Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τοὺς μακαρισμούς

Γρηγόριος ὁ Νύσσης

Λόγος Β': Η αλληλουχία των μακαρισμών και η πραότητα

Η νοητή κλίμακα των μακαρισμών, η ερμηνεία της ουράνιας γης και η πραότητα ως κατορθωτό μέτρο αρετής, απομάκρυνση από το πάθος του θυμού και καρπός της ταπεινοφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 8

ΛΟΓΟΣ Βʹ. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Οἱ διὰ κλίμακός τινος τοῖς ὑψηλοτέροις προσβαίνοντες, ὅταν τῆς πρώτης ἐπιβῶσι βαθμίδος, δι᾽ ἐκείνης ἐπὶ τὴν ὑπερκειμένην αἴρονται, καὶ πάλιν ἡ δευτέρα προσάγει τῇ τρίτῃ τὸν ἀνιόντα, καὶ αὕτη πρὸς τὴν ἐφεξῆς, καὶ αὕτη πρὸς τὴν μεθ᾽ ἑαυτήν. Καὶ οὕτως ὁ ἀνιὼν ἀπὸ τοῦ ἐν ᾧ ἐστιν, ἀεὶ πρὸς τὸ ὑπερκείμενον ἀνυψούμενος, ἐπὶ τὸ ἀκρότατον φθάνει τῆς ἀναβάσεως. Πρὸς τί βλέπων ἐντεῦθεν προοιμιάζομαι;

Δοκεῖ μοι βαθμίδων δίκην ἡ τῶν μακαρισμῶν διακεῖσθαι τάξις, εὐεπίβατον τῷ λόγῳ δι᾽ ἀλλήλων ποιοῦσα τὴν ἄνοδον. Τὸν γὰρ τῷ πρώτῳ διὰ τῆς διανοίας ἐπιβεβηκότα μακαρισμῷ, δι᾽ ἀναγκαίας τινὸς τῆς τῶν νοημάτων ἀκολουθίας, ὁ μετ᾽ ἐκεῖνον ἐκδέχεται, κἂν ὑποξενίζειν δοκῇ παρὰ τὴν πρώτην ὁ λόγος. Μὴ γὰρ εἶναι δυνατὸν ἴσως ὁ ἀκούων ἐρεῖ, καθάπερ ἐν βαθμῶν διαθέσει, μετὰ τὴν τῶν οὐρανῶν βασιλείαν, τῆς γῆς τὴν κληρονομίαν καταλαμβάνεσθαι· ἀλλ᾽ εἴπερ ἔδει τῇ φύσει τῶν ὄντων τὸν λόγον ἕπεσθαι, τοῦ οὐρανοῦ τὴν γῆν ἀκολουθότερον ἦν προτετάχθαι, ὡς ἐντεῦθεν ἡμῖν ἐπ᾽ ἐκεῖνον ἐσομένης τῆς ἀναβάσεως.

Ἀλλ᾽ εἰ πτερωθείημέν πως τῷ λόγῳ, καὶ ὑπὲρ τὰ νῶτα τῆς οὐρανίας ἁψίδος σταίημεν, εὑρήσομεν ἐκεῖ τὴν ὑπερουράνιον γῆν, τὴν εἰς κληρονομίαν τοῖς κατ᾽ ἀρετὴν βεβιωκόσιν ἀποκειμένην, ὡς μὴ δοκεῖν ἡμαρτῆσθαι τὴν τάξιν τῆς τῶν μακαρισμῶν ἀκολουθίας, πρῶτον οὐρανῶν, καὶ μετὰ ταῦτα γῆς, ἐν ταῖς ἐπαγγελίαις ἡμῖν παρὰ τοῦ Θεοῦ προτεθείσης. Τὸ γὰρ φαινόμενον, ὅσον πρὸς τὴν σωματικὴν αἴσθησιν, ὅλον πρὸς ἑαυτὸ συγγενῶς ἔχει. Κἂν γὰρ ὃ μὲν ὑψηλὸν εἶναι δοκῇ τῷ τοπικῷ διαστήματι, ἀλλ᾽ οὖν κάτω τῆς νοερᾶς οὐσίας ἐστὶν, ἧς ἀδύνατον ἐπιβατεῦσαι τὸν λογισμὸν, μὴ διαβάντα τῷ λόγῳ ταῦτα πρότερον, ὧν καθικνεῖται ἡ αἴσθησις. Εἰ δὲ τῇ προσηγορίᾳ τῆς γῆς ἡ ὑπερκειμένη κατονομάζεται λῆξις, θαυμάσεις μηδέν· τῷ γὰρ ταπεινῷ τῆς ἡμετέρας ἀκοῆς συγκαταβαίνει ὁ Λόγος, ὁ διὰ τοῦτο πρὸς ἡμᾶς καταβὰς, ἐπειδὴ ἡμεῖς πρὸς αὐτὸν ἀνυψωθῆναι οὐχ οἷοί τε ἦμεν. Διὰ τοίνυν τῶν ἡμῖν γνωρίμων ῥημάτων τε καὶ ὀνομάτων παραδίδωσι τὰ θεῖα μυστήρια, ταύταις ταῖς φωναῖς κεχρημένος, ἃς ἡ συνήθεια τοῦ ἀνθρωπίνου περιέχει βίου. Καὶ γὰρ τῇ πρὸ ταύτης ἐπαγγελίᾳ τὸν ἄφραστον ἐκεῖνον ἐν τοῖς οὐρανοῖς μακαρισμὸν, βασιλείαν ὠνόμασεν· ἆρά τι τοιοῦτον τῷ λόγῳ παραδεικνύων, οἷον ἡ κάτω περιέχει βασιλεία;

διαδήματά τινα ταῖς τῶν λίθων αἴγλαις περιαστράπτοντα, καὶ εὐανθεῖς ἁλουργίδας ἡδύ τι τοῖς λίχνοις ὄμμασιν ἀπαυγαζούσας, προπύλαιά τε καὶ καταπετάσματα, καὶ ὑψηλοὺς θρόνους, καὶ δορυφόρων στοιχηδὸν περιεστώτων τάξεις, καὶ ὅσα ἄλλα προστραγῳδοῦσι περὶ τὴν τοιαύτην τοῦ βίου σκηνὴν οἱ τὸν ὄγκον τῆς δυναστείας διὰ τῶν τοιούτων ἐπὶ τὸ μεῖζον ἐξαίροντες. Ἀλλ᾽ ἐπειδὴ μέγα τι καὶ ὑπὲρ πάντα σχεδὸν τὰ ἐν ἀνθρώποις ζηλούμενα τὸ τῆς βασιλείας ὄνομα κατὰ τὸν βίον ἐστὶν, διὰ τοῦτο συνεχρήσατο τῷ ὀνόματι, πρὸς τὴν τῶν ὑπερκειμένων ἀγαθῶν δήλωσιν· ὡς εἴ γε ἦν ἄλλο τι παρὰ τοῖς ἀνθρώποις τῆς βασιλείας ἀνώτερον, δι᾽ ἐκείνου ἂν τοῦ ὀνόματος πάντως μάλιστα ἀνεπτέρωσε ψυχὴν τοῦ ἀκούοντος, πρὸς ἐπιθυμίαν τῆς ἀφράστου μακαριότητος.

Οὐδὲ γὰρ ἦν δυνατὸν ἰδίοις ὀνόμασιν ἐκεῖνα τὰ ἀγαθὰ τοῖς ἀνθρώποις ἐκκαλυφθῆναι, ἃ ὑπὲρ αἴσθησίν τε καὶ γνῶσιν ἀνθρωπίνην ἐστίν. Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, φησὶν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἀλλ᾽ ὡς ἂν μὴ παντελῶς διαφύγοι τὸν στοχασμὸν ἡ ἐλπιζομένη μακαριότης, ὡς χωροῦμεν κατὰ τὸ ταπεινὸν ἡμῶν τῆς φύσεως, οὕτω τῶν ἀνεκφωνήτων ἀκούομεν. Μὴ οὖν ἡ τῆς γῆς ὁμωνυμία πάλιν μετὰ τοὺς οὐρανοὺς καθελκέτω σου τὴν διάνοιαν ἐπὶ τὴν κάτω γῆν, ἀλλ᾽ εἴπερ ὑψώθης τῷ Λόγῳ διὰ τῶν προτέρων μακαρισμῶν, καὶ τῆς οὐρανίας ἐπέβης ἐλπίδος, ἐκείνην μοι πολυπραγμόνει τὴν γῆν, ἥτις οὐ πάντων ἐστὶ κληρονομία, πλὴν εἴ τινες διὰ τῆς τοῦ βίου πραότητος ἄξιοι τῆς ἐπαγγελίας ἐκείνης κρίνονται· ἤν μοι δοκεῖ καὶ ὁ μέγας Δαβὶδ, ὁ παρὰ πάντας τοὺς κατ᾽ αὐτὸν ἐπιδεδημηκότας τῷ βίῳ πραΰς τε καὶ ἀνεξίκακος μαρτυρηθεὶς ὑπὸ τῆς θείας Γραφῆς, προνενοηκέναι τῇ ὑφηγήσει τοῦ Πνεύματος, καὶ διὰ πίστεως ἤδη κατεσχηκέναι τὸ ἐλπιζόμενον, εἰπὼν Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.

Οὐ γάρ φημι τὸν Προφήτην, ταύτην ζώντων προσειρηκέναι τὴν γῆν τὰ θνητὰ πάντα φύουσαν, καὶ εἰς ἑαυτὴν πάλιν πᾶν τὸ ἐξ αὐτῆς γένος ἀναλύουσαν· ἀλλ᾽ οἶδε γῆν ζώντων, ἧς οὐκ ἐπέβη θάνατος· ἐν ᾗ ὁδὸς ἁμαρτωλῶν οὐκ ἐτρίβη, ἣ κακίας ἴχνος ἐφ᾽ ἑαυτῆς οὐκ ἐδέξατο, ἣν οὐκ ἀνέτεμε τῷ ἀρότρῳ τῆς πονηρίας ὁ τὰ ζιζάνια σπείρων, ἡ τριβόλων καὶ ἀκανθῶν ἄγονος· ἐν ᾗ τὸ ὕδωρ τῆς ἀναπαύσεως, καὶ ὁ τῆς χλόης τόπος, καὶ ἡ τετραχῆ μεριζομένη πηγὴ, καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος, καὶ ὅσα ἄλλα δι᾽ αἰνιγμάτων παρὰ τῆς θεοπνεύστου διδασκαλίας ἀκούομεν. Εἰ δὴ νενόηται ἡμῖν ἡ ὑψηλὴ γῆ ὑπεράνω τῶν οὐρανῶν θεωρουμένη, ἐφ᾽ ἧς ἡ πόλις τοῦ βασιλέως συνῴκισται, περὶ ἧς τὰ δεδοξασμένα ἐλαλήθη, καθώς φησιν ὁ Προφήτης, οὐκέτ᾽ ἂν εἰκότως πρὸς τὴν τάξιν τῆς ἀκολουθίας τῶν μακαρισμῶν ξενιζοίμεθα. Οὐδὲ γὰρ εἰκὸς ἦν, οἶμαι, ταύτην εὐλογίας προκεῖσθαι ταῖς ἐλπίσι τὴν γῆν τοῖς ἁρπαγησομένοις, καθώς φησιν ὁ Ἀπόστολος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως μέλλουσι πάντοτε σὺν Κυρίῳ ἔσεσθαι. Τίς οὖν ἔτι χρεία τῆς κάτω γῆς, οἷς ἡ ζωὴ μετάρσιος ἐν ἐλπίσιν ἐστίν;

Ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Ἀλλ᾽ ἴδωμεν τίνος ἀρετῆς γέρας ἡ ἐκείνης τῆς γῆς κληρονομία πρόκειται. Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Τί τὸ πρᾶον; καὶ περὶ τί τὸ πρᾶον μακαρίζει ὁ Λόγος; οὐ γάρ μοι δοκεῖ πάντα ἐπίσης ἀρετὴν οἴεσθαι δεῖν, ὅσα ἂν ἐν πραότητι γίνεται, εἰ τὸ ἠρεμαῖόν τε καὶ βραδὺ μόνον διὰ τῆς λέξεως ταύτης σημαίνοιτο. Οὔτε γὰρ ἐν δρομεῦσιν ὁ πρᾶος ἀμείνων τοῦ ἐπισπεύδοντος, οὔτε ὁ δυσκίνητος ἐν πυκτικῇ τὸν κατὰ τοῦ ἐναντίου στέφανον αἴρεται· κἂν τρέχωμεν πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐπιτείνειν ὁ Παῦλος συμβουλεύει τὸ τάχος, λέγων· Οὕτω τρέχετε, ἵνα καταλάβητε· ἐπεὶ καὶ αὐτὸς διὰ σφοδροτέρας ἀεὶ τῆς κινήσεως τοῦ πρόσω εἴχετο, τῶν ὀπίσω λήθην ποιούμενος· καὶ πυκτεύων εὐκίνητος ἦν· διεώρα γὰρ τοῦ ἀνθεστῶτος τὴν προσβολήν· καὶ περὶ τὴν βάσιν ἀσφαλὴς ἦν, καὶ ταῖς χερσὶ καθωπλισμένος, οὐ κατὰ κενοῦ τινος καὶ ἀνυποστάτου διεῤῥίπτει τὸ περὶ τὰς χεῖρας ὅπλον, ἀλλὰ τῶν καιρίων τοῦ προσπαλαίοντος ἥπτετο, κατ᾽ αὐτοῦ τοῦ σώματος τὰς πληγὰς φέρων.

Βούλει γνῶναι τοῦ Παύλου τὴν πυκτικήν; Ἴδε τὰς ὠτειλὰς τοῦ ἀνταγωνιζομένου, ἴδε τὰ ὑπώπια τοῦ ἀντιπάλου, ἴδε τὰ στίγματα τοῦ ἡττηθέντος Πάντως δὲ οὐκ ἀγνοεῖς τὸν ἀντίπαλον τὸν διὰ τῆς σαρκὸς προσπαλαίοντα, ὃν ὑπωπιάζει διὰ τῆς πυκτικῆς, ἀμύσσων τοῖς ὄνυξι τῆς ἐγκρατείας, οὗ νεκροῖ τὰ μέλη λιμῷ, καὶ δίψει, καὶ ψύχει, καὶ γυμνότητι, ᾧ τὰ στίγματα τοῦ Κυρίου ἐπιβάλλει, ὃν νικᾷ διὰ τοῦ δρόμου κατόπιν ἑαυτοῦ καταλιπὼν, ὡς ἂν μὴ ἐπισκοτοῖτο τὰς ὄψεις τοῦ ἀντιπάλου προτρέχοντος. Εἰ οὖν ὀξὺς καὶ εὐκίνητος ἐν τοῖς ἀγῶσιν ὁ Παῦλος, καὶ ὁ Δαβὶδ πλατύνει τὰ διαβήματα τοῖς ἐχθροῖς ἐπιτρέχων, καὶ ὁ νυμφίος ἐν τῷ ᾌσματι δορκάδι κατὰ τὸ εὐκίνητον ὁμοιοῦται, ὄρη διαπηδῶν, καὶ βουνοῖς ἐφαλλόμενος (καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν, ἐν οἷς προτιμότερον εὑρίσκεται τῆς πραότητος τὸ κατὰ τὴν κίνησιν τάχος)· πῶς ἐνταῦθα ἐν κατορθώματος εἴδει μακαρίζει τὸ πρᾶον ὁ Λόγος; Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· ἐκείνην πάντως τὴν γῆν τὴν τῶν καλῶν εὔφορον γεννημάτων, τὴν τῷ ξύλῳ τῆς ζωῆς κομῶσαν, τὴν ταῖς πηγαῖς τῶν πνευματικῶν χαρισμάτων κατάῤῥυτον, ἐφ᾽ ἧς ἡ ἄμπελος ἡ ἀληθινὴ βλαστάνει, ἧς γεωργὸν τὸν Πατέρα τοῦ Κυρίου ἀκούομεν.

Ἀλλ᾽ ἔοικε τοιοῦτόν τι φιλοσοφεῖν ὁ Λόγος, ὅτι πολλὴ πρὸς τὴν κακίαν ἐστὶν ἡ εὐκολία, καὶ ὀξύῤῥοπον ἐπὶ τὸ χεῖρον ἡ φύσις· καθάπερ τὰ βαρέα τῶν σωμάτων πρὸς μὲν τὰ ἄνω παντάπασιν ἀκίνητα μένει, εἰ δέ τινος ἀκρωρείας ὑψηλῆς ἐπὶ τὸ πρανὲς ἀποσεισθείη, τοσούτῳ ῥοίζῳ πρὸς τὸ ὑποκείμενον φέρεται, τοῦ οἰκείου βάρους τὴν φορὰν ἐπιτείνοντος, ὡς ὑπὲρ λόγον εἶναι τὸ τάχος. Ἐπεὶ οὖν χαλεπόν ἐστιν ἡ ἐν τούτοις ὀξύτης, μακαριστὸν ἂν εἴη πάντως τὸ ἐξ ἀντιστρόφου νοούμενον. Τοῦτο δέ ἐστι πραότης, ἡ πρὸς τὰς τοιαύτας τῆς φύσεως ὁρμὰς βραδεῖά τε καὶ δυσκίνητος ἕξις. Καθάπερ γὰρ τὸ πῦρ, ἀεικίνητον τὴν φύσιν ἐπὶ τὰ ἄνω ἔχον, ἀκίνητόν ἐστι κατὰ τὴν ἐναντίαν φοράν· τὸν αὐτὸν τρόπον καὶ ἡ ἀρετὴ πρὸς τὰ ἄνω καὶ ὑπερκείμενα ὀξεῖά τις οὖσα, καὶ οὐχ ὑφιεῖσά ποτε τῆς ταχύτητος, πεπέδηται πρὸς τὴν ἐναντίαν ὁρμήν. Οὐκοῦν ἐπειδὴ πλεονάζει κατὰ τὴν φύσιν ἡμῶν ἡ πρὸς τὰ κακὰ ταχύτης, καλῶς τὸ ἐν τοῖς τοιούτοις ἠρεμοῦν μακαρίζεται. Τὸ γὰρ ἡσύχιον ἐν τούτοις, τῆς πρὸς τὰ ἄνω κινήσεως μαρτυρία γίνεται.

Κρεῖττον δ᾽ ἂν εἴη δι᾽ αὐτῶν τῶν κατὰ τὸν βίον ὑποδειγμάτων σαφηνίσαι τὸν λόγον· Διπλῆ τῆς ἑκάστου προαιρέσεώς ἐστιν ἡ κίνησις, κατ᾽ ἐξουσίαν πρὸς τὸ δοκοῦν προϊοῦσα, ἔνθεν πρὸς σωφροσύνην, ἐκεῖθεν πρὸς τὸ ἀκόλαστον. Ὃ δ᾽ ἐπὶ μέρους εἴρηται τοῦ κατὰ τὴν ἀρετὴν καὶ κακίαν εἴδους, τοῦτο καὶ ἐπὶ παντὸς νοείσθω. Σχίζεται γὰρ πάντως πρὸς τὰς ἐναντίας ὁρμὰς τὸ ἀνθρώπινον ἦθος, ἢ θυμοῦ πρὸς ἐπιείκειαν ἀντιδιαιρουμένου, ἢ τύφου πρὸς μετριότητα, ἢ φθόνου πρὸς εὔνοιαν, ἢ δυσμενείας πρὸς ἀγαπητικὴν καὶ εἰρηνικὴν συνδιάθεσιν. Ἐπειδὴ τοίνυν ὑλώδης μὲν ὁ ἀνθρώπινος βίος, περὶ δὲ τὰς ὕλας τὰ πάθη, πᾶν δὲ πάθος ὀξεῖαν ἔχει καὶ ἀκατάσχετον τὴν ὁρμὴν πρὸς τὴν ἐκπλήρωσιν τοῦ θελήματος (βαρεῖα γὰρ καὶ κατωφερὴς ἡ ὕλη)· διὰ τοῦτο μακαρίζει ὁ Κύριος, οὐ τοὺς ἔξω πάθους ἐφ᾽ ἑαυτῶν βιοτεύοντας (οὐ γὰρ δυνατόν ἐστιν ἐν ὑλώδει ζωῇ τὸν ἄϋλον καθ᾽ ὅλου καὶ ἀπαθῆ κατορθωθῆναι βίον), ἀλλὰ τὸν ἐνδεχόμενον τῆς ἀρετῆς ὅρον ἐν τῇ διὰ σαρκὸς ζωῇ τὴν πραότητα λέγει, καὶ ἱκανὸν εἰς μακαρισμὸν τὸ πρᾶον εἶναί φησιν.

Οὐ γὰρ καθόλου τὴν ἀπάθειαν νομοθετεῖ τῇ ἀνθρωπίνῃ φύσει· οὐδὲ γὰρ δικαίου νομοθέτου τὸ ταῦτα κελεύειν, ὅσα ἡ φύσις οὐ δέχεται· τὸ γὰρ τοιοῦτον ὅμοιόν ἐστιν, ὥσπερ ἂν εἴ τις τὰ ἔνυδρα μετοικίζοι πρὸς τὸν ἐναέριον βίον, ἢ τὸ ἔμπαλιν ἐπὶ τὸ ὕδωρ, ὅσα τῷ ἀέρι ἐμβιοτεύει· ἀλλὰ τῇ οἰκείᾳ καὶ κατὰ φύσιν δυνάμει πρόσφορον εἶναι προσήκει τὸν νόμον. Διὰ τοῦτο τὸ μέτριόν τε καὶ πρᾶον ὁ μακαρισμὸς, οὐ τὸ παντάπασιν ἀπαθὲς ἐγκελεύεται· τὸ μὲν γὰρ ἔξω τῆς φύσεως, τὸ δὲ δι᾽ ἀρετῆς κατορθούμενον.

Εἰ οὖν τὸ ἀκίνητον πρὸς ἐπιθυμίαν ὁ μακαρισμὸς ὑπετίθετο, ἀνόνητος ἂν ἦν τῷ βίῳ καὶ ἄχρηστος ἡ εὐλογία· τίς γὰρ ἂν τοῦ τοιούτου καθίκοιτο σαρκὶ καὶ αἵματι συνεζευγμένος; Νυνὶ δέ φησιν οὐ τὸν ἐπιθυμήσαντα κατά τινα συντυχίαν εἶναι κατάκριτον, ἀλλὰ τὸν ἐκ προνοίας τὸ πάθος ἐπισπασάμενον.

Τὸ μὲν γὰρ ἐγγενέσθαι ποτὲ τοιαύτην ὁρμὴν, ἡ συγκεκραμένη τῇ φύσει πολλάκις ἀσθένεια καὶ παρὰ γνώμην παρασκευάζει· τὸ δὲ μὴ χειμάῤῥου δίκην παρενεχθῆναι τῇ τοῦ πάθους ὁρμῇ, ἀλλ᾽ ἀνδρικῶς πρὸς τὴν τοιαύτην διάθεσιν στῆναι, καὶ τοῖς λογισμοῖς τὸ πάθος ἀπώσασθαι, τοῦτο τῆς ἀρετῆς ἔργον ἐστίν.

Μακάριοι τοίνυν οἱ μὴ ὀξύῤῥοποι πρὸς τὰς ἐμπαθεῖς τῆς ψυχῆς κινήσεις, ἀλλὰ κατεσταλμένοι τῷ λόγῳ, ἐφ᾽ ὧν ὁ λογισμὸς καθάπερ τις χαλινὸς ἀναστομῶν τὰς ὁρμὰς, οὐκ ἐᾷ τὴν ψυχὴν πρὸς ἀταξίαν ἐκφέρεσθαι. Μᾶλλον δ᾽ ἄν τις ἐπὶ τοῦ κατὰ τὸν θυμὸν πάθους τὸ τοιοῦτον ἴδοι, ὅπως ἐστὶ μακαριστὸν ἡ πραότης. Ἐπειδὰν γὰρ λόγος, ἢ πρᾶξίς τις, ἢ ὑπόνοια τῶν ἀηδεστέρων τὴν τοιαύτην ἀνακινήσῃ νόσον, καὶ περιζέσῃ τῇ καρδίᾳ τὸ αἷμα, καὶ διαναστῇ πρὸς ἄμυναν ἡ ψυχή· καθάπερ οἱ μῦθοι διὰ φαρμακοποσίας τινὸς εἰς ἀλόγων μορφὰς ἀλλοιοῦσι τὴν φύσιν· οὕτως ἔστιν ἐξαίφνης ἰδεῖν σῦν, ἢ κύνα, ἢ πάρδαλιν, ἢ ἄλλο τι τοιοῦτον θηρίον ἐκ τοῦ θυμοῦ τὸν ἄνδρα γενόμενον. Ὕφαιμος ὀφθαλμός· θρὶξ ἑσταμένη καὶ ἐπιφρίσσουσα· φωνὴ τραχεῖα καὶ ἐποξυνομένη τοῖς ῥήμασιν· γλῶσσα τῷ πάθει νεναρκηκυῖα, καὶ οὐχ ὑπηρετοῦσα ταῖς ἔνδον ὁρμαῖς· χείλη πεπηγότα, καὶ οὐ διαρθροῦντα τὸν λόγον, οὔτε περιστέλλοντα τῷ στόματι τὴν ἐγγενομένην ὑπὸ τοῦ πάθους ὑγρότητα, ἀλλ᾽ ἀσχημόνως τὸν ἀφρὸν τῇ φωνῇ συνεκπτύοντα· τοιαῦται αἱ χεῖρες· τοιοῦτοι οἱ πόδες· τοιαύτη πᾶσα τοῦ σώματος ἡ διάθεσις, ἑκάστου τῶν μελῶν συνδιατιθεμένου τῷ πάθει.

Εἰ οὖν ὁ μὲν τοιοῦτος εἴη· ὁ δὲ πρὸς τὸν μακαρισμὸν βλέπων, διὰ τῶν λογισμῶν καταπραΰνοι τὴν νόσον ἐν καθεστῶτι τῷ βλέμματι, καὶ ἠρεμαίᾳ τῇ φωνῇ, καθάπερ τις ἰατρὸς ἐκ φρενίτιδος ἀσχημονοῦντα θεραπεύων τῇ τέχνῃ· ἆρ᾽ οὐχὶ καὶ αὐτὸς ἐρεῖς ἀντιπαραθεὶς τοῦτο ἐκείνῳ, ὅτι ἐλεεινὸς μὲν καὶ βδελυκτὸς ὁ θηριώδης ἐκεῖνος, μακαριστὸς δὲ ὁ πραῢς ὁ τῇ τοῦ πέλας κακίᾳ μὴ συνδιαστρέψας τὸ εὕσχημον;

Καὶ ὅτι πρὸς τοῦτο μάλιστα τὸ πάθος ὁ Λόγος βλέπει, δῆλόν ἐστιν ἐκ τοῦ μετὰ τὴν ταπεινοφροσύνην νομοθετῆσαι ἡμῖν τὴν πραότητα. Ἔοικε γὰρ ἔχεσθαι τοῦ ἑτέρου τὸ ἕτερον, καὶ οἷον μήτηρ τις εἶναι τῆς κατὰ τὸ πρᾶον ἕξεως ἡ τῆς ταπεινοφροσύνης κατάστασις.

Εἰ γὰρ ὑφέλοις τοῦ ἤθους τὸν τῦφον, καιρὸν οὐκ ἔχει τὸ κατὰ θυμὸν ἐγγενέσθαι πάθος. Ὕβρις γὰρ καὶ ἀτιμία τῆς τοιαύτης ἀῤῥωστίας τοῖς ὀργισθεῖσιν αἰτία γίνεται. Ἀτιμία δὲ οὐχ ἅπτεται τοῦ ἑαυτὸν ταπεινοφροσύνῃ παιδαγωγήσαντος. Εἰ γάρ τις κεκαθαρμένον ἔχοι τὸν λογισμὸν ἐκ τῆς ἀνθρωπίνης ἀπάτης, καὶ βλέποι τὸ οὐτιδανὸν τῆς φύσεως ᾗ συγκεκλήρωται, ἀφ᾽ οἵας ἀρχῆς τὴν σύστασιν ἔχει, καὶ εἰς ὅ τι φέρεται τέλος τὸ βραχὺ καὶ ὠκύμορον τῆς τῇδε ζωῆς, καὶ τὸν συνεζευγμένον τῇ σαρκὶ ῥύπον, καὶ τὸ πενιχρὸν τῆς φύσεως, τὸ μὴ εἶναι αὐτὴν αὐτάρκη δι᾽ ἑαυτῆς πρὸς τὴν ἰδίαν σύστασιν, εἰ μὴ τῇ περιουσίᾳ τῶν ἀλόγων τὸ ἐνδέον ἀναπληρώσειεν· λύπας τε πρὸς τούτοις καὶ πένθη καὶ συμφορὰς, τάς τε πολυτρόπους τῶν νοσημάτων ἰδέας, αἷς ὑπόκειται ἡ ἀνθρωπίνη ζωὴ, ὧν οὐκ ἔστιν ὅστις ἐκ φύσεως ἀτελής ἐστι καὶ ἐλεύθερος.

Ταῦτα δι᾽ ἀκριβείας κεκαθαρμένῳ τῷ τῆς ψυχῆς ὀφθαλμῷ βλέπων, οὐκ ἂν ῥᾳδίως πρὸς τὰς τῶν τιμῶν ἐλλείψεις ἀγανακτήσειεν. Τὸ ἐναντίον μὲν οὖν ἀπάτην ἡγήσεται τὴν ἐπί τινι προσαγομένην αὐτῷ παρὰ τοῦ πέλας τιμὴν, οὐκ ὄντος ἡμῖν ἐν τῇ φύσει τοιούτου τινὸς, ὃ δύναται τὴν πρὸς τὸ τίμιον κοινωνίαν ἔχειν, εἰ μὴ κατὰ ψυχὴν μόνον, ἧς ἡ τιμὴ οὐκ ἀπὸ τῶν κατὰ τὸν κόσμον τοῦτον ἐπιζητουμένων συνίσταται.

Τὸ γὰρ ἐπὶ πλούτῳ κομπάζειν, ἢ γένει σεμνύνεσθαι, ἢ πρὸς δόξαν ὁρᾷν, ἢ τὸ δοκεῖν ὑπὲρ τὸν πέλας εἶναι, δι᾽ ὧν αἱ ἀνθρώπιναι πληροῦνται τιμαί· ταῦτα πάντα καθαίρεσις τῆς ψυχικῆς τιμῆς καὶ ὄνειδος γίνονται, ὡς μὴ ἂν ἑλέσθαι τὸν λελογισμένον τοιούτῳ τινὶ τὸ καθαρὸν τῆς ψυχῆς καταμολύνεσθαι.

Τὸ δὲ οὕτως ἔχειν οὐδὲν ἕτερον, ἢ ἐν ἕξει βαθείᾳ τῆς ταπεινοφροσύνης ἐστὶν εἶναι, ἧς κατορθωθείσης, οὐ δεμίαν εἴσοδον ὁ θυμὸς κατὰ τῆς ψυχῆς ἕξει. Τούτου δὲ μὴ παρόντος, ὁ ἤρεμός τε καὶ ἡσύχιος κατορθοῦται βίος· ὅπερ οὐδὲν ἕτερον, εἰ μὴ πραΰτης ἐστὶν, ἧς τὸ πέρας μακαρισμὸς καὶ οὐρανίας γῆς κληρονομία, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.