὔτε τοῖς θαυματοποιοῖς ἐνδιδούσης καιρὸν τὰ ἑαυτῶν ἐπιδείκνυσθαι. Ἔνθα δὲ κοινὴ παρὰ παντὸς ἐκρήγνυται τοῦ δήμου φωνὴ, τὸν δαίμονα, ᾧ τὴν ἑορτὴν ἦγον, ἀνακαλούντων, καὶ παρ᾽ ἐκείνου τὴν εὐρυχωρίαν αὐτοῖς ἀξιούντων γενέσθαι. Ἐπειδὴ δὲ πάντων ἀλλήλοις συμφθεγγομένων, εἰς ὕψος ᾔρετο ἡ φωνὴ, καὶ πάσης ἐδόκει τῆς πόλεως καθάπερ ἑνός τινος στόματος ὁ λόγος εἶναι, ὁ τὴν εὐχὴν ταύτην προσάγων τῷ δαίμονι (ἦν δὲ ἡ εὐχὴ, ὡς ἐπ᾽ αὐτῆς ἀκοῦσαι τῆς λέξεως· Ζεῦ, ποίησον ἡμῖν τόπον)· ἀκούσας δὲ ὁ μέγας ἐκεῖνος τοῦ ἤχου τῶν ὀνομαστὶ ἐπιβοωμένων τὸν δαίμονα, παρ᾽ οὗ τὴν εὐρυχωρίαν ᾔτουν γενέσθαι τῇ πόλει, φησὶ πρὸς αὐτοὺς, πέμψας τινὰ τῶν παρεστηκότων, δοθήσεσθαι αὐτοῖς ὅσον οὐδέπω πλείονα τῆς εὐχῆς τὴν εὐρυχωρίαν.

Ταύτης δὲ παρ᾽ αὐτοῦ τῆς φωνῆς οἷόν τινος σκυθρωπῆς ἀποφάσεως ἐξενεχθείσης, λοιμὸς τὴν πάνδημον ἐκείνην ἱερομηνίαν ἐκδέχεται. Καὶ παραχρῆμα κατεμίγνυτο ταῖς χοροστασίαις ὁ θρῆνος, ὥστε αὐτοῖς εἰς πένθη καὶ συμφορὰς μεταστραφῆναι τὰς θυμηδίας, ἀντὶ αὐλῶν καὶ κρότων τῆς ἐπαλλήλου θρηνωδίας διαλαβούσης τὴν πόλιν. Ἐνσκῆψαν γὰρ ἅπαξ τοῖς ἀνθρώποις τὸ πάθος, θᾶττον ἢ κατ᾽ ἐλπίδας διεξῄει πυρὸς δίκην τοὺς οἴκους ἐπιβοσκόμενον, ὥστε πληροῦσθαι μὲν τῶν τῇ νόσῳ καταφθειρομένων τὰ ἱερὰ τῶν ἐλπίδι θεραπείας προσφευγόντων· γέμειν δὲ πηγὰς, καὶ κρουνοὺς, καὶ φρέατα, τῶν ὑπὸ τῆς τοῦ νοσήματος ἀμηχανίας διακαιομένων ἐν τῇ δίψῃ (ἐφ᾽ ὧν ἠτόνει τὸ ὕδωρ τὸν ἐκ τοῦ πάθους κατασβέσαι φλογμὸν, ὁμοίως ἐχόντων καὶ μετὰ τὸ ὕδωρ, καὶ πρὸ τοῦ ὕδατος, τῶν ἅπαξ κατασχεθέντων τῷ πάθει)· πολλοὺς δὲ αὐτομολεῖν πρὸς τοὺς τάφους, καὶ μηκέτι τοὺς περιόντας ἐξαρκεῖν ταῖς τῶν κατοιχομένων ταφαῖς.

Γενέσθαι δὲ οὐκ ἀδόκητον τοῦ κακοῦ τὴν προσβολὴν τοῖς ἀνθρώποις· ἀλλά τινος φάσματος ἐπιγινομένου τῇ μελλούσῃ καταφθείρεσθαι οἰκίᾳ, οὕτως ἐπακολουθεῖν τὴν φθοράν. Ἐπεὶ οὖν πᾶσι καταφανὴς ἐγένετο ἡ αἰτία τῆς νόσου, ὅτι τὸ ἐπικληθὲν παρ᾽ αὐτῶν δαιμόνιον κακῶς ἐπλήρου τὴν εὐχὴν τῶν ματαίων, τὴν πονηρὰν ταύτην ἐκ τοῦ πάθους εὐρυχωρίαν ἐμποιοῦν τῇ πόλει· ἔνθα ἱκέται γίνονται τοῦ μεγάλου, στῆσαι δεόμενοι τοῦ κακοῦ τὴν φορὰν διὰ τοῦ παρ᾽ αὐτοῦ γινωσκομένου τε καὶ κηρυττομένου Θεοῦ, ὃν μόνον ὡμολόγουν ἀληθῶς εἶναι Θεὸν, καὶ κατὰ πάντων τὸ κράτος ἔχειν. Τοῦ γὰρ φάσματος ἐκείνου πρὸ τῆς ἐσομένης τῷ οἴκῳ διαφθορᾶς προφαινομένου, καὶ παραχρῆμα τὴν ἀπόγνωσιν τῆς ζωῆς ἐμποιοῦντος, εἷς ἐγίνετο τοῖς κινδυνεύουσι σωτήριος τρόπος, τὸ ἐντὸς ἐκείνου γενέσθαι τοῦ οἴκου τὸν μέγαν Γρηγόριον, καὶ δι᾽ εὐχῆς τὸ ἐνσκῆψαν τῷ οἴκῳ πάθος ἀπώσασθαι. Ταχείας δὲ διὰ τῶν τετυχηκότων ἐν πρώτοις τῆς τοιαύτης σωτηρίας ἐπὶ πάντας τῆς φήμης διαδραμούσης, πάντα ἀργὰ ἦν, ἃ πρότερον ὑπὸ ματαιότητος αὐτοῖς ἐσπουδάζετο, χρηστήριά τε καὶ καθάρσια, καὶ ἡ ἐν τοῖς εἰδώλοις διατριβὴ, πάντων πρὸς τὸν μέγαν ἱερέα βλεπόντων, καὶ ἑκάστου πρὸς ἑαυτὸν ἐπὶ σωτηρίᾳ παντὸς τοῦ γένους ἐφελκομένου.

Μισθὸς δὲ ἦν αὐτῷ παρὰ τῶν σωζομένων ἡ τῶν ψυχῶν σωτηρία. Τῇ γὰρ τοιαύτῃ πείρᾳ τῆς εὐσεβείας τοῦ ἱερέως φανερουμένης, οὐκέτι ἦν ἀναβολὴ πρὸς τὴν συγκατάθεσιν τοῦ μυστηρίου, τοῖς διὰ τῶν ἔργων διδασκομένοις τὴν τῆς πίστεως δύναμιν. Οὕτως ἐγένετο τοῖς ἀνθρώποις ἐκείνοις ἰσχυροτέρα τῆς ὑγείας ἡ νόσος. Ὅσον γὰρ ἐν τῇ ὑγιείᾳ πρὸς τὴν τοῦ μυστηρίου παραδοχὴν τοῖς λογισμοῖς ἀσθενοῦντες ἦσαν, τοσοῦτον τῇ σωματικῇ νόσῳ πρὸς τὴν πίστιν ἐῤῥώσθησαν. Καὶ οὕτω τῆς περὶ τὰ εἴδωλα πλάνης ἐλεγχθείσης, πάντες πρὸς τὸ ὄνομα τοῦ Χριστοῦ μετετίθεντο, οἱ μὲν διὰ τῆς ἐπιγενομένης νόσου χειραγωγηθέντες πρὸς τὴν ἀλήθειαν· οἱ δὲ καὶ προφυλακὴν τοῦ λοιμοῦ, τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν προβαλλόμενοι. Ἔστι δὲ καὶ ἄλλα τῇ μνήμῃ μέχρι τοῦ δεῦρο διασωζόμενα τοῦ μεγάλου Γρηγορίου θαύματα, ἅπερ φειδόμενοι τῆς ἀπιστούσης ἀκοῆς, ὡς ἂν μὴ βλαβεῖεν οἱ τὸ ἀληθὲς ἐν τῷ μεγέθει τῶν λεγομένων ψεῦδος οἰόμενοι, τοῖς γεγραμμένοις οὐ προσεθήκαμεν.

Χριστῷ δὲ τῷ τοιαῦτα διὰ τῶν δούλων αὐτοῦ τερατουργοῦντι πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.